Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §10

阿布德拉人请求医治德谟克利特

第 3 段,共 21 段 · 希腊语

内容简介

阿布德拉的议会与民众致信著名医师希波克拉底,恳求他速来医治因智慧过盛而举止失常、对人间一切俗事付之一笑的哲学家德谟克利特。

§1010. Ἀβδηριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος Ἱπποκράτει χαίρειν.
10. 阿布德拉的议会与民众致希波克拉底:问候。
Κινδυνεύεται τὰ μέγιστα τῇ πόλει νῦν, Ἱππόκρατες, ἀνὴρ τῶν ἡμετέρων, ὃς καὶ τῷ παρόντι χρόνῳ καὶ τῷ μέλλοντι αἰεὶ κλέος ἠλπίζετο τῇ πόλει·
希波克拉底啊,如今我们城邦正处于最大的危机之中,这是因为我们的一位同胞,他无论是在现在还是在将来,都被寄予厚望会始终为城邦带来荣耀。
μηδὲ νῦν ὅδε, πάντες θεοὶ, φθονηθείη·
诸神啊,愿他此时不要因其智慧而遭受嫉妒。
οὕτως ὑπὸ πολλῆς τῆς κατεχούσης αὐτὸν σοφίης νενόσηκεν, ὥστε φόβος οὐχ ὁ τυχὼν, ἂν φθαρῇ τὸν λογισμὸν Δημόκριτος, ὄντως δὴ τὴν πόλιν ἡμῶν Ἀβδηριτῶν καταλειφθήσεσθαι.
他因支配着他的过于深厚的智慧而病倒,以至于令人产生非同寻常的恐惧,担心如果德谟克利特失去了理性,我们阿布德拉城邦就真的会彻底荒废。
Ἐκλαθόμενος γὰρ ἁπάντων καὶ ἑωυτοῦ πρότερον, ἐγρηγορὼς καὶ νύκτα καὶ ἡμέρην, γελῶν ἕκαστα μικρὰ καὶ μεγάλα, καὶ μηδὲν οἰόμενος εἶναι τὸν βίον ὅλον διατελεῖ.
因为他忘却了所有事情,首先是他自己,夜以继日地保持清醒,对大小每一件事都付之一笑,认为整个人生皆是虚无。
Γαμεῖ τις, ὁ δὲ ἐμπορεύεται, ὁ δὲ δημηγορεῖ, ἄλλος ἄρχει, πρεσβεύει, χειροτονεῖται, ἀποχειροτονεῖται, νοσεῖ, τιτρώσκεται, τέθνηκεν, ὁ δὲ γελᾷ πάντα, τοὺς μὲν κατηφεῖς τε καὶ σκυθρωποὺς, τοὺς δὲ χαίροντας ὁρῶν.
有人结婚,有人经商,有人发表政见,有人执政,出使,当选,或被罢免,生病,受伤,乃至死亡,而他看着那些沮丧忧郁的人和那些高兴的人,对这一切都付之一笑。
Ζητεῖ δὲ ὁ ἀνὴρ καὶ περὶ τῶν ἐν ᾍδου, καὶ γράφει ταῦτα, καὶ εἰδώλων φησὶ πλήρη τὸν ἠέρα εἶναι, καὶ ὀρνέων φωνὰς ὠτακουστεῖ, καὶ πολλάκις νύκτωρ ἐξαναστὰς μοῦνος ἡσυχῇ ᾠδὰς ᾄδοντι ἔοικε, καὶ ἀποδημεῖν ἐνίοτε λέγει ἐς τὴν ἀπειρίην, καὶ Δημοκρίτους εἶναι ὁμοίους ἑωυτῷ ἀναριθμήτους, καὶ συνδιεφθορὼς τῇ γνώμῃ τὸ χρῶμα ζῇ.
此外,此人还探究冥界之事并记录下来,声称空气中充满了幻影,窃听鸟类的鸣叫,常常在夜间独自起身,似乎在静静地吟唱诗歌,有时又说自己正前往无限的宇宙,并说有无数个像他自己一样的德谟克利特存在,他的脸色和他的心智一同受到了损害,他就这样生活着。
Ταῦτα φοβούμεθα, Ἱππόκρατες, ταῦτα ταραττόμεθα, ἀλλὰ σῶζε, καὶ ταχὺς ἐλθὼν νουθέτησον τὴν ἡμῶν πατρίδα, μηδὲ ἡμᾶς ἀποβάλῃς· καὶ γὰρ οὐδὲ ἀπόβλητοί ἐσμεν, καὶ ἐν ἡμῖν μαρτυρία κεῖται.
希波克拉底啊,这些正是我们所担心的,这些正是令我们焦虑不安的。 但是,请救救我们,速速前来使我们的祖国恢复理智,不要抛弃我们;因为我们绝非不值得救助之人,在我们的身上也保留着证明。
Οὐκ ἂν ἁμάρτοις οὔτε δόξης τῆς ἐπ’ αὐτῷ περισωθέντι οὔτε χρημάτων οὔτε παιδείας, καίτοι τὰ παιδείης πολλῷ σοι βελτίω τῶν τῆς τύχης.
若他得以获救,你绝不会失掉因此而来的名声、金钱或教养的声誉,尽管对你而言,教养的事物远比命运带来的财富更为美好。
Ἀλλ’ οὖν καὶ ταῦτα συχνὰ παρ’ ἡμῶν καὶ ἄφθονα γενήσεται.
但即便如此,我们也会丰厚且毫不吝啬地向你提供这些财富。
Τῆς γὰρ Δημοκρίτεω ψυχῆς, ἀλλ’ οὐδ’ εἰ χρυσὸς ἦν, ἡ πόλις ἀνταξία σου ἐλεύσιος, οὐδ’ ὁτιοῦν ἀφυστερήσαντος.
为了德谟克利特的灵魂,哪怕他全是由黄金铸成,我们的城邦也甘愿整体作为你来访的报偿,绝不让你有丝毫匮乏。
Τοὺς νόμους ἡμῶν δοκοῦμεν νοσεῖν, Ἱππόκρατες, τοὺς νόμους παρακόπτειν.
希波克拉底啊,我们觉得我们的法律病了,我们的法律正在发狂。
Ἴθι θεραπεύσων, ἀνδρῶν φέριστε, ἄνδρα ἀρίσημον, οὐκ ἰητρὸς, ἀλλὰ κτίστης ἐὼν ὅλης τῆς Ἰωνίης, περιβάλλων ἡμῖν ἱερώτερον τεῖχος.
来医治吧,最优秀的人啊,去医治这位极负盛名的人;你不仅是一位医师,更是整个伊奥尼亚的奠基者,为我们筑起更加神圣的城墙。
Πόλιν, οὐκ ἄνδρα θεραπεύσεις, βουλὴν δὲ νοσοῦσαν καὶ κινδυνεύουσαν ἀποκλεισθῆναι, μέλλεις ἀνοιγνύναι, αὐτὸς νομοθέτης, αὐτὸς δικαστὴς, αὐτὸς ἄρχων, αὐτὸς σωτὴρ, καὶ τούτων τεχνίτης ἀφίξῃ.
你将医治的是一个城邦,而非仅仅一个人;你将要重新开启一个病重并面临关闭危险的议会,你将作为立法者、法官、执政官、救世主以及这些技艺的巨匠而到来。
Ταῦτά σε προσδοκῶμεν, Ἱππόκρατες, ταῦτα καὶ γένοιο ἐλθών.
希波克拉底啊,我们对你寄予这些厚望,愿你到来并成为这样的存在。
Μία πόλεων οὐκ ἄσημος, μᾶλλον δὲ ἡ Ἑλλὰς ὅλη δεῖται σου φυλάξαι σῶμα σοφίης.
不仅是一个并非默默无闻的城邦,而是整个希腊都在渴求你来守护智慧的化身。
Αὐτὴν δὲ δόκει παιδείαν πρεσβεύειν πρὸς σὲ τῆς παρακοπῆς ταύτης ἀπαλλαγῆναι δεομένην.
请将教养本身视为正在向你派遣使者,请求从这种狂乱中解脱出来。
Ξυγγενὲς μὲν οὖν, ὡς ἔοικε, πᾶσι σοφίη, τοῖς δ’ ἐγγυτέρω κεχωρηκόσιν αὐτῆς ὥσπερ ἡμῖν καὶ μάλα πλέον.
想来,智慧与所有人皆有亲缘,而对于像我们这样更接近智慧的人来说,更是如此。
Εὖ ἴσθι, χαριεῖ καὶ τῷ μέλλοντι αἰῶνι μὴ προεκλιπὼν Δημόκριτον ἧς ἐλπίζει προτερήσειν ἀληθείης.
你且确知,若不抛弃德谟克利特,使他免于偏离他渴望超越的真理,你也必将造福于未来的世代。
Σὺ γὰρ Ἀσκληπιῷ προσπέπλεξαι γένος καὶ τέχνην, ὁ δὲ Ἡρακλέους ἔστιν ἀδελφιδοῦς, ἀφ’ οὗ Ἄβδηρος, ὥς που πυνθάνῃ πάντως, ᾧ ἐπώνυμος ἡ πόλις, ὥστε κᾀκείνῳ χάρις ἡ Δημοκρίτου γένοιτ’ ἄν ἴησις.
因为你在血统和技艺上都与阿斯克勒庇俄斯紧密相连,而我们城邦的名祖阿布德罗斯——你必定在某处听说过——是赫拉克勒斯的侄儿,因此对德谟克利特的医治也将是对他的恩情。
Ὁρῶν οὖν, ὦ Ἱππόκρατες, εἰς ἀναισθησίαν ἀποῤῥέοντα καὶ δῆμον καὶ ἄνδρα ἀρίσημον, σπεῦδε πρὸς ἡμέας, δεόμεθα.
希波克拉底啊,看着我们的民众和这位极负盛名的人一同陷入无意识之中,我们恳求你,速速来到我们这里。
Φεῦ, ὡς καὶ τὰ ἀγαθὰ περιττεύσαντα νοῦσοι τυγχάνουσιν·
哀哉,纵使是美好的事物,一旦过度,竟也成了疾病!
ὁ Δημόκριτος γὰρ ὅσον ἐῤῥώσθη πρὸς ἄκρα σοφίης, ἴσα κινδυνεύει νῦν ἀποπληξίᾳ διανοίας καὶ ἠλιθιότητι κεκακῶσθαι.
德谟克利特因向着智慧的巅峰成长得多么强壮,如今便同样面临着因心智麻痹和愚行而受损的危险。
Οἱ δ’ ἄλλοι ὅσοι πολλοὶ εἰσὶν Ἀβδηριτῶν, μείναντες ἐν ἀπαιδευσίῃ, τόν γε κοινὸν κατέχουσι νοῦν, ἀλλὰ νῦν γε φρονιμώτεροι νοῦσον σοφοῦ κρίνειν, οἱ πρὶν ἄφρονες.
而其他大多数阿布德拉人,虽处于无教养的状态中,却至少保持着常人的理智;然而如今,这些曾经愚钝的人,在判断智者的疾病时,却显得更为聪明了。
Ἴθι οὖν μετὰ Ἀσκληπιοῦ πατρὸς, ἴθι μετὰ Ἡρακλέους θυγατρὸς Ἠπιόνης, ἴθι μετὰ παίδων τῶν ἐπὶ Ἴλιον στρατευσαμένων, ἴθι νῦν παιώνια νούσου φέρων ἄκη.
因此,请与父亲阿斯克勒庇俄斯一同前来,与赫拉克勒斯的女儿埃庇奥涅一同前来,与当年出征伊利昂的子嗣们一同前来,如今请带上医治疾病的灵药。
Εὐκαρπήσει δὲ γῆ ῥίζας καὶ βοτάνας, ἀλεξιφάρμακα μανίης ἄνθη· σχεδὸν οὐδέποτε γονιμώτερον εὐφορήσουσιν οὔτε γῆ οὔτε ὀρέων ἀκρώρειαι ἢ νῦν Δημοκρίτῳ τὰ πρὸς τὴν ὑγείην.
大地将丰产根茎与草药,以及防范疯狂的花朵;大地和山峦的巅峰为了德谟克利特的健康而产出药草,其繁茂丰饶将是前所未有的。
Ἔῤῥωσο.
祝身体健康。

词汇与语法注释

  1. §10Κινδυνεύεται τὰ μέγιστα τῇ πόλει νῦν — 动词 `κινδυνεύεται` 可以被解释为无主语的无人称被动语态,或者以 `τὰ μέγιστα`(最大的危险)为主语。此处作无人称用法,意为“正面临着最大的危险”,与格的 `τῇ πόλει` 表示受影响的对象(“对于城邦而言”)。后文的 `ἀνὴρ` 则作为同格语或引起这一危险状态的实际主体。
  2. §10ὥστε φόβος οὐχ ὁ τυχὼν... καταλειφθήσεσθαι — `ὥστε` 子句内部的结构。省略了主控动词 `ἐστί` 的短语 `φόβος [ἐστι] οὐχ ὁ τυχών`(有着非同寻常的恐惧)与“对格+不定式”结构 `τὴν πόλιν ... καταλειφθήσεσθαι`(我们的城邦将被荒废遗弃)形成同格关系。条件子句 `ἂν φθαρῇ ... Δημόκριτος`(如果德谟克利特失去理性)作为该不定式子句的条件从句。
  3. ¦p.322¦Τῆς γὰρ Δημοκρίτεω ψυχῆς... ἀνταξία σου ἐλεύσιος — 形容词 `ἀνταξία` 支配着属格 `Τῆς ... ψυχῆς`(表示价值所指向的对象)和属格 `σου ἐλεύσιος`(你之来访,表示与之等价的代价)。条件子句 `ἀλλ’ οὐδ’ εἰ χρυσὸς ἦν`(即使它是黄金)的主语是 `ψυχή`(灵魂)。`οὐδ’ ὁτιοῦν ἀφυστερήσαντος` 是修饰希波克拉底(来访者)的属格现在分词,意为“绝无丝毫匮乏”,以此向其保证将提供无限的报酬。

引用这一段

希波克拉底, 书信、法令与演说集 §10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。