Humanitext Reader

ヒポクラテス · 書簡、決議、演説 §12-13

出発の準備と留守中の家の管理の依頼

5 / 21 箇所 · ギリシア語

要旨

ヒポクラテスは、友人フィロポイメンにデモクリトスが狂気ではなく知恵によって「真理の領域」に達している可能性を伝え、滞在の準備を頼む。また、友人ディオニュシオスには自分の不在中にコスの家や町の管理、そして妻の監督を依頼する。

§1212. Ἱπποκράτης Φιλοποίμενι χαίρειν. Οἱ τὴν τῆς πόλιος ἐπιστολὴν ἀποδόντες μοι πρέσβεις καὶ τεὴν ἀπέδοσαν, ἥσθην τε κάρτα καὶ ξενίην ὑπισχνεομένου σέο καὶ τὴν ἑτέρην διαίτην.
12. Ἱπποκράτης Φιλοποίμενι χαίρειν. 都市からの手紙を私に届けた使者たちは、あなたの手紙も届けてくれた。 あなたがもてなしと、もう一つの生活のあり方を約束してくれたことに、私は大いに喜んだ。
Ἔλθοιμεν δ’ ἂν αἰσίῃ τύχῃ, καὶ ἀφιξόμεθα ὡς ὑπολαμβάνομεν χρηστοτέρῃσιν ἐλπίσιν [ἢ] ὡς ἐν τῇ γραφῇ παραδεδήλωται, οὐ μανίην ἀλλὰ ψυχῆς τινὰ ῥῶσιν ὑπερβάλλουσαν διασαφηνέοντος τοῦ ἀνδρὸς, μήτε παίδων μήτε γυναικὸς μήτε ξυγγενέων μήτε οὐσίης μήτε τινὸς ὅλως ἐν φροντίδι ἐόντος, ἡμέρην δὲ καὶ εὐφρόνην πρὸς ἑωυτῷ καθεστεῶτος καὶ ἰδιάζοντος, τὰ μὲν πολλὰ ἐν ἄντροισι καὶ ἐρημίῃσιν ἢ ἐν ὑποσκιάσεσι δενδρέων, ἢ ἐν μαλθακῇσι ποίῃσιν, ἢ παρὰ συχνοῖσιν ὑδάτων ῥείθροισιν.
私たちは幸運とともに赴くことだろう。 そして、手紙に示されていたよりも優れた希望を抱いて到着するであろうと私たちは考えている。 というのも、あの男が示しているのは狂気ではなく、魂のある種の並外れた頑健さだからだ。 彼は子供も妻も親族も財産も、およそ何ものも気にかけず、昼も夜も自己の内に留まり、大半を洞窟や荒野、樹木の陰、あるいは柔らかい草の上や、豊かな水の流れのほとりで独り静かに暮らしているのだから。
Συμβαίνει μὲν οὖν τὰ πολλὰ τοῖσι μελαγχολῶσι τὰ τοιαῦτα·
確かに、こうした特徴は多くの場合、憂鬱質の人々に起こる。
σιγηροί τε γὰρ ἐνίοτε εἰσὶ καὶ μονήρεες, καὶ φιλέρημοι τυγχάνουσιν·
彼らは時に寡黙で孤独を好み、人里離れた場所を求めるものだ。
ἀπανθρωπέονταί τε ξύμφυλον ὄψιν ἀλλοτρίην νομίζοντες·
同胞たる人間の姿を異質なものとみなして避ける。
οὐκ ἀπεοικὸς δὲ καὶ τοῖσι περὶ παιδείην ἐσπουδακόσι τὰς ἄλλας φροντίδας ὑπὸ μιῆς τῆς ἐν σοφίῃ διαθέσιος σεσοβῆσθαι.
しかし、学問に没頭している人々にとっても、知恵に対する唯一の心の傾倒によって、他のあらゆる関心事が追い散らされてしまうということは十分にあり得ることだ。
Ὥσπερ γὰρ δμῶές τε καὶ δμωΐδες ἐν τῇσιν οἰκίῃσι θορυβέοντες καὶ στασιάζοντες, ὁκόταν ἐξαπιναίως αὐτοῖσιν ἡ δέσποινα ἐπιστῇ, πτοηθέντες ἀφησυχάζουσι, παραπλησίως καὶ αἱ λοιπαὶ κατὰ ψυχὴν ἐπιθυμίαι ἀνθρώποισι κακῶν ὑπηρέτιδες· ἐπὴν δὲ σοφίης ὄψις ἑωυτέην ἐπιστήσῃ, ὡς δοῦλα τὰ λοιπὰ πάθεα ἐκκεχώρηκεν.
なぜなら、家の中で男女の召使いたちが騒ぎ立て、争い合っているときに、突然女主人が彼らの前に現れると、驚いて静まり返るのと同様に、人間に災いをもたらす下僕である、魂の中の他の欲望たちも、知恵の姿が現れるやいなや、他の情念は奴隷のように退散してしまうからである。
Ποθέουσι δ’ ἄντρα καὶ ἡσυχίην οὐ πάντως οἱ μανέντες, ἀλλὰ καὶ οἱ τῶν ἀνθρωπίνων πρηγμάτων ὑπερφρονήσαντες ἀταραξίης ἐπιθυμίῃ·
洞窟や静寂を望むのは、決して狂人たちだけではなく、心の平穏を渇望して人間の営みを軽蔑するようになった人々もまた同様なのだ。
ὁκόταν γὰρ ὁ νοῦς ὑπὸ τῶν ἔξω φροντίδων κοπτόμενος ἀναπαῦσαι θελήσῃ τὸ σῶμα, τότε ταχέως ἐς ἡσυχίην μετήλλαξεν, εἶτα ἀναστὰς ὄρθριος ἐν ἑωυτῷ περιεσκόπει κύκλῳ χωρίον ἀληθείης, ἐν ᾧ οὐ πατὴρ, οὐ μήτηρ, οὐ γυνὴ, οὐ τέκνα, οὐ κασίγνητος, οὐ ξυγγενέες, οὐ δμῶες, οὐ τύχη, οὐχ ὅλως οὐδὲν τῶν θόρυβον ἐμποιησάντων·
なぜなら、外部の心配事に苛まれた理性が身体を休めたいと望むとき、それは速やかに静寂へと移行し、次いで夜明けに起き上がって、自身の内で「真理の領域」を隈なく見渡すからである。 そこには、父も、母も、妻も、子供も、兄弟も、親族も、召使いも、運命も存在せず、およそ騒動を引き起こすものは何一つ存在しない。
πάντα δ’ ἀποκεκλεισμένα τὰ ταράσσοντα ἕστηκεν ὑπὸ φόβου, οὐδὲ πλησιάσαι τολμέοντα ὑπ’ εὐλαβείης τῶν αὐτόθι ἐνοικεόντων·
動揺をもたらすものはすべて、恐れから締め出されたまま立っており、そこに住まう者たちへの畏敬ゆえに近づくことさえ敢えてしない。
οἰκέουσι δὲ τὸ χωρίον ἐκεῖνο καὶ τέχναι καὶ ἀρεταὶ παντοῖαι καὶ θεοὶ καὶ δαίμονες καὶ βουλαὶ καὶ γνῶμαι.
その領域には、あらゆる技術や徳、神々、精霊、熟慮、そして判断が住んでいるのである。
Καὶ ὁ μέγας πόλος ἐν ἐκείνῳ τῷ χωρίῳ τοὺς πολυκινήτους ἀστέρας κατέστεπται, εἰς ὃ τάχα καὶ Δημόκριτος ὑπὸ σοφίης μετῴκισται·
そして、偉大なる天球はその領域において、絶えず動き続ける星々を冠している。 デモクリトスもまた、知恵によっておそらくその場所へと移り住んだのだろう。
εἶτ’ οὐκ ἔτι ὁρέων τοὺς ἐν τῇ πόλει, ἅτε τηλοῦ ἐκδεδημηκὼς, δοξάζεται μανίης νοῦσον διὰ τὸ φιλέρημον·
こうして、彼は遠くへと旅立ったために、もはや市内の人々を見ることもなく、孤独を愛するがゆえに狂気という病にかかっていると思われているのだ。
σπεύδουσι δὲ Ἀβδηρῖται ἀργυρίου ἐξελεγχθῆναι, ὅτι οὐ ξυνιᾶσι Δημόκριτον.
しかしアブデラの人々は、デモクリトスを理解していないがために、金を惜しまぬことで自らの無知を暴露しようと躍起になっている。
Ἀλλὰ σύ γε ἡμῖν κατάρτυε τὴν ξενίην, ὦ ἑταῖρε Φιλοποίμην·
だが、友よ、フィロポイメンよ、あなたは私たちのために歓待の準備をしておいてくれ。
οὐ γὰρ ἐθέλω τεταραγμένῃ τῇ πόλι παρασχεῖν ὄχλησιν, ἐκ παλαιοῦ ἴδιον ἔχων ξένον σε, ὡς οἶσθα.
混乱している都市に迷惑をかけたくはないのだ。 知っての通り、私は古くからあなたを私自身の旧友としているのだから。
Ἔῤῥωσο.
健やかであれ。
§1313. Ἱπποκράτης Διονυσίῳ χαίρειν. Ἢ περίμεινόν με ἐν Ἁλικαρνασσῷ, ἢ φθάσον αὐτὸς ἐλθεῖν, ὦ ἑταῖρε·
13. Ἱπποκράτης Διονυσίῳ χαίρειν. 友よ、ハリカルナッソスで私を待つか、それともあなたが先にやって来てくれ。
κατὰ πᾶσαν γὰρ ἀνάγκην ἀπιτέον εἰς Ἄβδηράν μοι Δημοκρίτεω χάριν, ἐφ’ ὃν νοσέοντα μετεπέμψατό με ἡ πόλις.
というのも、私はどうしてもアブデラへ赴かねばならないからだ。 デモクリトスのために。 彼が病んでいるとして、都市が私を呼び寄せたのだ。
Ἄλεκτος γάρ τις ἡ συμπαθείη τῶν ἀνθρώπων, Διονύσιε·
ディオニュシオスよ、人々の同情というのは実に言い知れぬものだ。
ὡς μία ψυχὴ ξυννοσέει τῷ πολίτῃ·
彼らはまるで一つの魂であるかのように、その市民と共に病んでいる。
ὥστε μοι δοκέουσι καὶ αὐτοὶ θεραπείης δέεσθαι.
それゆえ、彼ら自身も治療を必要としているように私には思われるのだ。
Ἐγὼ δὲ οἶμαι οὐδὲ νοῦσον αὐτὴν εἶναι, ἀλλ’ ἀμετρίην παιδείης, οὐκ οὖσάν γε τῷ ὄντι ἀμετρίην, ἀλλὰ νομιζομένην τοῖσιν ἰδιώτῃσιν, ἐπεὶ οὐδέποτε βλαβερὸν τῆς ἀρετῆς τὸ ἄμετρον.
しかし私は、それ自体は病気などではなく、教養の度を超えた状態なのだと思う。 もちろん、実際にはそれは過剰などではなく、素人たちにそう見なされているにすぎない。 なぜなら、徳の過剰が害をなすことなど決してないのだから。
Δόξα δὲ νούσου γίνεται τὸ ὑπερβάλλον διὰ τὴν τῶν κρινόντων ἀπαιδευσίην·
病気であるという評判は、判断する者たちの無教養ゆえに、並外れたものに対して生じる。
δοκιμάζει δὲ ἕκαστος ἐξ ὧν αὐτὸς οὐκ ἔχει, τὸ ἐν ἄλλῳ πλεονάζον περισσεύειν·
なぜなら、各人は自分が持っていないものに基づいて、他者において満ち溢れているものを過剰であると判定するからだ。
ὥς που καὶ ὁ δειλὸς ἀμετρίην τὴν ἀνδρείην ὑπείληφε, καὶ ὁ φιλάργυρος τὴν μεγαλοψυχίην, καὶ πᾶσα ἔλλειψις ὑπερβάλλειν δοκέει τὸ ἀρετῆς ξύμμετρον.
おそらく、臆病者が勇気を過剰と見なし、守銭奴が寛大さをそう見なすように、あらゆる欠乏は、徳の適度を超え出たものと見なすのである。
Ἐκεῖνον μὲν οὖν αὐτὸν ἰδόντες μετὰ τῆς ἐνθένδε προγνώσιος, καὶ ἀκούσαντες τῶν λόγων αὐτοῦ, ἄμεινον εἰσόμεθα.
ともあれ、ここでの予断を持って彼自身に会い、その言葉を聞けば、私たちはよりよく理解することになるだろう。
Σὺ δὲ ἔπειξον, ὦ Διονύσιε, αὐτὸς παραγενέσθαι·
ディオニュシオス、あなた自身も急いで来てほしい。
βούλομαι γὰρ ἐνδιατρῖψαί σε τῇ πατρίδι μου, μέχρις ἂν ἐπανέλθω, ὅκως τῶν ἡμετέρων φροντιεῖς καὶ πρῶτον ἡμέων τῆς πόλιος·
私が戻るまでの間、私の祖国に滞在し、我が家のこと、そして何よりも私たちの都市のことを気にかけてほしいのだ。
ἐπειδὴ οὐκ οἶδ’ ὅκως ἐκ συντυχίης ὑγιεινὸν τὸ ἔτος ἐστὶ καὶ τὴν ἀρχαίην φύσιν ἔχον·
というのも、どういうわけか、今年は偶然にも健康に良い年であり、本来の気候を保っている。
ὥστε οὐδὲ πολλαὶ παρενοχλήσουσι νοῦσοι·
それゆえ、多くの病気が発生してあなたを煩わせることもないだろう。
πλὴν ὅμως πάριθι.
それでもやはり、来てほしい。
Οἰκήσεις δὲ τὴν ἐμὴν οἰκίην ὑπερευκαιρέουσαν, ἅτε καὶ τοῦ γυναίου μένοντος πρὸς τοῦς γονέας διὰ τὴν ἐμὴν ἐκδημίην.
あなたは私の家に住むことになるが、そこは非常に好都合だ。 私の留守中、妻は両親のところに身を寄せているのだから。
Ἐπισκόπει δὲ ὅμως καὶ τὰ ἐκεινης, ὅκως διάγῃ σωφρόνως καὶ μὴ τῇ τοῦ ἀνδρὸς ἀπουσίῃ ἄλλους ἄνδρας νομίσῃ·
しかしそれでも、彼女の様子も監督して、控えめに過ごしているか、夫の不在をいいことに他の男たちに関心を向けていないかを見守ってほしい。
κόσμιον μὲν γὰρ ἐξ ἀρχῆς ἦν, καὶ γονέας ἀστείους εἶχεν, τὸν δὲ πατέρα ἐκτόπως ἀνδρικόν τε καὶ μάλα μισοπόνηρον ὑπερφυῷς γερόντιον.
もともと彼女はしとやかであり、立派な両親に育てられた。 父親などは、並外れて気骨があり、悪を極端に嫌うまことに見事な老人なのだが。
Ἀλλ’ ὅμως αἰεὶ χρῄζει γυνὴ σωφρονίζοντος, ἔχει γὰρ φύσει τὸ ἀκόλαστον ἐν ἑωυτέῃ, ὅπερ, εἰ μὴ καθ’ ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρα καθυλομανέει.
だがそれでも、女というものは常に、自らを戒め正してくれる者を必要とする。 なぜなら、女はその本性の内に放縦さを宿しており、これが毎日切り詰められないなら、木々が繁茂しすぎるように野生化してしまうからだ。
Ἐγὼ δὲ φίλον οἴομαι ἀκριβέστερον γονέων ἐς φυλακὴν γυναικός·
そして私は、妻を監視するにあたっては、両親よりも友人の方がより厳密であると思う。
οὐ γὰρ ὡς ἐκείνοισι καὶ τουτέῳ ξυνοικέει πάθος εὐνοίης, δι’ οὗ πολλάκις ἐπισκιάζονται τὴν νουθεσίην·
友人には、両親のように盲目的な愛情の情念が同居していないため、両親の戒めがその愛情によってしばしば曇らされてしまうようなことがないからだ。
φρονιμώτερον δὲ ἐν παντὶ τὸ ἀπαθέστερον, ἅτε μὴ ἐπικλώμενον ὑπ’ εὐνοίης.
あらゆることにおいて、より情念に左右されないものの方が賢明である。 好意によって心が屈することがないのだから。
Ἔῤῥωσο.
健やかであれ。

語釈・文法注

  1. §12ὑπισχνεομένου σέο — 主節の動詞 ἥσθην(喜びを感じた)の原因を表す、名詞的あるいは時間・理由を表す属格独立構文(genitive absolute)である。現在分詞 ὑπισχνεομένου の意味上の主語は σέο(君が)である。
  2. §12διασαφηνέοντος τοῦ ἀνδρὸς — これも属格独立構文であり、先行する文の「(手紙に示されていたより)優れた希望を抱いている」という記述の理由を説明する節である。ὁ ἀνήρ(あの男、すなわちデモクリトス)を主語とし、彼が狂気ではなく「魂の並外れた頑健さ」を示しているという解釈の根拠となっている。
  3. §13ἀμετρίην παιδείης — 直訳すると「教養の無尺度・無節度(過剰)」であるが、この表現は通常は否定的な意味(度を越していること)を帯びつつも、続く部分(οὐκ οὖσάν γε τῷ ὄντι...「実際には過剰ではないが」)によって、徳においては「過剰」というものは存在しないことが説明される。パラドキシカルな肯定表現である。
  4. §13εἰ μὴ καθ’ ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρα καθυλομανέει — 条件節に希求法過去(ἐπικόπτοιτο)を用い、主節に直説法現在(καθυλομανέει)を用いる混合型条件文。一般的な心理や、女性の自然な本性が普遍的な法則(毎日手入れをしないと樹木が荒野化するように、直ちに放縦に向かうこと)として現在も適用されることを強調している。

この箇所を引用する

ヒポクラテス, 書簡、決議、演説 §12-13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:12-13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。