Humanitext Reader

ヒポクラテス · 分利について §23-39

排泄物の変化と全身症状による予後と再発の診断

3 / 4 箇所 · ギリシア語

要旨

排泄物(尿、汗、便)の性質変化や全身の諸症状(脈拍、呼吸、不眠など)に基づき、熱病や破傷風の予後(長期化、致命、回復)および再発を判断するための診断基準が詳細に語られている。

§2323. Οὖρον δὲ ἐὰν τοτὲ μὲν καθαρὸν οὐρηθῇ, τοτὲ δὲ ὑπόστημα ἔχον λευκόν τε καὶ λεῖον, χρονιώτερα καὶ ἧσσον ἀσφαλῆ ταῦτ’ ἐστὶ τοῦ βελτίστου οὔρου.
23. 尿について、もしある時は澄んで排泄され、別の時は白く滑らかな沈殿物を伴うなら、これらは最良の尿よりも病気を長引かせ、安全性が劣る。
Ἐὰν πυῤῥὸν καὶ λεπτὸν ᾖ τὸ οὖρον πολὺν χρόνον, κίνδυνος μὴ οὐ δύνηται διαρκέσαι ὁ ἄνθρωπος, ἕως ἂν πεπανθῇ τὸ οὖρον·
もし尿が長い間、赤っぽくかつ薄いなら、尿が成熟するまで患者が持ちこたえられない危険がある。
καὶ ἢν ἄλλως περιεσομένου σημεῖα ᾖ, προσδέχου τουτέοις ἀπόστασιν προσεσομένην ἐς τὰ κάτω τῶν φρενῶν χωρία.
そして、もし他の点で生存する兆候があるならば、彼らには横隔膜の下の部位への転移が生じることを予期せよ。
§2424. Ἐν τοῖσι πυρετοῖσιν ἐὰν μεταβολὰς ἔχῃ τὸ οὖρον, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ ἀσθενέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ θάτερα.
24. 熱病において尿が変化を示すなら、それは長期化を意味し、患者は悪化する方向にもその逆の方向にも変化することが避けられない。
§2525. Ἢν ἀρχόμενα οὖρα μὴ ὅμοια ᾖ, ἀλλὰ γένηται παχέα ἐκ λεπτῶν καὶ παντελῶς λεπτὰ, δύσκριτα καὶ ἀβέβαια τὰ τοιαῦτα.
25. もし初期の尿が一定せず、薄い状態から濃い状態になったり、完全に薄い状態になったりするなら、そのような状態は解決が難しく不安定である。
§2626. Φυχροὶ ἱδρῶτες ξὺν μὲν ὀξεῖ πυρετῷ θανάσιμοι, ξὺν δὲ πρηυτέρῳ μῆκος σημαίνουσι τῆς νούσου.
26. 冷たい発汗は、急性熱を伴う場合は致命的であり、より穏やかな熱を伴う場合は病気の長期化を意味する。
§2727. Καὶ ὅκου τοῦ σώματος θερμὸν, ἢ ψυχρὸν, ὅπου τοῦτο ἔνι, ἐνταῦθα ἡ νοῦσος.
27. そして、身体のどこであれ、熱いか冷たい場所があり、それがそこに存在するなら、病気はその場所にある。
§2828. Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ ὀξεῖαι γίνονται, καὶ ἢν τὸ σῶμα ψύχηται, ἢ αὖθις θερμαίνηται, ἢ τὸ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλληται, μῆκος νούσου σημαίνουσιν.
28. また、身体全体において急激な変化が起こり、身体が冷たくなったり、再び熱くなったり、あるいは皮膚の色が次から次へと変化したりするなら、それらは病気の長期化を意味する。
§2929. Κἢν πυρέσσοντι ἱδρὼς ἐπιγένηται μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν·
29. もし熱がある患者に、熱が去らないまま発汗が生じるなら、それは悪いことである。
μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην σημαίνει.
なぜなら、病気は長引き、過剰な水分を意味するからである。
§3030. Πυρέσσοντι ψυχροὶ ἱδρῶτες ἐπιγενόμενοι μακρὸν τὸν πυρετὸν σημαίνουσιν.
30. 熱がある患者に、冷たい発汗が生じるなら、それは熱が長引くことを意味する。
§3131. Ἱδρὼς πουλὺς ἀκρήτως γινόμενος ὑγιαίνοντι νόσον σημαίνει, θέρεος μὲν μείω, ψύξεως δὲ πλείω.
31. 健康な人に、不規則に多量の発汗が生じるなら、それは病気を意味し、夏であればその可能性は低く、寒い時期であればより高い。
§3232. Οἷσι τὰ ὑποχωρήματα, ἐὰν ἐάσῃς ξυστῆναι, ὑφίσταται ὁκοῖον ξύσματα, ἢν ὀλίγα, ὀλίγη ἡ νοῦσος, ἢν πολλὰ, πολλή·
32. 排泄物を静置して沈殿させたとき、削り屑のようなものが沈殿する人々においては、それが少量であれば病気も軽く、多量であれば重い。
τουτέοισι ξυμφέρει τὴν κοιλίην ἐπικλύζειν.
これらには腸を洗浄することが有益である。
Ὁκόσοις δὲ ἐν τῇ κάτω ὑποχωρήσει χολῆς μελαίνης ὕπεστιν, ἢν πλεῖον, πλείων ἡ νοῦσος, ἢν ἐλάσσω, ἐλάσσων.
また、下部からの排泄物中に黒胆汁が混じっている人々においては、多ければ多いほど病気は重く、少なければ少ないほど軽い。
§3333. Ἐὰν αἱ φλέβες σφύζωσι, καὶ τὸ πρόσωπον ἐῤῥωμένον ᾖ, καὶ τὰ ὑποχόνδρια μὴ λαπαρὰ, ἀλλὰ ἐπηρμένα, χρονίη ἡ νοῦσος, καὶ ἄνευ σπασμοῦ οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινέων ῥύσιος, ἢ ὀδύνης ἰσχυρῆς.
33. もし血管が強く打ち、顔色に勢いがあり、季肋部が弛緩せず腫れ上がっているなら、病気は長引き、痙攣か、鼻からの多量の出血か、あるいは激しい痛みが生じなければ、解決しない。
§3434. Καὶ οἱ παλμοὶ ἐν τῇσι χερσὶ πουλυχρονίου πυρετοῦ σημεῖον, ἢ κρίσεως ξυντόμου ἐπὶ τὸ κάκιον·
34. また、手における震えは、長期にわたる熱の兆候であるか、あるいは悪化に向かう急速な危急の兆候である。
καὶ ἐπὶ τούτων τὰ πλεῖστα ἅπερ ἐς θάνατον.
そして、これらのケースにおいては、大部分が死に至る。
§3535. Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ἀπόλλυσθαι μέγιστα σημεῖα ἀπ’ ἀρχῆς γίνεται·
35. 極めて短い時間で死ぬことになる者たちにおいては、最初から極めて重大な兆候が生じる。
δυσπνόητοι γάρ εἰσιν καὶ οὐ κοιμέονται τὰς νύκτας καὶ τὰ σημεῖα προφαίνουσιν ἐπικίνδυνα.
すなわち、彼らは呼吸困難に陥り、夜眠ることができず、危険な兆候を示すのである。
§3636. Ξυνεχοῦς δὲ πυρετοῦ ἐὰν τεταρταῖος πονῆται καὶ ἑβδομῖος, καὶ μὴ κριθῇ ἑνδεκαταῖος, ὀλέθριος ὡς τὰ πολλὰ.
36. また、持続熱において、四日目と七日目に患者が苦しみ、十一日目に解決しなければ、大抵は致命的である。
§3737. Ὅσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν ταῖς τέσσαρσιν ἡμέραις ἀπόλλυνται·
37. 破傷風にかかった者たちは、四日以内に死ぬ。
ἢν δὲ ταύτας ἀποφύγωσιν, ὑγιέες γίνονται.
しかし、もしこの日々を免れるなら、健康になる。
§3838. Ἐν τοῖσι καύσοισιν, ἐὰν ἐπιγένηται ἴκτερος καὶ λὺγξ πεμπταίῳ ἐόντι, θανατῶδες.
38. 稽留熱において、五日目の患者に黄疸としゃっくりが併発するなら、致命的である。
§3939. Ὑποστροφαὶ λαμβάνονται οἷς ἂν ἀπυρέτοισι γενομένοισιν ἀγρυπνίαι ἐῤῥωμέναι προσγίνωνται, ἢ ὕπνοι ταραχώδεες, ἢ ἀῤῥωστίη τοῦ σώματος, ἢ ἀλγήματα ἑνὸς ἑκάστου τῶν μελέων, καὶ ὅσοις ἂν οἱ πυρετοὶ παύσωνται, μήτε σημείων γενομένων λυτηρίων μήτ’ ἐν ἡμέρῃσι κρισίμῃσι·
39. 再発は、平熱になった後に激しい不眠、あるいは乱れた睡眠、あるいは身体の虚弱、あるいは各肢体の痛みが加わる人々、および、解決の兆候も生じず、危急日でもないのに熱が去った人々に生じる。
καὶ ἐὰν, ἐκλελοιπότος τοῦ πυρετοῦ καὶ ἱδρῶτος ἐπιγενομένου, πυῤῥὸν οὖρον οὐρήσῃ, λευκὴν ὑπόστασιν ἔχον, προσδέχου τούτοις ὑποστροφὴν πυρετοῦ αὐθημερόν·
また、熱が去り発汗が生じた後に、白い沈殿物を伴う赤い尿を排泄するなら、彼らにはその日のうちに熱が再発することを予期せよ。
αὗται δὲ αἱ ὑποστροφαὶ πεμπταῖαι κρίνονται ἀκίνδυνοι.
これらの再発は、五日目に解決され、危険はない。
Καὶ ἢν, κρίσιος ἐκγενομένης, οὖρον ἐρυθρὸν οὐρήσῃ ὑπόστασιν ἔχον ἐρυθρὴν, καὶ τουτέοις ὑποστροφὴ γίνεται τοῦ πυρετοῦ αὐθημερὸν, καὶ ὀλίγοι ἐκ ταύτης σώζονται.
そして、もし危急が生じた後に、赤い沈殿物を伴う赤い尿を排泄するなら、これらにもその日のうちに熱の再発が生じ、これから助かる者は少ない。
Ὅταν ὑποστρέφῃ ὁ καῦσος, τὰ πολλὰ καὶ ἐξιδροῖ καὶ ἢν ἡμέρας λάβῃ ὑποστρέψας ὅσας τὸ πρῶτον·
稽留熱が再発するときは、大抵は発汗も伴い、再発してから最初の熱と同じ日数の間続く。
ὑποτροπιάζει δὲ καὶ τρὶς [ὁ] πυρετὸς, ἢν μὴ περισσῇ ἡμέρῃ ἀφῇ ὑποτροπιάσας.
また、もし再発した熱が奇数日に去らなければ、熱は三度も再発する。
Τὰ πολλὰ ἐὰν, ἀπέπτων ἐόντον τῶν οὔρων, καὶ τῶν ἄλλων σημείων μὴ κατὰ λόγον ἐόντων, ἡ νοῦσος [μὴ] κρισίμῃ ἡμέρῃ [ἀφῇ,] ὑποτροπιάζει·
大抵の場合、尿が未熟で、他の兆候も不規則であるときに、病気が危急日に去らなければ、再発が起こる。
ὁτὲ δὲ καὶ ὑποστρέφει ἐν κρισίμῃ ἡμέρῃ, τουτέων καταλειπομένων τοιούτων.
また、これらの状態が残されたままであれば、危急日に再発することもある。

語釈・文法注

  1. §23κίνδυνος μὴ οὐ δύνηται — κίνδυνος μὴ(〜の恐れがある)に否定のοὐが加わることで、「〜できない危険がある」という否定的な懸念を表している。μὴ οὐは二重否定として肯定になるのではなく、μὴが主節の「危険」から導かれる従属節(懸念・恐れ)を導入し、その中の中身をοὐが直接打ち消している構文である。
  2. §23ἢν ἄλλως περιεσομένου σημεῖα ᾖ — περιεσομένουは動詞περιγίγνομαι(生き残る、生存する)の現在または未来分詞の属格単数男性形。これは「(患者が)他の点で生存するという」属格独立(絶対属格)構文として取るのが自然であり、主節の指示対象である患者(ὁ ἄνθρωπος)を指示している。
  3. §31ἀκρήτως — 副詞ἀκρήτωςは、本来「混じりけなしに」「過度に」を意味するが、ヒポクラテス集成の文脈では「危急(κρίσις)を経ずに」「規則的でない形で」不意に生じる症状を指す。ここでは、規則的な危急日以外に、あるいは何の好転の兆候もなしに生じる不規則な多量の発汗を意味している。
  4. §39ἢν μὴ περισσῇ ἡμέρῃ ἀφῇ ὑποτροπιάσας — περισσῇ ἡμέρῃは「奇数日に」を意味する与格表現。分詞υποτροπιάσας(再発して)を伴う自動詞的(または非人称的)に用いられたἀφῇ(去る、解放する、主語は熱)にかかる。すなわち「再発した熱が、奇数日に引き下がらない限り」と解釈される。

この箇所を引用する

ヒポクラテス, 分利について §23-39. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg052.humanitext-grc1:23-39

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。