← ヒポクラテス

書簡、決議、演説

§11

アブデラ市民への返答と報酬の辞退

ヒポクラテスはアブデラ市民からの手紙に対し、デモクリトスの治療へ向かう意思を示すとともに、金銭的な報酬を辞退し、真の医術は自然と神々に仕える自由なものであるべきだと説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

​11. Ἱπποκράτης Ἀβδηριτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ὁ πολίτης ὑμέων Ἀμελησαγόρης ἦλθεν ἐς Κῶ, καὶ ἔτυχε τότ’ ἐοῦσα1 τῆς ῥάβδου ἡ ἀνάληψις ἐν ἐκείνῃ τῇ ἡμέρῃ καὶ ἐτήσιος ἑορτὴ, ὡς ἴστε, πανήγυρις ἡμῖν καὶ πομπὴ πολυτελὴς ἐς κυπάρισσον, ἣν ἔθος ἀνάγειν τοῖς τῷ θεῷ προσήκουσιν. Ἐπεὶ δὲ σπουδάζειν ἐῴκει καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῆς προσόψιος ὃ Ἀμελησαγόρης, πεισθεὶς, ὅπερ ἦν, ἐπείγειν τὸ πρῆγμα, ἀνέγνων τε ὑμέων τὴν ἐπιστολὴν, καὶ ἐθαύμασά ὅτε περὶ ἑνὸς ἀνθρώπου ὡς εἷς ἄνθρωπος ἡ πόλις θορυβεῖσθε. Μακάριοί γε δῆμοι ὁκόσοι ἴσασι τοὺς ἀγαθοὺς ἄνδρας ἐρύματα ἑωυτῶν, καὶ οὐ τοὺς πύργους οὐδὲ τὰ τείχεα, ἀλλὰ σοφῶν ἀνδρῶν σοφὰς γνώμας. Ἐγὼ δὲ πειθόμενος τέχνας μὲν εἶναι θεῶν χάριτας, ἀνθρώπους δὲ ἔργα φύσιος, καὶ μὴ νεμεσήσητε, ἄνδρες Ἀβδηρῖται, οὐχ ὑμᾶς δοκέω, ἀλλὰ φύσιν αὐτὴν καλέειν με2 ἀνασώσασθαι ποίημα ἑωυτῆς, κινδυνεῦον ὑπὸ νόσου διαπεσεῖν. Ὥστε πρὸ ὑμέων ἐγὼ νῦν φύσει καὶ θεοῖς ὑπακούων σπεύδω νοσέοντα Δημόκριτον ἰήσασθαι, εἴπερ δὴ καὶ τοῦτο νοῦσος ἐστὶν, ἀλλὰ μὴ ἀπάτῃ συσκιάζεσθε, ὅπερ εὔχομαι· καὶ γένοιτο πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον καὶ πρὸς ὑπόνοιαν ταραχθῆναι.3 Ἀργύριον δὲ μοι ἐρχομένῳ οὔτ’ ἂν φύσις οὔτ’ ἂν θεὸς ὑπόσχοιτο, ὥστε μηδ’ ὑμεῖς, ἀνέρες Ἀβδηρῖται, βιάζεσθε, ἀλλ’ ἐᾶτε ἐλευθέρης τέχνης ἐλεύθερα καὶ τὰ ἔργα. Οἱ δὲ μισθαρνεῦντες δουλεύειν ἀναγκάζουσι τὰς ἐπιστήμας, ὥσπερ ἐξανδραποδίζοντες αὐτὰς ἐκ τῆς προτέρης παῤῥησίης· εἶθ’ ὡς εἰκὸς καὶ ψεύσαιντο ἂν ὡς περὶ μεγάλης νούσου, καὶ ἀρνηθεῖεν ἂν ὡς περὶ σμικρῆς, καὶ οὐκ ἂν ἔλθοιεν ὑποσχόμενοι, καὶ πάλιν ἔλθοιεν μὴ κληθέντες. Οἰκτρός γε ὁ τῶν ἀνθρώπων βίος, ὅτι δι’ ὅλου αὐτοῦ ὡς πνεῦμα χειμέριον ἡ ἀφόρητος φιλαργυρίη διαδέδυκεν, ἐφ’ ἣν εἴθε μᾶλλον ἄπαντες ἰητροὶ ξυνῄεσαν4 ἐλθόντες ἀποθεραπεῦσαι χαλεπωτέρην μανίης νοῦσον, ὅτι καὶ μακαρίζεται νοῦσος ἐοῦσα καὶ κακοῦσα. Οἶμαι δὲ ἔγωγε καὶ τὰ τῆς ψυχῆς νουσήματα πάντα μανίας εἶναι σφοδρὰς ἐμποιούσας δόξας τινὰς καὶ φαντασίας τῷ λογισμῷ, ὧν ὁ δι’ ἀρετῆς ἀποκαθαρθεὶς ὑγιάζεται. Ἐγὼ δὲ εἰ πλουτέειν ἐξ ἅπαντος ἐβουλόμην, ὦ ἄνδρες Ἀβδηρῖται, οὐκ ἂν εἵνεκα δέκα ταλάντων διέβαινον πρὸς ὑμέας, ἀλλ’ ἐπὶ τὸν μέγαν ἂν ἠρχόμην5 Περσέων βασιλέα, ἔνθα πόλιες ὅλαι προσῄεσαν τῆς ἐξ ἀνθρώπων εὐδαιμονίης γεγεμισμέναι· ἰῴμην δ’ ἂν τὸν ἐκεῖ λοιμὸν ἀνιὼν, ἀλλ’ ἀπηρνησάμην ἐχθρὴν Ἑλλάδι χώρην ἐλευθερῶσαι κακῆς νούσου, κᾀγὼ τό γε ἐπ’ ἐμοὶ καταναυμαχῶν τοὺς βαρβάρους· εἶχον δ’ ἂν αἰσχύνην τὸν παρὰ βασιλέως πλοῦτον καὶ πατρίδος ἐχθρὴν περιουσίην, περιεκείμην δ’ ἂν αὐτὰ, ὡς ἑλέπολις τῆς Ἑλλάδος ὑπάρχων. Οὐκ ἔστι πλοῦτος τὸ πανταχόθεν χρηματίζεσθαι· μεγάλα γὰρ ἱερὰ τῆς ἀρετῆς ἐστὶν ὑπὸ δικαιοσύνης οὐ κρυπτόμενα, ἀλλ’ ἐμφανέα ἐόντα· ἢ οὐκ οἴεσθε ἴσον ἁμάρτημα εἶναι σώζειν πολεμίους καὶ φίλους ἰᾶσθαι μισθοῦ; ἀλλ’ οὐχ ὧδε ἔχει τὰ ἡμέτερα, ὦ δῆμε, οὐ καρποῦμαι νούσους, οὐδὲ δι’ εὐχῆς ἤκουσα τὴν Δημοκρίτεω παράκρουσιν, ὃς, εἴτε ὑγιαίνει, φίλος ἔσται, εἴτε νοσέει, θεραπευθεὶς, πλέον ὑπάρξει. Πυνθάνομαι δὲ αὐτὸν ἐμβριθέα καὶ στεῤῥὸν τὰ ἤθεα, καὶ τῆς ὑμετέρης πόλιος ἐόντα κόσμον. Ἔῤῥωσθε.

​11. ヒポクラテス、アブデラの評議会と民衆に挨拶を送る。 あなた方の市民アメリサゴラスがコス島へやって来たが、その日はたまたま我々の間で、あなた方も知る通り、イトスギの神聖な森への豪華な行列と大祝祭が行われる、神に仕える者たちが執り行う習慣となっている年に一度の祝拝である「杖の奉納」の日に当たっていた。アメリサゴラスが言葉からもその顔つきからも真剣であるように見え、実際その通りであったのだが、事態が急を要すると確信したため、私はあなた方の手紙を読み、一人の人間のために、まるで一つの生命であるかのように都市全体が動揺していることに驚嘆した。優れた人々を自分たちの城壁や塔ではなく、賢者たちの賢明な意見こそが自らの守りであると知っている民衆は、なんと幸福なことだろう。私は、技術は神々の恵みであり、人間は自然の作品であると確信している。アブデラの人々よ、腹を立てないでほしい。私は、あなた方が私を呼んでいるのではなく、自然そのものが、病によって崩壊しかかっている自らの作品を救い出すために、私を呼んでいるのだと思う。それゆえ、あなた方に先んじて、私は今、自然と神々に従い、病めるデモクリトスを治療するために急ぐ。もしこれが本当に病気であるならばの話だが。だが、あなた方が誤解によって曇らされていないことを私は願うし、実際そうであることを祈る。そして、この疑念に対して動揺したこと自体が、あなた方の内にある好意のより大いなる証拠となりますように。行こうとする私に対して、自然も神も金銭を約束してはくれない。それゆえ、アブデラの人々よ、あなた方も私にそれを強いないでくれ。自由な技術の働きもまた、自由なままにしておくがよい。報酬を得て働く者たちは、知識を奴隷化させ、それらを以前の自由な立場から引き離して売り払うかのようである。その結果、当然のことながら、彼らは大病であると偽ることもあれば、軽い病気であると否定することもあり、約束をしながら来ないこともあれば、呼ばれてもいないのに再びやって来ることもある。人間の生涯はまことに哀れである。なぜなら、その全体を通じて、耐えがたい金銭欲が冬の嵐のように染み込んでおり、これに対してこそ、すべての医師が集まって狂気よりも過酷なこの病を治療すべきであったのに。それが病であり害悪をなすものであるにもかかわらず、人々から祝福されているのだから。私は、魂の病もすべて激しい狂気であり、理性に何らかの思い込みや妄想を植え付けるものであると思う。それらの病から、徳によって浄化された者は健康を取り戻すのである。もし私がどうしても富まんと望んでいたならば、アブデラの人々よ、私は10タラントンのためにあなた方のもとへ渡って来ることはせず、ペルシアの大王のもとへ行っただろう。そこでは、俗世の幸福に満ちた都市全体が私の治療を求めてやって来たはずなのだ。私はそこへ行って疫病を治療しただろう。しかし、私はギリシアにとって敵である国を悪しき病から解放することを拒絶した。私自身、私にできる方法で蛮族たちと戦い抜くために。というのも、王から得た富、また祖国の敵である者の財産を私は恥としたであろうし、私がギリシアを攻め滅ぼす攻城兵器であるかのように、それらの富を身にまとっていただろうから。あらゆる手段で金儲けをすることは富ではない。なぜなら、徳の偉大な聖所は正義によって隠されることなく、むしろ明白なものだからだ。それとも、敵を救うことと、友を報酬のために治療することは、同等の過ちであるとは思わないか。しかし、我々のあり方はそうではない、民衆よ。私は病気から利益を得ることはしないし、デモクリトスの錯乱を望んでそれを聞いたわけでもない。彼は、もし健康であるなら友となるだろうし、もし病気であるなら、治療されて、なおいっそうの友となるだろうから。私は、彼の品性が重厚で堅固であり、あなた方の都市の誉れであることを聞き及んでいる。健やかであれ。

構文注5 件
  1. 11ἔτυχε τότ’ ἐοῦσα

    動詞 τυγχάνω に現在分詞 ἐοῦσα(イオニア方言、アッティカ方言の οὖσα に相当)が結合したもので、「たまたま~であった」という事実を表す。分詞の主語は後続する ἡ ἀνάληψις および ἑορτή である。

  2. 11οὐχ ὑμᾶς δοκέω, ἀλλὰ φύσιν αὐτὴν καλέειν με

    主節の動詞 δοκέω(~と思う)の対格不定詞構文。対格の主体は ὑμᾶς(否定)と φύσιν αὐτὴν(肯定)、不定詞は καλέειν であり、全体で「あなた方が私を呼んでいるのではなく、自然そのものが私を呼んでいるのだと私は思う」という対比構造を成している。

  3. 11καὶ γένοιτο πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον καὶ πρὸς ὑπόνοιαν ταραχθῆναι

    願望を表す希求法 γένοιτο の文。文の主語は冠詞が省略された冠詞付き不定詞に相当する καὶ ... ταραχθῆναι(疑念に対して動揺したこと)であり、補語が πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον(あなた方の好意のより大いなる証拠)である。比較の属格 εὐνοίας が πλέον にかかっている。

  4. 11εἴθε μᾶλλον ἄπαντες ἰητροὶ ξυνῄεσαν

    小辞 εἴθε と直説法過去(未完了過去 ξυνῄεσαν)の結合による、現在または過去における実現不可能な願望(「~であったならよかったのに」)を表す表現。実際には医師たちが金銭欲を治療するために集まることはないという反実的なニュアンスを持つ。

  5. 11εἰ πλουτέειν ἐξ ἅπαντος ἐβουλόμην ... οὐκ ἂν ... διέβαινον ..., ἀλλ’ ... ἂν ἠρχόμην

    εἰ + 直説法過去(ἐβουλόμην)、帰結節に ἄν + 直説法過去(διέβαινον, ἠρχόμην)を用いた反実仮想文。「もしどうしても富みたいと望んでいたならば(実際はそう望んでいない)、渡って来なかっただろうし、むしろ行っただろう」という文脈における現在の継続的状態または過去の事実に対する反実的仮定を記述している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:11