§4040. Τὰ παρ’ οὖς οἷς ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσει, τουτέων ἀπαλλασσομένων, ὑποστροφὴ γίνεται κατὰ λόγον τῶν ὑποστροφῶν, ὁμοίᾳ περιόδῳ·
40. 耳の周りの腫れ物が、危急期付近に生じたものの化膿せず、これらが消失した人々においては、再発の法則に従って、同じような周期で再発が生じる。
ἐπὶ τουτέοις ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ἢ οὖρον παχὺ, οἷον τὸ λευκὸν ἐπὶ τοῖς κοπιώδεσι τεταρταίοισι, ῥύεται τῆς ἀποστάσιος·
これらについては、関節への転移が期待されるか、あるいは、疲労を伴う四日熱における白い沈殿物のような濃い尿が、転移を防ぐ。
ἐνίοις δὲ τουτέων καὶ αἱμοῤῥαγίαι γίνονται ἐκ τῶν ῥινέων, καὶ πάνυ ταχὺ λύεται·
彼らのうち何人かにおいては、鼻からの出血も生じて、極めて速やかに解決する。
καὶ τούτοις πῦα ἀποχωρέουσιν ὑγιάζεται ἡ νοῦσος.
また、これらにおいて膿が排出されることで、病気は癒える。
§4141. Τοῖς μελαγχολικοῖς μετὰ φρενιτικῶν ἐχομένοις αἱμοῤῥοΐδες ἐγγενόμεναι ἀγαθόν.
41. 狂躁病を患っている憂鬱質の人々において、痔疾が併発することは良いことである。
§4242. Ὅσοι μαίνονται, αὐτόματοι ἢ ἀπαλλασσόμενοι ἐκ τῶν νούσων, τουτέοις τὴν μανίην ὀδύνη ἐς τοὺς πόδας εἰσελθοῦσα ἢ ἐς [τὸ] στῆθος, ἢ βὴξ ἰσχυρὴ γενομένη λύει·
42. 自発的に、あるいは病気から回復して精神錯乱に陥った者たちにおいては、その精神錯乱は、足や胸に痛みが入り込むこと、あるいは激しい咳嗽が生じることによって解決する。
ἐὰν τουτέων μηδὲν γένηται, λυομένης τῆς μανίης, στέρησις τοῦ ὀφθαλμοῦ γίνεται.
もしこれらのいずれも生じなければ、精神錯乱が解決する際に失明が起こる。
§4343. Ὁκόσοι τῇ γλώσσῃ παφλάζουσι τῶν χειλέων μὴ κρατέοντες, ἐὰν ταῦτα παύσηται, ἔμπυοι γίνονται, ἢ ὀδύνη ἰσχυρὴ ἐν τοῖς κάτω χωρίοις λύει, ἢ κυφότης, ἢ αἷμα πολὺ ἐκ τῶν ῥινῶν ῥυὲν, ἢ μανίη.
43. 舌がもつれて唇を制御できない人々において、もしこれらが止むなら、体内に膿が溜まるか、あるいは下部における激しい痛み、あるいは背が曲がること、あるいは鼻からの多量の流血、あるいは精神錯乱がそれを解決する。
§4444. Τοῦ μεγάλου νοσήματος ἐν ἔθει γενομένου λύσις, ἰσχίων ὀδύνη, ἢ ὀφθαλμῶν διαστροφὴ, ἢ τύφλωσις, ἢ ὀρχίων οἰδήσεις, ἢ τιτθῶν ἄρσις.
44. 大病が常態化した場合、その解決となるのは、臀部の痛み、あるいは目のゆがみ、あるいは失明、あるいは睾丸の腫脹、あるいは乳房の隆起である。
§4545. Καῦσον λύει αἵματος ἐκ ῥινῶν ῥύσις.
45. 稽留熱を解決するのは、鼻からの流血である。
§4646. Ἐν καύσῳ ἐὰν ἐπιλάβῃ ῥῖγος, φιλέει ἐξιδροῦν.
46. 稽留熱において悪寒が生じるなら、大抵は発汗を伴う。
§4747. Ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις.
47. 稽留熱を患う者において、悪寒が併発することは、解決を意味する。
§4848. Ὅσοις ἐν τοῖσι καύσοισι τρόμοι ἐγγίνονται, παρακοπὴ λύει.
48. 稽留熱において震えが生じる人々においては、譫妄がそれを解決する。
§4949. Ὅσοις ἂν ἐν τοῖς πυρετοῖς τὰ ὦτα κωφωθῇ, τουτέοισι μὴ λυθέντος τοῦ πυρετοῦ μανῆναι ἀνάγκη·
49. 熱病において耳が聞こえなくなった人々においては、熱が解決しなければ、必然的に狂乱に陥る。
λύει δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα χολώδεα, ἢ δυσεντερίη ἐπιγενομένη, ἢ ὀδύνη ἰσχίων ἢ γονάτων.
しかし、鼻からの流血、あるいは胆汁質の便による腸の乱れ、あるいは下痢の併発、あるいは臀部や膝の痛みが、それを解決する。
§5050. Ὅσοισι πυρετοῖσι ῥῖγος ἐπιγίνεται, ὁ πυρετὸς λύεται.
50. 熱病に悪寒が併発する人々においては、熱は解決する。
§5151. Ὅσοισιν ὀδύναι γίνονται ἐξαπίνης, τὸ ὑποχόνδριον ἐπῆρται ἄνω·
51. 突然に痛みが起きる人々においては、季肋部が上方に腫れ上がっている。
καὶ ἐὰν περὶ τὴν νόθον πλευρὴν καὶ περὶ σκέλεα αἱ ὀδύναι γίνωνται, τουτέοισι λύσις φλεβοτομίη καὶ κάθαρσις κάτω·
そして、もし仮肋の周辺および脚に痛みが起きるなら、これらにおいては血管切開および下部の瀉下が解決となる。
οὐ γὰρ λαμβάνει πυρετὸς ἰσχυρὸς ἀδυνατούντων τῶν χωρίων.
なぜなら、それらの部位が衰弱しているときには、激しい熱は生じないからである。
§5252. Ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν ἢ κοιλίην ὑδατώδους ῥυέντος, λύσις.
52. 水腫を患う者において、水分が血管を通って膀胱または腸へと流れ出るなら、解決となる。
§5353. Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγίνηται ἰσχυρὴ, λύσις.
53. もし白色の粘液を患う者に激しい下痢が併発するなら、解決となる。
§5454. Ὑπὸ διαῤῥοίης ἐχομένῳ ἰσχυρῆς ἔμετος ἐπιγενόμενος ἀπὸ τοῦ αὐτομάτου λύσις.
54. 激しい下痢を患う者において、嘔吐が自発的に生じるなら、解決となる。
§5555. Ὅσοι ὑπὸ διαῤῥοίης πουλὺν χρόνον λαμβάνονται ξὺν βηχὶ, οὐκ ἀπαλλάσσονται, ἐὰν μὴ ὀδύναι ἰσχυραὶ ἐν τοῖς ποσὶν ἐμπέσωσιν·
55. 咳嗽を伴って長期間下痢を患っている人々は、足に激しい痛みが降りかからない限り、それから免れることはない。
ἢ βούλεται διαστροφὴ γίνεσθαι φύσιος, ἐπειδὰν μὴ διάῤῥοια ἴῃ, ἢ κενὴ διαχώρησις πρὸς πᾶσαν λάβῃ·
あるいは、下痢が流れないとき、あるいは完全な空虚な排便が起きるときには、体質の転換が起ころうとしている。
ἐπιγίνονται γὰρ φῦσαι ἔσωθεν οὖσαι·
なぜなら、内部からガスが併発するからである。
δῆλον τοίνυν οὐκ ἔχουσιν οὐδὲν ὑγρὸν, ὥστε προσφέρειν, εἰ δεῖ, σῖτα ἀσφαλῶς τῷ οὕτως ἔχοντι.
したがって、彼らには水分が全くないことは明らかであり、それゆえ、このような状態の者には、必要であれば、安全に食事を与えることができる。
§5656. Εἰλεοῦ ἐπιγενομένου, οἶνον ψυχρὸν δίδου πίνειν πουλὺν ἄκρατον κατ’ ὀλίγον, ἕως ὕπνος, ἢ σκελέων ὀδύνη γίνηται·
56. 腸閉塞が併発した場合には、冷たい純酒を、睡眠、あるいは脚の痛みが起きるまで、少しずつ多量に飲ませよ。
λύει δὲ καὶ πυρετὸς ἢ δυσεντερίη.
また、熱病や赤痢もこれを解決する。
§5757. Κεφαλὴν περιωδυνοῦντι καὶ νοσέοντι, πύου ῥέοντος ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὰς ῥῖνας, λύεται τὸ νόσημα.
57. 頭に激しい痛みがあり患っている者において、耳あるいは鼻から膿が流れ出るなら、病気は解決する。
§5858. Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαπίνης ὀδύναι ἐγγίνονται ἐν ταῖς κεφαλαῖς, καὶ παραχρῆμα ἄφωνοι γίνονται, καὶ ῥέγκουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέραις, ἐὰν μὴ πυρετὸς ἐπιλάβῃ.
58. 健康でありながら突然頭に痛みが起き、直ちに声を失って鼾をかく人々は、熱病が起きなければ、七日以内に死ぬ。
§5959. Κεφαλὴν περιωδυνέοντι σικύην πρόσβαλε, ὅ τι ἂν τῶν ἄνω χωρίων πονήσῃ·
59. 頭に激しい痛みがある者には、上部のどこの部位であれ、痛む場所に吸角をあてがえ。
λύει ὀδύνη ἐς ἰσχία καὶ γούνατα καὶ ἆσθμα, ὅ τι ἂν τουτέων γίνηται.
臀部や膝への痛み、および呼吸困難は、これらのうちいずれかが起きるなら、それを解決する。
§6060. Ὀφθαλμιῶντι ὑπὸ διαῤῥοίης ἁλῶναι ἀγαθόν.
60. 眼炎を患う者にとって、下痢にかかることは良いことである。
§6161. Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.
61. 痙攣または破傷風を患っている者において、熱病が併発することは、病気を解決する。
§6262. Ὑπὸ πυρετοῦ ἐχομένῳ σπασμὸς ἢν λάβῃ, παύεται ὁ πυρετὸς αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, ἢ τῇ τρίτῃ.
62. 熱病を患っている者において、痙攣が起きるなら、熱は当日、あるいは翌日、あるいは三日目に止む。
§6363. Ὁπόταν ξυντεταμένος τὰς χεῖρας καὶ τοὺς πόδας [ᾖ], μανίην ἐμποιέει.
63. 手や足が強直しているときは、精神錯乱を引き起こす。
§6464. Ἢν αἱ φλέβες σφύζωσιν αἱ ἐν ταῖς χερσὶ καὶ τὸ πρόσωπον ἐῤῥωμένον ᾖ, καὶ τὰ ὑποχόνδρια μὴ μαλακὰ, ἀλλὰ ἐπηρμένα ᾖ, χρονίη ἡ νοῦσος·
64. もし手にある血管が強く打ち、顔色に勢いがあり、季肋部が柔らかくなく腫れ上がっているなら、病気は長引く。
ἄνευ σπασμοῦ [οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν, ἢ ὀδύνης ἐς τὰ ἰσχία].
痙攣、あるいは鼻からの多量の出血、あるいは臀部への痛みなしには、解決しない。