§1616. Ὀσφραίνεται δ’ ὁ ἐγκέφαλος ὑγρὸς ἐὼν αὐτὸς τῶν ξηρῶν, ἕλκων τὴν ὀδμὴν ξὺν τῷ ἠέρι διὰ τῶν βρογχίων ξηρῶν ἐόντων·
16. 脳自体は湿っているが、通路が乾燥しているときに、空気とともに臭いをその乾燥した通路を通じて引き寄せることで、乾燥したものの臭いを嗅ぐ。
προήκει γὰρ ὁ ἐγκέφαλος τῆς ῥινὸς ἐς τὰ κοῖλα·
というのも、脳は鼻の凹部(鼻腔)にまで突き出ているからである。
καὶ ταύτῃ αὐτῷ οὐκ ἔστιν ἐπίπροσθεν ὀστέον οὐδὲν, ἀλλὰ χόνδριον μαλακὸν ὅκως περ σπόγγος, οὔτε κρέας οὔτε ὀστέον.
そしてこの部分において、脳の前には骨はまったくなく、スポンジのような柔らかい軟骨があるだけで、肉も骨もない。
Καὶ ὅταν μὲν ξηρὰ ᾖ τὰ κοῖλα τῆς ῥινὸς, ὀσμᾶσθαι τῶν ξηροτέρων αὐτὸς ἑωυτοῦ ἀκριβέστερός ἐστιν·
そして、鼻の凹部が乾燥しているとき、脳は自分自身(の通常の状態)よりもいっそう正確に臭いを嗅ぐ。
ὕδατος γὰρ οὐκ ὀδμᾶται·
水は、腐敗しない限り、臭わない。
ὑγρότερον γάρ ἐστι τοῦ ἐγκεφάλου, ἐὰν μὴ σαπῇ·
なぜなら水は脳よりも湿っているからである。
σηπόμενον γὰρ τὸ ὕδωρ παχύτερον γίνεται καὶ τὰ ἄλλα πάντα·
水は腐敗すると、他のすべてのものと同様に、より濃厚になる。
ὁκόταν δὲ ὑγρανθέωσιν αἱ ῥῖνες, οὐ δύναται ὀσφραίνεσθαι·
しかし、鼻が湿ると、臭いを嗅ぐことができなくなる。
οὐ γὰρ τὸν ἠέρα ἕλκει αὐτὸς πρὸς ἑωυτόν.
脳自体が空気を自分の方へ引き寄せないからである。
Ταύτῃ δὲ καὶ ὅταν ἀποτήκῃ ὁ ἐγκέφαλος πλεῖστον αὐτὸς ἀφ’ ἑωυτοῦ ἐς τὴν ὑπερώην καὶ τὴν φάρυγγα καὶ τὸν πνεύμονα καὶ ἐς τὴν ἄλλην κοιλίην, γινώσκουσιν οἱ ἄνθρωποι καὶ φασὶ καταῤῥέειν ἐκ τῆς κεφαλῆς·
このため、脳自体が自分の中から口蓋や咽頭、肺、および他の空洞へと最も多く融解して流れ落ちるとき、人々はそれを知って、頭から流れ落ちている(カタルである)と言う。
καταῤῥέει δὲ καὶ ἐς τὸ ἄλλο σῶμα· καί ἐστι τροπὴ τῷ θερμῷ.
それは体の他の部分にも流れ落ちるのであり、それは熱による変化である。
§1717. Ὁρῇ δὲ διὰ τοῦτο·
17. 人が物を見るのは次の理由による。
ἀπὸ τοῦ ἐγκεφάλου τῆς μήνιγγος φλὲψ καθήκει ἐς τὸν ὀφθαλμὸν διὰ τοῦ ὀστέου ἑκάτερον·
脳の膜から脈管が骨を通って左右それぞれの眼に下りている。
διὰ ταύταιν ταῖν φλεβοῖν ἀπὸ τοῦ ἐγκεφάλου διηθέεται τὸ λεπτότατον τοῦ κολλωδεστάτου·
これら二つの脈管を通じて、脳から最も膠質のなかの最も細微な部分が濾過される。
καὶ διὰ τοῦτο αὐτὸ περὶ αὐτὸν δέρμα ποιέει τοιοῦτον οἷόν περ αὐτό ἐστι τὸ διαφανὲς τοῦ ὀφθαλμοῦ τὸ πρὸς τοῦ ἠέρος, πρὸς ὃ προσβάλλει τὰ πνεύματα, κατὰ τὸν αὐτὸν λόγον ὥσπερ περὶ τοῦ ἄλλου δέρματος ἔλεξα.
そしてこのために、その(濾過された)もの自体が、その周囲に、空気と接する眼の透明な部分のような皮膜を形成する。 その透明な部分に対して風が吹き付けるのであるが、これは私が他の皮膚について述べたのと同じ理由による。
Πολλὰ δὲ ταῦτ’ ἐστὶ τὰ δέρματα πρὸ τοῦ ὁρέοντος διαφανέα, ὁκοῖόν περ αὐτό ἐστιν·
見るものの手前には、このような透明な皮膜が、それ自体(見るもの)がそうであるかのように多く存在している。
τούτῳ γὰρ τῷ διαφανεῖ ἀνταυγέει τὸ φῶς καὶ τὰ λαμπρὰ πάντα·
この透明な部分によって、光やあらゆる輝かしいものが反射する。
τουτέῳ οὖν ὁρῇ τῷ ἀνταυγέοντι·
したがって、人はこの反射するものによって見るのである。
ὅ τι δὲ μὴ λαμπρόν ἐστι μηδὲ ἀνταυγεῖ, τουτέῳ οὐχ ὁρῇ·
輝かず、反射もしないものについては、人はそれによっては見ない。
τὸ δὲ ἄλλο τὸ περὶ τοὺς ὀφθαλμοὺς λευκὸν κρέας ἐστίν.
眼の周囲の他の部分は、白い肉である。
Ἡ δὲ κόρη καλεομένη τοῦ ὀφθαλμοῦ μέλαν φαίνεται διὰ τοῦτο, ὅτι ἐν βάθει ἐστὶ καὶ χιτῶνες περὶ αὐτὸ εἰσὶ μέλανες·
眼のいわゆる瞳孔が黒く見えるのは、それが奥深くにあり、その周囲の膜が黒いからである。
χιτῶνα δὲ καλέομεν τὸ ἐνεὸν ὥσπερ δέρμα·
私たちが膜と呼ぶのは、内側にある皮膚のようなものである。
ἔστι δὲ οὐ μέλαν ὄψει, ἀλλὰ λευκὸν διαφανές.
それは見た目には黒くなく、白く透明である。
Τὸ δὲ ὑγρὸν κολλῶδες·
その水分は膠質である。
πολλάκις γὰρ ὀπώπαμεν ἐπὶ συῤῥαγέντος ὀφθαλμοῦ ἐξιὸν ὑγρὸν κολλῶδες·
実際、眼が破れたときに、膠質の水分が流れ出るのを私たちはしばしば目にする。
κἢν μὲν ᾖ ἔτι θερμὸν, ὑγρόν ἐστιν· ἐπειδὰν δὲ ψυχθῇ, ἐγένετο ξηρὸν ὥσπερ λιβανωτὸς διαφανὴς, καὶ τῶν ἀνθρώπων καὶ τῶν θηρίων ὅμοιόν ἐστι.
それはまだ温かい間は液状であるが、冷えると、乳香のように乾燥して透明になり、人間のものでも獣のものでも同様である。
Τὸν δὲ ὀφθαλμὸν ἀνιᾷ πᾶν ὅ τι ἂν ἐμπέσῃ, καὶ τὰ πνεύματα προσβάλλοντα, καὶ τὰ ἄλλα ὅσα λαμπρότερα ἢ κατ’ αὐτόν ἐστι, καὶ εἴ τις ἐγχρίσει, διὰ τόδε, ὅτι ὁμόχροια ἔνυγρός ἐστιν, ὥσπερ τὸ στόμα καὶ ἡ γλῶσσα καὶ ἡ ἄλλη κοιλίη ἔνυγρά ἐστιν.
眼に入り込むあらゆるものや、吹き付ける風、また眼自体よりも輝かしい他のすべてのものは眼を苦しめ、薬を塗る場合も同様であるが、それは、口や舌、その他の空洞が湿っているのと同様に、眼も同質で湿っているからである。
§1818. Διαλέγεται δὲ διὰ τὸ πνεῦμα ἕλκων ἔσω ἐς πᾶν τὸ σῶμα, τὸ πλεῖστον δὲ ἐς τὰ κοῖλα αὐτὸς ἑωυτῷ·
18. 人が話すのは、息を体全体の中に、主に自分自身の空洞の中へと吸い込むからである。
αὐτὸ δὲ θύραζε ὠθεόμενον διὰ τὸ κενὸν ψόφον ποιέει·
その息が、空隙を通って外へと押し出されるときに音を出す。
ἡ κεφαλὴ γὰρ ἐπηχεῖ.
頭が響き渡るからである。
Ἡ δὲ γλῶσσα ἀρθροῖ προσβάλλουσα·
そして、舌が(さまざまな場所に)当たることで言葉を分節する。
ἐν τῷ φάρυγγι ἀποφράσσουσα καὶ προσβάλλουσα πρὸς τὴν ὑπερώην καὶ πρὸς τοὺς ὀδόντας ποιέει σαφηνίζειν·
舌が咽頭を塞ぎ、口蓋や歯に当たることで、言葉を明瞭にする。
ἢν δὲ μὴ ἡ γλώσση ἀρθροῖ προσβάλλουσα ἑκάστοτε, οὐκ ἂν σαφέως διαλέγοιτο, ἀλλ’ ᾗ ἕκαστα φύσει τὰ μονόφωνα.
もし舌がその都度当たって分節しなければ、明瞭に話すことはできず、それぞれの本来持つ単音だけを発することになるだろう。
Τεκμήριον δέ ἐστι τουτέῳ, οἱ κωφοὶ οἱ ἐκ γενεῆς οὐκ ἐπίστανται διαλέγεσθαι, ἀλλὰ τὰ μονόφωνα μοῦνον φωνέουσιν, οὐδ’ εἴ τις τὸ πνεῦμα ἐκπνεύσας πειρῷτο διαλέγεσθαι.
このことの証拠として、生まれつき耳の聞こえない人々は話すことを知らず、単音だけを発し、息を吐き出しながら話そうと試みても同様である。
Δῆλον δὲ τόδε·
次のことも明らかである。
οἱ ἄνθρωποι ὁκόταν βούλωνται μέγα φωνῆσαι, ἕλκοντες τὸ πνεῦμα τὸ ἔξω ὠθέουσι θύραζε καὶ φθέγγονται μέγα ὡς ἀντηχῇ τὸ πνεῦμα, ἔπειτα δὲ καταμαραίνεται τὸ φθέγμα·
人間は大声を出そうとするとき、息を吸い込んでから外へと押し出し、息が反響するように大声を発する。 その後、その声は衰えて消える。
καὶ οἱ κιθαρωδοὶ, ὁκόταν δέῃ αὐτοῖς μακροφωνέειν, ἐπ’ ἄκρον ἑλκύσαντες τὸ πνεῦμα ἔσω πουλὺ ἐκτείνουσι τὴν ἐκφορὰν καὶ φωνοῦσι καὶ φθέγγονται μέγα ὡς ἀντηχῶσι τῷ πνεύματι, ἐπὴν δὲ τὸ πνεῦμα ἐπιλίπῃ, καταπαύονται·
またキタラ弾きたちも、長く声を出す必要があるときは、息を限界まで深く吸い込み、息の放出を長く引き伸ばし、息に反響させるようにして大きな声を出し、発声する。 そして息が切れると、声を止める。
τουτέοισι δῆλον ὅτι τὸ πνεῦμά ἐστι τὸ φθεγγόμενον.
これらのことから、声を出すのは息であることが明らかである。
Εἶδον δὲ ἤδη οἳ, σφάξαντες ἑωυτοὺς, ἀπέταμον τὸν φάρυγγα παντάπασιν·
私は、自殺しようとして喉を完全に切り裂いた人々を見たことがある。
οὗτοι ζῶσι μὲν, φθέγγονται δὲ οὐδὲν, εἰ μή τις συλλάβῃ τὸν φάρυγγα·
彼らは生きているが、誰かがその喉を握り締めない限り、何も声を出せない。
οὗτοι δὲ φθέγγονται·
喉を握り締めると、彼らは声を出す。
δῆλον δὲ καὶ τούτῳ, ὅτι τὸ πνεῦμα οὐ δύναται, διατετμημένου τοῦ λάρυγγος, ἕλκειν ἔσω ἐς τὰ κοῖλα, ἀλλὰ κατὰ τὸ διατετμημένον ἐκπνέει.
このことからも、喉が切り裂かれていると、息を内側の空洞へと吸い込むことができず、切り裂かれた場所から息を吐き出してしまうためであることが明らかである。
Οὕτως ἔχει περὶ φωνῆς ἴσως καὶ διαλέξιος.
声と言葉については、おそらくこのような仕組みになっている。