Humanitext Reader

ヒポクラテス · 分利について §11-22

熱病における排泄物と腫脹による分利の兆候

2 / 4 箇所 · ギリシア語

要旨

稽留熱や三日熱における様々な危急の兆候、尿の成熟と潰瘍の類似、季肋部や腹部の腫れ、および危険な発汗や排泄物の種類について説明する。

§1111. Ἴκτερος δὲ ἢν ἑβδομαίῳ ἐπιγένηται, ἢ ὕστερον ἐν καύσῳ καὶ δυσχέρεια, σιάλου πολλοῦ ἀποχώρησις·
11. もし稽留熱において七日目かそれ以降に黄疸が併発し、さらに不快さがあるなら、多量の唾液の排出が起こる。
ἔν τε τοῖς καυσώδεσι πυρετοῖς καὶ τοῖς ἄλλοις, ἢν, μηδενὸς τουτέων τῶν σημείων γενομένου, ἀφίῃ ὁ πυρετὸς, ἀνάγκη τοιάσδε κρίσιας ἀντὶ τουτέων γενέσθαι, ἢ φυμάτων μεγάλων ἀπόστασιν, ἢ ὀδύνας ἰσχυρὰς ἀπὸ τῆς ἀποστάσιος, ἢ τηκεδόνας τῶν ὑγρῶν ἐκ τοῦ θερμοῦ.
稽留熱やその他の熱において、これらの兆候のいずれも生じることなしに熱が去るなら、これら(の通常の兆候)の代わりに次のような危急が生じることが必然である。 すなわち、大きな腫瘍の転移、あるいはその転移による激しい痛み、あるいは熱による体液の消耗である。
Κρίσιες δὲ καὶ ἀφέσιες τῶν καῦσον σημαινόντων, μακροτέρα ἡ νοῦσος·
稽留熱の兆候を伴う危急や寛解においては、病気はより長引く。
τῶν δὲ ἰσχυρῶν, θάνατος ὡς ἐπὶ τὸ πουλύ·
激しい兆候を伴うものの場合は、大抵は死に至る。
οἱ δὲ λοιποὶ ἀσφαλέες παύονται καῦσοι ἑβδομαῖοι ἢ τεσσαρεσκαιδεκαταῖοι.
それ以外の安全な稽留熱は、七日目または十四日目に終わる。
Φιλέει δὲ καὶ ἐς λιπυρίην περιίστασθαι, καὶ λαμβάνει μάλιστα τεσσαράκοντα ἡμέρας καὶ ἐξηπιαλοῦται·
また、リピュリアへと移行する傾向があり、それはおよそ四十日間続き、微熱になる。
καὶ ἡ λιπυρίη τῆς αὐτῆς ἡμέρης λαμβάνει τε καὶ μεθίησι·
そしてそのリピュリアは同じ日に襲い、また去る。
γίνεται δὲ καὶ τῆς κεφαλῆς ὀδύνη·
頭痛もまた生じる。
ἐὰν δὲ μὴ μεθίῃ αὐτὸν ἡ λιπυρίη ἐν ταῖς τεσσαράκοντα ἡμέραις, ἀλλ’ ἀχθῇ καὶ ὀδύνη ἔχῃ τὴν κεφαλὴν, καὶ φλυηρέῃ, ἐπικάθηρον αὐτόν.
もしリピュリアが四十日以内に彼を解放せず、かえって彼が苦しみ、頭痛が彼を襲い、うわごとを言うなら、彼を下剤で浄化せよ。
Λήγοντος δὲ καύσου, ἂν ἐπιγένηται ἴκτερος, οὐ φιλέει ἔτι ἱδροῦν, οὐδ’ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλ’ ὑγιὴς γίνεται.
稽留熱が終息する時に黄疸が併発するなら、もはや発汗することを好まず、他のいかなる方法によっても転移することはないが、患者は健康になる。
§1212. Τριταῖος κρίνεται ἐν ἑπτὰ περιόδοισιν ὡς ἐπὶ τὸ πουλύ.
12. 三日熱は大抵七回の周期で決定される。
§1313. Ὁκόσοις ἐν ἀφορήτοις πυρετοῖς τῇ ἑβδόμῃ, ἢ τῇ ἐνάτῃ, ἢ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι γίνονται, ἀγαθὸν, ἐὰν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν γένηται·
13. 耐えがたい熱において、七日目、九日目、あるいは十四日目に黄疸が生じる人々においては、もし右の季肋部が硬くならなければ良い兆候である。
εἰ δὲ μὴ, ἐνδοιαστόν.
そうでなければ不確実である。
§1414. Τὰ ὀξεὰ νοσήματα κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν ὡς ἐπὶ τὸ πουλύ.
14. 急性疾患は大抵十四日以内に解決する。
§1515. Ἱδρῶτες πυρεταίνουσιν ἢν γίνωνται τριταίοις καὶ πεμπταίοις καὶ ἑβδομαίοις καὶ ἐναταίοις καὶ ἑνδεκαταίοις καὶ τεσσαρεσκαιδεκαταίοις καὶ μίῃ καὶ εἰκοσταίοις καὶ τριηκοσταίοις, οὗτοι οἱ ἱδρῶτες νούσους κρίνουσιν·
15. 熱がある患者において、三日目、五日目、七日目、九日目、十一日目、十四日目、二十一日目、三十日目に生じる発汗は、病気を解決に導く。
οἱ δὲ μὴ οὕτως γινόμενοι πόνους σημαίνουσιν.
しかし、このように生じない発汗は苦痛を意味する。
§1616. Αἱ πεπάνσιες τῶν οὔρων κατὰ μικρὸν ἐκπεπαινόμεναι, ἐν τῇσι κρισίμοις ἐὰν πεπανθῶσι, λύουσι τὴν νοῦσον.
16. 尿の成熟が少しずつ進み、危急日に成熟に達するならば、それは病気を解く。
Παράδειγμα δεῖ τῶν οὔρων τὰ ἕλκεα ποιέεσθαι·
尿のたとえとして傷口を考えるべきである。
τά τε γὰρ ἕλκεα, ἢν μὲν ἀνακαθαίρηται πύῳ λευκῷ, ταχείην θεραπείην δηλοῖ· ἐὰν δὲ μεταβάλλῃ ἐς τοὺς ἰχῶρας, κακοήθη γίνεται·
なぜなら、もし傷口が白い膿によって清められるなら、それは速やかな治療を示すからであり、もし漿液に変わるなら、それは悪性となるからである。
τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ οὖρα σημαίνει.
尿もまたこれと同じ方法で兆候を示す。
Ἐὰν ἐκ πόνου λεπτὰ γένηται, ἀπὸ τῆς προφάσιος δεῖ λογίζεσθαι, ᾖ τὸ νόσημα παρεγένετο, καὶ ταύτην ὁρᾷν ἐπεὶ παύεται·
もし尿が痛みから薄くなるなら、病気が生じた原因から考慮すべきであり、その原因がいつ終わるかを見守るべきである。
ὡς ταύτης ὑπολειπομένης, τῶν ἄλλων σημείων ἐπιγινομένων οἵων δεῖ, οὐκ εἶναι ἀπαλλαγὴν τῇ νούσῳ οἰητέον.
なぜなら、その原因が残っている限り、他の兆候が望ましい形で現れても、病気からの解放はないと考えなければならないからである。
Ἐὰν ἀλγέῃ ἡ κεφαλὴ, καὶ ἀπὸ τουτέου πυρετὸς ἐπιγένηται, [καὶ] τουτέου μὴ καταπαύσηται, μηδὲ τῆς ὀδύνης παυομένης, οὐ κρίσιμος ὁ πυρετός.
もし頭痛があり、その結果として熱が生じ、頭痛が治まらず、また痛みも治まらないなら、その熱は危急をもたらすものではない。
Κρίσεως μακρῆς ἔτι ἐπὶ τὸ ἄμεινον, πλεῖστα ταὐτ’ ἐστὶ καὶ ἐπὶ τουτέων ἅπερ ἐς ὑγίην ἰόντα.
良い方向への長期にわたる危急についても、健康に向かう人々における兆候と、これらの大部分は同じである。
§1717. Ἐν τοῖσιν ὑποχονδρίοισιν οἰδήματα μαλθακὰ καὶ ἀνώδυνα καὶ ὑπείκοντα ἐπεὶ θιγγάνῃς αὐτέου, χρονιωτέρας μὲν τὰς κρίσιας ποιέει, ἧσσον δὲ φοβερὰς τῶν ἐναντίων τουτέοις φυμάτων·
17. 季肋部における腫れが、柔らかく、痛みがなく、触れたときに弾力があって引っ込むものであるなら、それは危急をより長引かせるが、これらと反対の性質の腫瘍ほど恐ろしいものではない。
ὡσαύτως δὲ ἔχει καὶ περὶ τῶν ἐν τῇ ἄλλῃ κοιλίῃ φυμάτων.
腹部の他の部分における腫瘍についても同様である。
§1818. Οὔρων δὲ ἢν τὸ μὲν οὐρηθὲν καθαρὸν ᾗ, τὸ δ’ ὑπόστημα λευκόν τε καὶ λεῖον ἔχῃ, χρονιωτέρη ἡ κρίσις, ἢ καὶ ἧσσον ἀσφαλὲς τοῦ βελτίστου οὔρου·
18. 尿について、もし排泄された尿そのものが澄んでおり、沈殿物が白く滑らかであるなら、危急はより長引くか、あるいは最良の尿に比べて安全性が劣る。
ἢν δέ ποτε ὑπέρυθρον [τὸ] οὖρον καὶ τὸ ὑπόστημα ὑπέρυθρον καὶ λεῖον, πουλυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου, σωτήριον δὲ κάρτα.
しかし、もし尿がやや赤っぽく、その沈殿物もやや赤っぽく滑らかであるなら、これは前者の場合よりもさらに長引くものの、極めて生存をもたらすものである。
§1919. Ὁκόσα δὲ ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἐν τεσσαράκονθ’ ἡμέραις ἀφλέγμαντα καθίστανται.
19. 痛風性の疾患が生じる場合、これらは四十日以内に炎症が治まる。
§2020. Ἅπερ ἐς θάνατον ἐν ἡμέρῃ καὶ νυκτὶ κρίνεται, ἅπερ ἀσθενεώσεως σημεῖα, οἷον φαρμακοποσίης, κοιλίης ἐκταράξεως καὶ ἄνω καὶ κάτω, ἄσης, καὶ τῶν ἄλλων τῶν τοιουτέων·
20. 一日一夜で死へと至る危急が下るものは、衰弱の兆候を伴うものである。 例えば、薬の服用、胃腸の上下の激しい乱れ、むかつき、およびその他の同様の症状である。
ἢν μὲν οὖν ἀπαλλάσσηται τούτων τὰ σημεῖα ἐν ἡμέρῃ καὶ νυκτί· εἰ δὲ μὴ, θανατώδη νομίζειν εἶναι.
したがって、もし一昼夜の間にこれらの兆候から解放されるなら、そうでなければ、致命的なものとみなすべきである。
§2121. Τῶν ἱδρώτων κάκιστοί εἰσιν οἱ ψυχροί τε καὶ περὶ τὸν αὐχένα γενόμενοι·
21. 発汗の中で最も悪いものは、冷たく、首の周りに生じるものである。
οὗτοι γὰρ θανάτους καὶ μῆκος νούσων προσημαίνουσιν.
なぜなら、これらは死や病気の長期化をあらかじめ示すからである。
§2222. Τὰ ποικίλα ὑποχωρήματα χρονιώτερα μὲν τῶν μελάνων καὶ τῶν ἄλλων θανασίμων ὑποχωρημάτων, οὐδὲν δὲ ἧσσον ὀλέθρια·
22. 多様な排泄物は、黒い排泄物や他の致命的な排泄物よりも長引くものの、それらに劣らず致命的である。
ἔστι δὲ τοιάδε, ξυσματώδεα, χολώδεα, αἱματώδεα, πρασοειδέα, μέλανα, καὶ τοτὲ μὲν ὁμοῦ πάντα διαχωρέει, τοτὲ δὲ κατὰ μέρος ἕκαστον.
それらは次のようなものである。 すなわち、削り屑のようなもの、胆汁性のもの、血液の混じったもの、ニラ色のもの、黒いものであり、ある時はこれらすべてが同時に排泄され、ある時はそれぞれ個別に排泄される。

語釈・文法注

  1. 11ἀπόστασιν — 病因物質が特定の部位へ転移・沈着し、膿瘍などの腫れを形成することを指す。通常の排出経路(排尿や排便など)によらない病の解決法として提示されている。
  2. 16ἀπὸ τῆς προφάσιος — 前置詞 ἀπό は原因や起源を表し、病気を引き起こした当初の契機(食事、気候、疲労など)を遡って考慮すべきであることを指示している。
  3. 20Ἅπερ ἐς θάνατον ἐν ἡμέρῃ καὶ νυκτὶ κρίνεται — 文頭の関係代名詞 Ἅπερ(中性複数)は、先行詞を内部に含む関係節(「一昼夜のうちに死への決定が下るものは…」)を形成し、文全体の主語ブロックとして機能している。

この箇所を引用する

ヒポクラテス, 分利について §11-22. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg052.humanitext-grc1:11-22

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。