← ヒポクラテス

肉質について

§16-18

嗅覚と視覚の成立および音声発話の仕組み

脳が乾燥した鼻の通路を通じて臭いを嗅ぐ仕組みやカタル現象を説明し、次いで脳から眼への脈管濾過による視覚の成立、最後に呼吸と舌の動きが関与する音声発話のメカニズムを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16

​16. Ὀσφραίνεται δ’ ὁ ἐγκέφαλος ὑγρὸς ἐὼν αὐτὸς τῶν ξηρῶν, ἕλκων τὴν ὀδμὴν ξὺν τῷ ἠέρι διὰ τῶν βρογχίων ξηρῶν ἐόντων· προήκει γὰρ ὁ ἐγκέφαλος τῆς ῥινὸς ἐς τὰ κοῖλα· καὶ ταύτῃ αὐτῷ οὐκ ἔστιν ἐπίπροσθεν ὀστέον οὐδὲν, ἀλλὰ χόνδριον μαλακὸν ὅκως περ σπόγγος, οὔτε κρέας οὔτε ὀστέον. Καὶ ὅταν μὲν ξηρὰ ᾖ τὰ κοῖλα τῆς ῥινὸς, ὀσμᾶσθαι τῶν ξηροτέρων αὐτὸς ἑωυτοῦ ἀκριβέστερός ἐστιν· ὕδατος γὰρ οὐκ ὀδμᾶται· ὑγρότερον γάρ ἐστι τοῦ ἐγκεφάλου, ἐὰν μὴ σαπῇ· σηπόμενον γὰρ τὸ ὕδωρ παχύτερον γίνεται καὶ τὰ ἄλλα πάντα· ὁκόταν δὲ ὑγρανθέωσιν αἱ ῥῖνες, οὐ δύναται ὀσφραίνεσθαι· οὐ γὰρ τὸν ἠέρα ἕλκει αὐτὸς πρὸς ἑωυτόν. Ταύτῃ δὲ καὶ ὅταν ἀποτήκῃ ὁ ἐγκέφαλος πλεῖστον αὐτὸς ἀφ’ ἑωυτοῦ1 ἐς τὴν ὑπερώην καὶ τὴν φάρυγγα καὶ τὸν πνεύμονα καὶ ἐς τὴν ἄλλην κοιλίην, γινώσκουσιν οἱ ἄνθρωποι καὶ φασὶ καταῤῥέειν ἐκ τῆς κεφαλῆς· καταῤῥέει δὲ καὶ ἐς τὸ ἄλλο σῶμα· καί ἐστι τροπὴ2 τῷ θερμῷ.

​16. 脳自体は湿っているが、通路が乾燥しているときに、空気とともに臭いをその乾燥した通路を通じて引き寄せることで、乾燥したものの臭いを嗅ぐ。というのも、脳は鼻の凹部(鼻腔)にまで突き出ているからである。そしてこの部分において、脳の前には骨はまったくなく、スポンジのような柔らかい軟骨があるだけで、肉も骨もない。そして、鼻の凹部が乾燥しているとき、脳は自分自身(の通常の状態)よりもいっそう正確に臭いを嗅ぐ。水は、腐敗しない限り、臭わない。なぜなら水は脳よりも湿っているからである。水は腐敗すると、他のすべてのものと同様に、より濃厚になる。しかし、鼻が湿ると、臭いを嗅ぐことができなくなる。脳自体が空気を自分の方へ引き寄せないからである。このため、脳自体が自分の中から口蓋や咽頭、肺、および他の空洞へと最も多く融解して流れ落ちるとき、人々はそれを知って、頭から流れ落ちている(カタルである)と言う。それは体の他の部分にも流れ落ちるのであり、それは熱による変化である。

§17

​17. Ὁρῇ δὲ διὰ τοῦτο· ἀπὸ τοῦ ἐγκεφάλου τῆς μήνιγγος φλὲψ καθήκει ἐς τὸν ὀφθαλμὸν διὰ τοῦ ὀστέου ἑκάτερον· διὰ ταύταιν ταῖν φλεβοῖν3 ἀπὸ τοῦ ἐγκεφάλου διηθέεται τὸ λεπτότατον τοῦ κολλωδεστάτου· καὶ διὰ τοῦτο αὐτὸ περὶ αὐτὸν δέρμα ποιέει τοιοῦτον οἷόν περ αὐτό ἐστι τὸ διαφανὲς τοῦ ὀφθαλμοῦ τὸ πρὸς τοῦ ἠέρος, πρὸς ὃ προσβάλλει τὰ πνεύματα, κατὰ τὸν αὐτὸν λόγον ὥσπερ περὶ τοῦ ἄλλου δέρματος ἔλεξα. Πολλὰ δὲ ταῦτ’ ἐστὶ τὰ δέρματα πρὸ τοῦ ὁρέοντος4 διαφανέα, ὁκοῖόν περ αὐτό ἐστιν· τούτῳ γὰρ τῷ διαφανεῖ ἀνταυγέει τὸ φῶς καὶ τὰ λαμπρὰ πάντα· τουτέῳ οὖν ὁρῇ τῷ ἀνταυγέοντι· ὅ τι δὲ μὴ λαμπρόν ἐστι μηδὲ ἀνταυγεῖ, τουτέῳ οὐχ ὁρῇ· τὸ δὲ ἄλλο τὸ περὶ τοὺς ὀφθαλμοὺς λευκὸν κρέας ἐστίν. Ἡ δὲ κόρη καλεομένη τοῦ ὀφθαλμοῦ μέλαν φαίνεται διὰ τοῦτο, ὅτι ἐν βάθει ἐστὶ καὶ χιτῶνες περὶ αὐτὸ εἰσὶ μέλανες· χιτῶνα δὲ καλέομεν τὸ ἐνεὸν ὥσπερ δέρμα· ἔστι δὲ οὐ μέλαν ὄψει, ἀλλὰ λευκὸν διαφανές. Τὸ δὲ ὑγρὸν κολλῶδες· πολλάκις γὰρ ὀπώπαμεν ἐπὶ συῤῥαγέντος ὀφθαλμοῦ ἐξιὸν ὑγρὸν κολλῶδες· κἢν μὲν ᾖ ἔτι θερμὸν, ὑγρόν ἐστιν· ἐπειδὰν δὲ ψυχθῇ, ἐγένετο ξηρὸν ὥσπερ λιβανωτὸς διαφανὴς, καὶ τῶν ἀνθρώπων καὶ τῶν θηρίων ὅμοιόν ἐστι. Τὸν δὲ ὀφθαλμὸν ἀνιᾷ πᾶν ὅ τι ἂν ἐμπέσῃ, καὶ τὰ πνεύματα προσβάλλοντα, καὶ τὰ ἄλλα ὅσα λαμπρότερα ἢ κατ’ αὐτόν ἐστι, καὶ εἴ τις ἐγχρίσει, διὰ τόδε, ὅτι ὁμόχροια ἔνυγρός ἐστιν, ὥσπερ τὸ στόμα καὶ ἡ γλῶσσα καὶ ἡ ἄλλη κοιλίη ἔνυγρά ἐστιν.

​17. 人が物を見るのは次の理由による。脳の膜から脈管が骨を通って左右それぞれの眼に下りている。これら二つの脈管を通じて、脳から最も膠質のなかの最も細微な部分が濾過される。そしてこのために、その(濾過された)もの自体が、その周囲に、空気と接する眼の透明な部分のような皮膜を形成する。その透明な部分に対して風が吹き付けるのであるが、これは私が他の皮膚について述べたのと同じ理由による。見るものの手前には、このような透明な皮膜が、それ自体(見るもの)がそうであるかのように多く存在している。この透明な部分によって、光やあらゆる輝かしいものが反射する。したがって、人はこの反射するものによって見るのである。輝かず、反射もしないものについては、人はそれによっては見ない。眼の周囲の他の部分は、白い肉である。眼のいわゆる瞳孔が黒く見えるのは、それが奥深くにあり、その周囲の膜が黒いからである。私たちが膜と呼ぶのは、内側にある皮膚のようなものである。それは見た目には黒くなく、白く透明である。その水分は膠質である。実際、眼が破れたときに、膠質の水分が流れ出るのを私たちはしばしば目にする。それはまだ温かい間は液状であるが、冷えると、乳香のように乾燥して透明になり、人間のものでも獣のものでも同様である。眼に入り込むあらゆるものや、吹き付ける風、また眼自体よりも輝かしい他のすべてのものは眼を苦しめ、薬を塗る場合も同様であるが、それは、口や舌、その他の空洞が湿っているのと同様に、眼も同質で湿っているからである。

§18

​18. Διαλέγεται δὲ διὰ τὸ πνεῦμα ἕλκων ἔσω ἐς πᾶν τὸ σῶμα, τὸ πλεῖστον δὲ ἐς τὰ κοῖλα αὐτὸς ἑωυτῷ· αὐτὸ δὲ θύραζε ὠθεόμενον διὰ τὸ κενὸν ψόφον ποιέει· ἡ κεφαλὴ γὰρ ἐπηχεῖ. Ἡ δὲ γλῶσσα ἀρθροῖ προσβάλλουσα· ἐν τῷ φάρυγγι ἀποφράσσουσα καὶ προσβάλλουσα πρὸς τὴν ὑπερώην καὶ πρὸς τοὺς ὀδόντας ποιέει σαφηνίζειν· ἢν δὲ μὴ ἡ γλώσση ἀρθροῖ προσβάλλουσα ἑκάστοτε, οὐκ ἂν σαφέως διαλέγοιτο, ἀλλ’ ᾗ ἕκαστα φύσει τὰ μονόφωνα.5 Τεκμήριον δέ ἐστι τουτέῳ, οἱ κωφοὶ οἱ ἐκ γενεῆς οὐκ ἐπίστανται διαλέγεσθαι, ἀλλὰ τὰ μονόφωνα μοῦνον φωνέουσιν, οὐδ’ εἴ τις τὸ πνεῦμα ἐκπνεύσας πειρῷτο διαλέγεσθαι. Δῆλον δὲ τόδε· οἱ ἄνθρωποι ὁκόταν βούλωνται μέγα φωνῆσαι, ἕλκοντες τὸ πνεῦμα τὸ ἔξω ὠθέουσι θύραζε καὶ φθέγγονται μέγα ὡς ἀντηχῇ τὸ πνεῦμα, ἔπειτα δὲ καταμαραίνεται τὸ φθέγμα· καὶ οἱ κιθαρωδοὶ, ὁκόταν δέῃ αὐτοῖς μακροφωνέειν, ἐπ’ ἄκρον ἑλκύσαντες τὸ πνεῦμα ἔσω πουλὺ ἐκτείνουσι τὴν ἐκφορὰν καὶ φωνοῦσι καὶ φθέγγονται μέγα ὡς ἀντηχῶσι τῷ πνεύματι, ἐπὴν δὲ τὸ πνεῦμα ἐπιλίπῃ, καταπαύονται· τουτέοισι δῆλον ὅτι τὸ πνεῦμά ἐστι τὸ φθεγγόμενον. Εἶδον δὲ ἤδη οἳ, σφάξαντες ἑωυτοὺς, ἀπέταμον τὸν φάρυγγα παντάπασιν· οὗτοι ζῶσι μὲν, φθέγγονται δὲ οὐδὲν, εἰ μή τις συλλάβῃ τὸν φάρυγγα·6 οὗτοι δὲ φθέγγονται· δῆλον δὲ καὶ τούτῳ, ὅτι τὸ πνεῦμα οὐ δύναται, διατετμημένου τοῦ λάρυγγος, ἕλκειν ἔσω ἐς τὰ κοῖλα, ἀλλὰ κατὰ τὸ διατετμημένον ἐκπνέει. Οὕτως ἔχει περὶ φωνῆς ἴσως καὶ διαλέξιος.

​18. 人が話すのは、息を体全体の中に、主に自分自身の空洞の中へと吸い込むからである。その息が、空隙を通って外へと押し出されるときに音を出す。頭が響き渡るからである。そして、舌が(さまざまな場所に)当たることで言葉を分節する。舌が咽頭を塞ぎ、口蓋や歯に当たることで、言葉を明瞭にする。もし舌がその都度当たって分節しなければ、明瞭に話すことはできず、それぞれの本来持つ単音だけを発することになるだろう。このことの証拠として、生まれつき耳の聞こえない人々は話すことを知らず、単音だけを発し、息を吐き出しながら話そうと試みても同様である。次のことも明らかである。人間は大声を出そうとするとき、息を吸い込んでから外へと押し出し、息が反響するように大声を発する。その後、その声は衰えて消える。またキタラ弾きたちも、長く声を出す必要があるときは、息を限界まで深く吸い込み、息の放出を長く引き伸ばし、息に反響させるようにして大きな声を出し、発声する。そして息が切れると、声を止める。これらのことから、声を出すのは息であることが明らかである。私は、自殺しようとして喉を完全に切り裂いた人々を見たことがある。彼らは生きているが、誰かがその喉を握り締めない限り、何も声を出せない。喉を握り締めると、彼らは声を出す。このことからも、喉が切り裂かれていると、息を内側の空洞へと吸い込むことができず、切り裂かれた場所から息を吐き出してしまうためであることが明らかである。声と言葉については、おそらくこのような仕組みになっている。

構文注6 件
  1. 16ἀκριβέστερός ἐστιν αὐτὸς ἑωυτοῦ

    比較級と再帰代名詞属格の組み合わせによる慣用的な表現。ある対象が「普段の自分自身に比べて、あるいは他の状態の時と比べて、よりいっそう正確である」ことを示す。

  2. 16τροπή

    「変化」または「転化」を意味する。熱の作用によって脳の物質が溶け出し、体液(カタル)へと物理的な性質を変化させる過程を指している。

  3. 17διὰ ταύταιν ταῖν φλεβοῖν

    指示代名詞および名詞がともに双数形属格をとっている。脳から左右の二つの眼へとそれぞれ下りていく、一対の脈管を明確に指示している。

  4. 17ὁρέοντος

    能動態現在分詞中性単数属格形(イオン方言)。ここでは名詞的に用いられており、「見るもの」あるいは「視力を持つ実体・器官」を指している。

  5. 18τὰ μονόφωνα

    「単音」「単純な音」を意味する。舌による接触や調節を伴わずに発せられる、分節化されていない自然な母音や単純な音声を指す。

  6. 18εἰ μή τις συλλάβῃ τὸν φάρυγγα

    一般条件または将来想定される状況を導く接続法。通常、古典期アッティカ散文では ἐάν +接続法となるが、ここでは conditional 小辞 ἄν を伴わない εἰ +接続法が用いられている(詩や古い方言、医学散文に見られる特徴)。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0627.tlg043.humanitext-grc1:16-18