Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §11

致阿布德拉人的复信与谢绝酬金

第 4 段,共 21 段 · 希腊语

内容简介

希波克拉底回复了阿布德拉人的来信,表达了医治德谟克利特的意愿,同时谢绝了金钱酬劳,并强调真正的医术应当是服务于自然与神明的自由技艺。

§1111. Ἱπποκράτης Ἀβδηριτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.
11. 希波克拉底致阿布德拉的议会与民众:问候。
Ὁ πολίτης ὑμέων Ἀμελησαγόρης ἦλθεν ἐς Κῶ, καὶ ἔτυχε τότ’ ἐοῦσα τῆς ῥάβδου ἡ ἀνάληψις ἐν ἐκείνῃ τῇ ἡμέρῃ καὶ ἐτήσιος ἑορτὴ, ὡς ἴστε, πανήγυρις ἡμῖν καὶ πομπὴ πολυτελὴς ἐς κυπάρισσον, ἣν ἔθος ἀνάγειν τοῖς τῷ θεῷ προσήκουσιν.
你们的公民阿美利萨戈拉斯来到了科斯岛,那天正好逢我们举行“手杖的奉献”仪式,正如你们所知,这是一年一度的节日,是我们的大型集会,以及前往柏树圣林的高贵游行,按照惯例,这是由侍奉神明的人们所主持的。
Ἐπεὶ δὲ σπουδάζειν ἐῴκει καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῆς πρσσόψιος ὃ Ἀμελησαγόρης, πεισθεὶς, ὅπερ ἦν, ἐπείγειν τὸ πρῆγμα, ἀνέγνων τε ὑμέων τὴν ἐπιστολὴν, καὶ ἐθαύμασά ὅτε περὶ ἑνὸς ἀνθρώπου ὡς εἷς ἄνθρωπος ἡ πόλις θορυβεῖσθε.
但由于阿美利萨戈拉斯无论从言谈还是神色上看都显得十分焦急,而事实也的确如此,我确信事态紧急,便阅读了你们的来信。 我十分惊叹,为了一个人,整个城邦竟像一个单一的生命一样骚动起来。
Μακάριοί γε δῆμοι ὁκόσοι ἴσασι τοὺς ἀγαθοὺς ἄνδρας ἐρύματα ἑωυτῶν, καὶ οὐ τοὺς πύργους οὐδὲ τὰ τείχεα, ἀλλὰ σοφῶν ἀνδρῶν σοφὰς γνώμας.
那些知道优秀的男子是自己的防壁——不是塔楼和城墙,而是智者们贤明的意见——的民众,是多么幸福啊。
Ἐγὼ δὲ πειθόμενος τέχνας μὲν εἶναι θεῶν χάριτας, ἀνθρώπους δὲ ἔργα φύσιος, καὶ μὴ νεμεσήσητε, ἄνδρες Ἀβδηρῖται, οὐχ ὑμᾶς δοκέω, ἀλλὰ φύσιν αὐτὴν καλέειν με ἀνασώσασθαι ποίημα ἑωυτῆς, κινδυνεῦον ὑπὸ νόσου διαπεσεῖν.
而我,坚信技艺是神明的恩赐,人则是自然的杰作。 阿布德拉的人们啊,请勿见怪,我认为并非是你们,而是自然本身在召唤我,去拯救她自己的造物,那因疾病而面临崩溃危机的造物。
Ὥστε πρὸ ὑμέων ἐγὼ νῦν φύσει καὶ θεοῖς ὑπακούων σπεύδω νοσέοντα Δημόκριτον ἰήσασθαι, εἴπερ δὴ καὶ τοῦτο νοῦσος ἐστὶν, ἀλλὰ μὴ ἀπάτῃ συσκιάζεσθε, ὅπερ εὔχομαι· καὶ γένοιτο πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον καὶ πρὸς ὑπόνοιαν ταραχθῆναι.
因此,我先于你们,如今顺从自然与诸神,急忙前去医治生病的德谟克利特,如果这确实是疾病的话;但我祈祷你们没有被误解所蒙蔽,这也是我所期盼的;愿你们哪怕因怀疑而动摇,也能成为你们心中善意的更大证明。
Ἀργύριον δὲ μοι ἐρχομένῳ οὔτ’ ἂν φύσις οὔτ’ ἂν θεὸς ὑπόσχοιτο, ὥστε μηδ’ ὑμεῖς, ἀνέρες Ἀβδηρῖται, βιάζεσθε, ἀλλ’ ἐᾶτε ἐλευθέρης τέχνης ἐλεύθερα καὶ τὰ ἔργα.
对于前来的我,自然和神明都不会许诺金钱,因此,阿布德拉的人们啊,你们也不要强迫我,就让自由技艺的工作同样保持自由吧。
Οἱ δὲ μισθαρνεῦντες δουλεύειν ἀναγκάζουσι τὰς ἐπιστήμας, ὥσπερ ἐξανδραποδίζοντες αὐτὰς ἐκ τῆς προτέρης παῤῥησίης· εἶθ’ ὡς εἰκὸς καὶ ψεύσαιντο ἂν ὡς περὶ μεγάλης νούσου, καὶ ἀρνηθεῖεν ἂν ὡς περὶ σμικρῆς, καὶ οὐκ ἂν ἔλθοιεν ὑποσχόμενοι, καὶ πάλιν ἔλθοιεν μὴ κληθέντες.
那些为了赏金而工作的人,强行使知识沦为奴隶,仿佛将它们从先前的自由立场中剥夺并出卖;随后,正如预料的那样,他们可能会在大病上撒谎,也可能会在轻病上予以否认,他们可能承诺了却不来,也可能在未被邀请时再次前来。
Οἰκτρός γε ὁ τῶν ἀνθρώπων βίος, ὅτι δι’ ὅλου αὐτοῦ ὡς πνεῦμα χειμέριον ἡ ἀφόρητος φιλαργυρίη διαδέδυκεν, ἐφ’ ἣν εἴθε μᾶλλον ἄπαντες ἰητροὶ ξυνῄεσαν ἐλθόντες ἀποθεραπεῦσαι χαλεπωτέρην μανίης νοῦσον, ὅτι καὶ μακαρίζεται νοῦσος ἐοῦσα καὶ κακοῦσα.
人类的生涯真是可怜,因为在整个人生中,难以忍受的贪财就像冬日的狂风一样渗透其中。 面对这种贪财,真希望所有的医师能共同前来,治愈这种比疯狂更难治的疾病,因为它虽是疾病并带来危害,却反被人们视为幸福。
Οἶμαι δὲ ἔγωγε καὶ τὰ τῆς ψυχῆς νουσήματα πάντα μανίας εἶναι σφοδρὰς ἐμποιούσας δόξας τινὰς καὶ φαντασίας τῷ λογισμῷ, ὧν ὁ δι’ ἀρετῆς ἀποκαθαρθεὶς ὑγιάζεται.
我个人认为,灵魂的所有疾病也都是剧烈的疯狂,在理性中产生某些成见和幻想,而通过美德得以净化的人将从中恢复健康。
Ἐγὼ δὲ εἰ πλουτέειν ἐξ ἅπαντος ἐβουλόμην, ὦ ἄνδρες Ἀβδηρῖται, οὐκ ἂν εἵνεκα δέκα ταλάντων διέβαινον πρὸς ὑμέας, ἀλλ’ ἐπὶ τὸν μέγαν ἂν ἠρχόμην Περσέων βασιλέα, ἔνθα πόλιες ὅλαι προσῄεσαν τῆς ἐξ ἀνθρώπων εὐδαιμονίης γεγεμισμέναι· ἰῴμην δ’ ἂν τὸν ἐκεῖ λοιμὸν ἀνιὼν, ἀλλ’ ἀπηρνησάμην ἐχθρὴν Ἑλλάδι χώρην ἐλευθερῶσαι κακῆς νούσου, κᾀγὼ τό γε ἐπ’ ἐμοὶ καταναυμαχῶν τοὺς βαρβάρους· εἶχον δ’ ἂν αἰσχύνην τὸν παρὰ βασιλέως πλοῦτον καὶ πατρίδος ἐχθρὴν περιουσίην, περιεκείμην δ’ ἂν αὐτὰ, ὡς ἑλέπολις τῆς Ἑλλάδος ὑπάρχων.
阿布德拉的人们啊,如果我无论如何都想致富,我绝不会为了十个塔兰同而渡海来到你们这里,而是会去波斯大王那里,在那里,整座整座的城邦都装满了人世间的幸福而前来求医;我本可以前往那里治愈瘟疫,但我拒绝将一个对希腊充满敌意的国家从恶疾中解放出来,我自己也在能力所及范围内与野蛮人战斗;因为我会为来自大王的财富和对祖国敌对的富足感到羞耻,我会像是一座针对希腊的攻城槌一样将它们穿戴在身。
Οὐκ ἔστι πλοῦτος τὸ πανταχόθεν χρηματίζεσθαι· μεγάλα γὰρ ἱερὰ τῆς ἀρετῆς ἐστὶν ὑπὸ δικαιοσύνης οὐ κρυπτόμενα, ἀλλ’ ἐμφανέα ἐόντα· ἢ οὐκ οἴεσθε ἴσον ἁμάρτημα εἶναι σώζειν πολεμίους καὶ φίλους ἰᾶσθαι μισθοῦ;
从各处谋取钱财并非财富;因为美德的伟大圣所并不会被正义遮蔽,而是显而易见的;难道你们不认为,拯救敌人和为了酬金医治朋友是同等的罪过吗?
ἀλλ’ οὐχ ὧδε ἔχει τὰ ἡμέτερα, ὦ δῆμε, οὐ καρποῦμαι νούσους, οὐδὲ δι’ εὐχῆς ἤκουσα τὴν Δημοκρίτεω παράκρουσιν, ὃς, εἴτε ὑγιαίνει, φίλος ἔσται, εἴτε νοσέει, θεραπευθεὶς, πλέον ὑπάρξει.
但我们的方式并非如此,民众啊,我不从疾病中获取果实,也并非抱着期盼听闻德谟克利特的失常。 他若健康,将成为朋友;他若生病,治愈之后,将成为更深厚的朋友。
Πυνθάνομαι δὲ αὐτὸν ἐμβριθέα καὶ στεῤῥὸν τὰ ἤθεα, καὶ τῆς ὑμετέρης πόλιος ἐόντα κόσμον.
我听闻他的品性庄重而坚毅,是你们城邦的荣耀。
Ἔῤῥωσθε.
祝身体健康。

词汇与语法注释

  1. ¦p.326¦ἔτυχε τότ’ ἐοῦσα — 动词 τυγχάνω 与现在分词 ἐοῦσα(伊奥尼亚方言,相当于雅典方言的 οὖσα)结合,表示“碰巧是……”。分词的主语是后文的 ἡ ἀνάληψις 和 ἑορτή。
  2. ¦p.326¦οὐχ ὑμᾶς δοκέω, ἀλλὰ φύσιν αὐτὴν καλέειν με — 主句动词 δοκέω(认为)所带的“对格加不定式”结构。对格的主体是 ὑμᾶς(否定)与 φύσιν αὐτὴν(肯定),不定式为 καλέειν,整体构成对比结构:“我认为不是你们在召唤我,而是自然本身在召唤我”。
  3. ¦p.326¦καὶ γένοιτο πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον καὶ πρὸς ὑπόνοιαν ταραχθῆναι — 表示愿望的祈愿语气 γένοιτο 句。句子的主语是相当于省略冠词的带冠词不定式短语 καὶ ... ταραχθῆναι(因怀疑而动摇),补语是 πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήρι意愿之更大证明。比较属格 εὐνοίας 修饰 πλέον。
  4. ¦p.328¦εἴθε μᾶλλον ἄπαντες ἰητροὶ ξυνῄεσαν — 语气词 εἴθε 与直陈式过去时(未完成过去时 ξυνῄεσαν)结合,表示现在或过去无法实现的愿望(“要是……就好了”)。带有反事实的语意,即实际上医师们并不会为了医治贪财而聚集起来。
  5. ¦p.328¦εἰ πλουτέειν ἐξ ἅπαντος ἐβουλόμην ... οὐκ ἂν ... διέβαινον ..., ἀλλ’ ... ἂν ἠρχόμην — 条件句使用 εἰ + 直陈式过去时(ἐβουλόμην),结论句使用 ἄν + 直陈式过去时(διέβαινον, ἠρχόμην)的反事实条件句。描述了对过去事实或当前持续状态的反事实假设:“如果我无论如何都想致富(事实并非如此),我就不会渡海前来,而是会去……”。

引用这一段

希波克拉底, 书信、法令与演说集 §11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。