Humanitext Reader

希波克拉底 · 论分利 §23-39

依排泄物变化与全身症状判断预后及复发

第 3 段,共 4 段 · 希腊语

内容简介

根据排泄物(尿、汗、便)的性质变化以及全身症状(脉搏、呼吸、失眠等),详细阐述了预测发热和破伤风预后(延长、致命或康复)及复发的诊断标准。

§2323. Οὖρον δὲ ἐὰν τοτὲ μὲν καθαρὸν οὐρηθῇ, τοτὲ δὲ ὑπόστημα ἔχον λευκόν τε καὶ λεῖον, χρονιώτερα καὶ ἧσσον ἀσφαλῆ ταῦτ’ ἐστὶ τοῦ βελτίστου οὔρου.
23. 关于尿液,如果排出的尿有时澄清,有时带有白色且光滑的沉淀物,则这比最优秀的尿液更长引且较不安全。
Ἐὰν πυῤῥὸν καὶ λεπτὸν ᾖ τὸ οὖρον πολὺν χρόνον, κίνδυνος μὴ οὐ δύνηται διαρκέσαι ὁ ἄνθρωπος, ἕως ἂν πεπανθῇ τὸ οὖρον· καὶ ἢν ἄλλως περιεσομένου σημεῖα ᾖ, προσδέχου τουτέοις ἀπόστασιν προσεσομένην ἐς τὰ κάτω τῶν φρενῶν χωρία.
如果尿液长期呈金黄色且稀薄,则存在患者无法撑到尿液成熟的危险;如果其他方面有其生存的征象,则应预料在这些患者中,病灶将转移到膈肌以下的部位。
§2424. Ἐν τοῖσι πυρετοῖσιν ἐὰν μεταβολὰς ἔχῃ τὸ οὖρον, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ ἀσθενέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ θάτερα.
24. 在发热中,如果尿液发生变化,则预示着病程长引,且患者必然会向恶化或相反(好转)的方向发生变化。
§2525. Ἢν ἀρχόμενα οὖρα μὴ ὅμοια ᾖ, ἀλλὰ γένηται παχέα ἐκ λεπτῶν καὶ παντελῶς λεπτὰ, δύσκριτα καὶ ἀβέβαια τὰ τοιαῦτα.
25. 如果起初的尿液不一致,而是从稀变稠,又变得完全稀薄,此类情况难以决定且不稳定。
§2626. Φυχροὶ ἱδρῶτες ξὺν μὲν ὀξεῖ πυρετῷ θανάσιμοι, ξὺν δὲ πρηυτέρῳ μῆκος σημαίνουσι τῆς νούσου.
26. 冷汗伴有急性发热是致命的,但伴有较温和的发热则预示着病程的延长。
§2727. Καὶ ὅκου τοῦ σώματος θερμὸν, ἢ ψυχρὸν, ὅπου τοῦτο ἔνι, ἐνταῦθα ἡ νοῦσος.
27. 无论身体的哪个部位有热或冷,凡是此症状存在的地方,疾病就在那里。
§2828. Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ ὀξεῖαι γίνονται, καὶ ἢν τὸ σῶμα ψύχηται, ἢ αὖθις θερμαίνηται, ἢ τὸ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλληται, μῆκος νούσου σημαίνουσιν.
28. 此外,若全身发生急剧的变化,身体时而变冷,时而重新变热,或者肤色不断变化,则预示着病程的延长。
§2929. Κἢν πυρέσσοντι ἱδρὼς ἐπιγένηται μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην σημαίνει.
29. 若发热患者在热不退的情况下出汗,则是坏事;因为病程会延长,且预示着湿气过盛。
§3030. Πυρέσσοντι ψυχροὶ ἱδρῶτες ἐπιγενόμενοι μακρὸν τὸν πυρετὸν σημαίνουσιν.
30. 发热患者出现冷汗,预示着发热将长期持续。
§3131. Ἱδρὼς πουλὺς ἀκρήτως γινόμενος ὑγιαίνοντι νόσον σημαίνει, θέρεος μὲν μείω, ψύξεως δὲ πλείω.
31. 健康人若无端出汗过多,预示着疾病,在夏天较轻,在寒冷时较重。
§3232. Οἷσι τὰ ὑποχωρήματα, ἐὰν ἐάσῃς ξυστῆναι, ὑφίσταται ὁκοῖον ξύσματα, ἢν ὀλίγα, ὀλίγη ἡ νοῦσος, ἢν πολλὰ, πολλή· τουτέοισι ξυμφέρει τὴν κοιλίην ἐπικλύζειν.
32. 凡是排泄物若任其沉淀,会产生类似刮屑的沉淀物的人,如果沉淀物少,则病情轻;如果多,则病情重;对这些人来说,灌肠是有益的。
Ὁκόσοις δὲ ἐν τῇ κάτω ὑποχωρήσει χολῆς μελαίνης ὕπεστιν, ἢν πλεῖον, πλείων ἡ νοῦσος, ἢν ἐλάσσω, ἐλάσσων.
而在下部排泄物中含有黑胆汁的人,若黑胆汁较多,则病情较重;若较少,则病情较轻。
§3333. Ἐὰν αἱ φλέβες σφύζωσι, καὶ τὸ πρόσωπον ἐῤῥωμένον ᾖ, καὶ τὰ ὑποχόνδρια μὴ λαπαρὰ, ἀλλὰ ἐπηρμένα, χρονίη ἡ νοῦσος, καὶ ἄνευ σπασμοῦ οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινέων ῥύσιος, ἢ ὀδύνης ἰσχυρῆς.
33. 如果血管搏动,面色红润有神,且肋下部不松软而是隆起,则病程长引,且非经痉挛、鼻腔大量出血或剧烈疼痛,疾病不能解除。
§3434. Καὶ οἱ παλμοὶ ἐν τῇσι χερσὶ πουλυχρονίου πυρετοῦ σημεῖον, ἢ κρίσεως ξυντόμου ἐπὶ τὸ κάκιον· καὶ ἐπὶ τούτων τὰ πλεῖστα ἅπερ ἐς θάνατον.
34. 双手的颤动是长期发热的征象,或是急速恶化的危象的征象;在这些情况下,大多数会导致死亡。
§3535. Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ἀπόλλυσθαι μέγιστα σημεῖα ἀπ’ ἀρχῆς γίνεται· δυσπνόητοι γάρ εἰσιν καὶ οὐ κοιμέονται τὰς νύκτας καὶ τὰ σημεῖα προφαίνουσιν ἐπικίνδυνα.
35. 对于那些将在极短时间内死亡的人,起初就会出现最严重的征象;因为他们呼吸困难,夜间不能入睡,并且表现出危险的征象。
§3636. Ξυνεχοῦς δὲ πυρετοῦ ἐὰν τεταρταῖος πονῆται καὶ ἑβδομῖος, καὶ μὴ κριθῇ ἑνδεκαταῖος, ὀλέθριος ὡς τὰ πολλὰ.
36. 在稽留热中,如果患者在第四天和第七天感到痛苦,且在第十一天未得解决,则大抵是致命的。
§3737. Ὅσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν ταῖς τέσσαρσιν ἡμέραις ἀπόλλυνται· ἢν δὲ ταύτας ἀποφύγωσιν, ὑγιέες γίνονται.
37. 患破伤风的人在四天内死亡;但如果能度过这些天,他们就会康复。
§3838. Ἐν τοῖσι καύσοισιν, ἐὰν ἐπιγένηται ἴκτερος καὶ λὺγξ πεμπταίῳ ἐόντι, θανατῶδες.
38. 在黑热病中,如果在第五天并发出黄疸和呃逆,则是致命的。
§3939. Ὑποστροφαὶ λαμβάνονται οἷς ἂν ἀπυρέτοισι γενομένοισιν ἀγρυπνίαι ἐῤῥωμέναι προσγίνωνται, ἢ ὕπνοι ταραχώδεες, ἢ ἀῤῥωστίη τοῦ σώματος, ἢ ἀλγήματα ἑνὸς ἑκάστου τῶν μελέων, καὶ ὅσοις ἂν οἱ πυρετοὶ παύσωνται, μήτε σημείων γενομένων λυτηρίων μήτ’ ἐν ἡμέρῃσι κρισίμῃσι·
39. 复发常发生于在退热后出现剧烈失眠、或睡眠紊乱、或身体虚弱、或各肢体疼痛的人,以及那些既无解热征象也非在临界日退热的人。
καὶ ἐὰν, ἐκλελοιπότος τοῦ πυρετοῦ καὶ ἱδρῶτος ἐπιγενομένου, πυῤῥὸν οὖρον οὐρήσῃ, λευκὴν ὑπόστασιν ἔχον, προσδέχου τούτοις ὑποστροφὴν πυρετοῦ αὐθημερόν· αὗται δὲ αἱ ὑποστροφαὶ πεμπταῖαι κρίνονται ἀκίνδυνοι.
如果退热且并发出汗后,排出了带有白色沉淀物的金黄色尿,则应预料这些患者在当天就会复发发热;而这些复发在第五天解决,是没有危险的。
Καὶ ἢν, κρίσιος ἐκγενομένης, οὖρον ἐρυθρὸν οὐρήσῃ ὑπόστασιν ἔχον ἐρυθρὴν, καὶ τουτέοις ὑποστροφὴ γίνεται τοῦ πυρετοῦ αὐθημερὸν, καὶ ὀλίγοι ἐκ ταύτης σώζονται.
而如果在危象发生后,排出了带有红色沉淀物的红色尿,则这些患者在当天也会复发发热,且其中很少有人能获救。
Ὅταν ὑποστρέφῃ ὁ καῦσος, τὰ πολλὰ καὶ ἐξιδροῖ καὶ ἢν ἡμέρας λάβῃ ὑποστρέψας ὅσας τὸ πρῶτον· ὑποτροπιάζει δὲ καὶ τρὶς [ὁ] πυρετὸς, ἢν μὴ περισσῇ ἡμέρῃ ἀφῇ ὑποτροπιάσας.
当黑热病复发时,大抵既会出汗,又在复发后持续与第一次相同的天数;而如果复发后发热不在奇数日退去,则发热还会复发第三次。
Τὰ πολλὰ ἐὰν, ἀπέπτων ἐόντον τῶν οὔρων, καὶ τῶν ἄλλων σημείων μὴ κατὰ λόγον ἐόντων, ἡ νοῦσος [μὴ] κρισίμῃ ἡμέρῃ [ἀφῇ,] ὑποτροπιάζει· ὁτὲ δὲ καὶ ὑποστρέφει ἐν κρισίμῃ ἡμέρῃ, τουτέων καταλειπομένων τοιούτων.
大抵如果尿液未熟且其他征象不合常理时,疾病若非在临界日退去,则会复发;有时如果遗留下此类状况,甚至会在临界日复发。

词汇与语法注释

  1. §23κίνδυνος μὴ οὐ δύνηται — 表达方式“κίνδυνος μὴ”后面接否定词“οὐ”及虚拟语气(δύνηται),表示否定的担忧,即“有……不能的危险”。这里的“μὴ οὐ”并不构成双重否定(即不表示肯定),而是由“μὴ”引导表示担忧的从句,而“οὐ”直接否定其后的动词。
  2. §23ἢν ἄλλως περιεσομένου σημεῖα ᾖ — “περιεσομένου”是动词“περιγίγνομαι”(生存、克服)的现在或将来分词单数属格阳性形式。这里最适合解释为属格独立(绝对属格)结构(“如果在其他方面有其生存的征象”),指代前一句中提到的患者(ὁ ἄνθρωπος)。
  3. §31ἀκρήτως — 副词“ἀκρήτως”字面意思是“无混合地”或“过度地”,但在希波克拉底文献的语境中,它常指“没有经历危象”或“无规则地”出现的症状。此处指在非正常的临界日、无序地排出的多量汗水。
  4. §39ἢν μὴ περισσῇ ἡμέρῃ ἀφῇ ὑποτροπιάσας — 与格短语“περισσῇ ἡμέρῃ”意为“在奇数日”。它修饰动词“ἀφῇ”(“ἀφίημι”的虚拟语气,此处作不及物动词,表示“消退”或“离开”,主语省略为“发热”),并伴有分词“ὑποτροπιάσας”,意为“除非复发后的发热在奇数日消退”。

引用这一段

希波克拉底, 论分利 §23-39. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg052.humanitext-grc1:23-39

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。