§1010. Ἀβδηριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος Ἱπποκράτει χαίρειν.
10. アブデラの評議会と民衆、ヒポクラテスに挨拶を送る。
Κινδυνεύεται τὰ μέγιστα τῇ πόλει νῦν, Ἱππόκρατες, ἀνὴρ τῶν ἡμετέρων, ὃς καὶ τῷ παρόντι χρόνῳ καὶ τῷ μέλλοντι αἰεὶ κλέος ἠλπίζετο τῇ πόλει·
ヒポクラテスよ、今や我が都市において、最大の危機が生じている。 我らと同邦の者であり、現在においても将来においても、常に我が都市に名声をもたらすと期待されていた一人の男の身に。
μηδὲ νῦν ὅδε, πάντες θεοὶ, φθονηθείη·
すべての神々よ、この男が今になってその知恵ゆえに嫉妬を買うようなことがありませんように。
οὕτως ὑπὸ πολλῆς τῆς κατεχούσης αὐτὸν σοφίης νενόσηκεν, ὥστε φόβος οὐχ ὁ τυχὼν, ἂν φθαρῇ τὸν λογισμὸν Δημόκριτος, ὄντως δὴ τὴν πόλιν ἡμῶν Ἀβδηριτῶν καταλειφθήσεσθαι.
彼は、自身を支配しているあまりにも過剰な知恵によって病にかかってしまい、そのために、もしデモクリトスが理性を失うならば、我がアブデラの都市は本当に荒廃したまま見捨てられることになるのではないかという、尋常ならざる恐怖を我々が抱くほどなのである。
Ἐκλαθόμενος γὰρ ἁπάντων καὶ ἑωυτοῦ πρότερον, ἐγρηγορὼς καὶ νύκτα καὶ ἡμέρην, γελῶν ἕκαστα μικρὰ καὶ μεγάλα, καὶ μηδὲν οἰόμενος εἶναι τὸν βίον ὅλον διατελεῖ.
なぜなら彼は、他のすべてのこと、そして何よりも自分自身のことさえも忘れ去り、夜も昼も目を覚ましたまま、大小を問わずあらゆる出来事を笑い飛ばし、人生全体など無に等しいと考えながら過ごしているからだ。
Γαμεῖ τις, ὁ δὲ ἐμπορεύεται, ὁ δὲ δημηγορεῖ, ἄλλος ἄρχει, πρεσβεύει, χειροτονεῖται, ἀποχειροτονεῖται, νοσεῖ, τιτρώσκεται, τέθνηκεν, ὁ δὲ γελᾷ πάντα, τοὺς μὲν κατηφεῖς τε καὶ σκυθρωποὺς, τοὺς δὲ χαίροντας ὁρῶν.
ある者は結婚し、ある者は商売に励み、ある者は民衆の前で演説し、またある者は役職に就き、使節となり、選出され、あるいは解任され、病にかかり、傷を負い、あるいは死ぬ。 しかし彼は、うなだれて陰鬱な顔をしている者たちや、喜んでいる者たちを見ながら、そのすべてを笑い飛ばすのだ。
Ζητεῖ δὲ ὁ ἀνὴρ καὶ περὶ τῶν ἐν ᾍδου, καὶ γράφει ταῦτα, καὶ εἰδώλων φησὶ πλήρη τὸν ἠέρα εἶναι, καὶ ὀρνέων φωνὰς ὠτακουστεῖ, καὶ πολλάκις νύκτωρ ἐξαναστὰς μοῦνος ἡσυχῇ ᾠδὰς ᾄδοντι ἔοικε, καὶ ἀποδημεῖν ἐνίοτε λέγει ἐς τὴν ἀπειρίην, καὶ Δημοκρίτους εἶναι ὁμοίους ἑωυτῷ ἀναριθμήτους, καὶ συνδιεφθορὼς τῇ γνώμῃ τὸ χρῶμα ζῇ.
さらにこの男は、冥府にあるものごとについても探究してはそれを書き記し、空気は幻影で満ちていると言い、鳥の声を盗み聞きし、しばしば夜中に起き上がっては、ただ一人静かに歌を歌っているかのように見え、時には無限へと旅立つと言い、自分と同じようなデモクリトスが数限りなく存在すると語り、精神とともに血色も損なわれた状態で生きている。
Ταῦτα φοβούμεθα, Ἱππόκρατες, ταῦτα ταραττόμεθα, ἀλλὰ σῶζε, καὶ ταχὺς ἐλθὼν νουθέτησον τὴν ἡμῶν πατρίδα, μηδὲ ἡμᾶς ἀποβάλῃς·
ヒポクラテスよ、我々はこれらのことを恐れ、これらのことに動揺している。 しかし、救ってくれ。 速やかに来て我が祖国を正気に戻し、我らを見捨てないでくれ。
καὶ γὰρ οὐδὲ ἀπόβλητοί ἐσμεν, καὶ ἐν ἡμῖν μαρτυρία κεῖται.
我々は決して見捨てられるべき者たちではなく、我々の中にはその価値の証拠があるからだ。
Οὐκ ἂν ἁμάρτοις οὔτε δόξης τῆς ἐπ’ αὐτῷ περισωθέντι οὔτε χρημάτων οὔτε παιδείας, καίτοι τὰ παιδείης πολλῷ σοι βελτίω τῶν τῆς τύχης.
もし彼が救い出されたなら、あなたは彼に対する名声も、謝礼の金銭も、教養も、決して失うことはないだろう。 もっとも、教養に関する事柄は、あなたにとって運による富よりもはるかに価値があるのだが。
Ἀλλ’ οὖν καὶ ταῦτα συχνὰ παρ’ ἡμῶν καὶ ἄφθονα γενήσεται.
だが、それでも、こうした富も我々から十分に、惜しみなく与えられるであろう。
Τῆς γὰρ Δημοκρίτεω ψυχῆς, ἀλλ’ οὐδ’ εἰ χρυσὸς ἦν, ἡ πόλις ἀνταξία σου ἐλεύσιος, οὐδ’ ὁτιοῦν ἀφυστερήσαντος.
デモクリトスの魂のためなら、たとえそれがすべて金であったとしても、我が都市はそれごと差し出されあなたの来訪の対価となる。 あなたが何一つ不足することのないよう。
Τοὺς νόμους ἡμῶν δοκοῦμεν νοσεῖν, Ἱππόκρατες, τοὺς νόμους παρακόπτειν.
ヒポクラテスよ、我々は我が国の法が病み、法が狂気に陥っているように思われるのだ。
Ἴθι θεραπεύσων, ἀνδρῶν φέριστε, ἄνδρα ἀρίσημον, οὐκ ἰητρὸς, ἀλλὰ κτίστης ἐὼν ὅλης τῆς Ἰωνίης, περιβάλλων ἡμῖν ἱερώτερον τεῖχος.
最も優れた人よ、この極めて著名な男を治療しに来てくれ。 あなたは単なる医師としてではなく、イオニア全体の建国者として、我々により神聖な城壁を巡らせてくれることになるのだから。
Πόλιν, οὐκ ἄνδρα θεραπεύσεις, βουλὴν δὲ νοσοῦσαν καὶ κινδυνεύουσαν ἀποκλεισθῆναι, μέλλεις ἀνοιγνύναι, αὐτὸς νομοθέτης, αὐτὸς δικαστὴς, αὐτὸς ἄρχων, αὐτὸς σωτὴρ, καὶ τούτων τεχνίτης ἀφίξῃ.
あなたは一人の男ではなく、一つの都市を治療することになる。 そして、病んで閉ざされようとしている評議会を、あなたは開き直すことになる。 あなた自身が立法者、裁判官、執政官、そして救済者であり、これらすべての専門家としてやって来るのだ。
Ταῦτά σε προσδοκῶμεν, Ἱππόκρατες, ταῦτα καὶ γένοιο ἐλθών.
ヒポクラテスよ、我々はあなたにこれらを期待している。 そして、あなたが来て、その通りの存在となってほしい。
Μία πόλεων οὐκ ἄσημος, μᾶλλον δὲ ἡ Ἑλλὰς ὅλη δεῖται σου φυλάξαι σῶμα σοφίης.
名もなきわけではない一都市だけでなく、むしろギリシア全土が、知恵の具現を守るためにあなたを必要としているのだ。
Αὐτὴν δὲ δόκει παιδείαν πρεσβεύειν πρὸς σὲ τῆς παρακοπῆς ταύτης ἀπαλλαγῆναι δεομένην.
教養そのものが、この狂気から解放されることを求めて、あなたに使節を送っているのだと考えなさい。
Ξυγγενὲς μὲν οὖν, ὡς ἔοικε, πᾶσι σοφίη, τοῖς δ’ ἐγγυτέρω κεχωρηκόσιν αὐτῆς ὥσπερ ἡμῖν καὶ μάλα πλέον.
思うに、知恵はすべての人に親しいものであるが、我々のように知恵に近く歩み寄った者たちにとっては、いっそう強くそうなのだ。
Εὖ ἴσθι, χαριεῖ καὶ τῷ μέλλοντι αἰῶνι μὴ προεκλιπὼν Δημόκριτον ἧς ἐλπίζει προτερήσειν ἀληθείης.
よく知っておくがよい。 デモクリトスを見捨てることなく、彼が到達しようと望んでいる真理へと導くなら、あなたは未来の世代に対しても恩恵を施すことになるのだ。
Σὺ γὰρ Ἀσκληπιῷ προσπέπλεξαι γένος καὶ τέχνην, ὁ δὲ Ἡρακλέους ἔστιν ἀδελφιδοῦς, ἀφ’ οὗ Ἄβδηρος, ὥς που πυνθάνῃ πάντως, ᾧ ἐπώνυμος ἡ πόλις, ὥστε κᾀκείνῳ χάρις ἡ Δημοκρίτου γένοιτ’ ἄν ἴησις.
なぜなら、あなたは血統においても技術においてもアスクレピオスに連なっており、我が都市の名祖であるアブデロスは――あなたもきっとどこかで聞いているだろうが――ヘラクレスの甥なのだから。 それゆえ、デモクリトスを治療することは、アブデロスに対する感謝にもなるのだ。
Ὁρῶν οὖν, ὦ Ἱππόκρατες, εἰς ἀναισθησίαν ἀποῤῥέοντα καὶ δῆμον καὶ ἄνδρα ἀρίσημον, σπεῦδε πρὸς ἡμέας, δεόμεθα.
それゆえ、ヒポクラテスよ、民衆も、そしてこの極めて著名な男もともに正気を失いつつあるのを見て、どうか我々のもとへと急いでくれ、頼む。
Φεῦ, ὡς καὶ τὰ ἀγαθὰ περιττεύσαντα νοῦσοι τυγχάνουσιν·
ああ、善きものでさえ、過剰になれば病となるのだ!
ὁ Δημόκριτος γὰρ ὅσον ἐῤῥώσθη πρὸς ἄκρα σοφίης, ἴσα κινδυνεύει νῦν ἀποπληξίᾳ διανοίας καὶ ἠλιθιότητι κεκακῶσθαι.
デモクリトスは、知恵の極みに向かって強く育った分だけ、今や精神の麻痺と愚行によって損なわれる危険に等しくさらされているからだ。
Οἱ δ’ ἄλλοι ὅσοι πολλοὶ εἰσὶν Ἀβδηριτῶν, μείναντες ἐν ἀπαιδευσίῃ, τόν γε κοινὸν κατέχουσι νοῦν, ἀλλὰ νῦν γε φρονιμώτεροι νοῦσον σοφοῦ κρίνειν, οἱ πρὶν ἄφρονες.
アブデラ市民の多数を占める他の者たちは、無教養にとどまりながらも、少なくとも共通の感覚は保っている。 しかし、かつては愚かであった彼らも、今や賢者の病を判断する点においては、より賢くなっているのだ。
Ἴθι οὖν μετὰ Ἀσκληπιοῦ πατρὸς, ἴθι μετὰ Ἡρακλέους θυγατρὸς Ἠπιόνης, ἴθι μετὰ παίδων τῶν ἐπὶ Ἴλιον στρατευσαμένων, ἴθι νῦν παιώνια νούσου φέρων ἄκη.
それゆえ、父アスクレピオスとともに来てください。 ヘラクレスの娘エピオネとともに来てください。 イリオンへ遠征した彼らの息子たちとともに来てください。 今こそ病を癒やす薬を持って来てください。
Εὐκαρπήσει δὲ γῆ ῥίζας καὶ βοτάνας, ἀλεξιφάρμακα μανίης ἄνθη·
大地は根や草、狂気を防ぐ花々を豊かに実らせるだろう。
σχεδὸν οὐδέποτε γονιμώτερον εὐφορήσουσιν οὔτε γῆ οὔτε ὀρέων ἀκρώρειαι ἢ νῦν Δημοκρίτῳ τὰ πρὸς τὴν ὑγείην.
大地も山々の頂も、デモクリトスの健康に必要なものを、今ほど豊かに、実り多く実らせることはないだろう。
Ἔῤῥωσο.
健やかであれ。