§1616. Ὀσφραίνεται δ’ ὁ ἐγκέφαλος ὑγρὸς ἐὼν αὐτὸς τῶν ξηρῶν, ἕλκων τὴν ὀδμὴν ξὺν τῷ ἠέρι διὰ τῶν βρογχίων ξηρῶν ἐόντων·
16. 大脑自身虽然是湿润的,但当通道干燥时,它通过干燥的通道将气味与空气一同吸入,从而闻到干燥事物的气味。
προήκει γὰρ ὁ ἐγκέφαλος τῆς ῥινὸς ἐς τὰ κοῖλα·
因为大脑一直延伸到鼻腔的空腔中。
καὶ ταύτῃ αὐτῷ οὐκ ἔστιν ἐπίπροσθεν ὀστέον οὐδὲν, ἀλλὰ χόνδριον μαλακὸν ὅκως περ σπόγγος, οὔτε κρέας οὔτε ὀστέον.
在这一部分,它的前方没有任何骨头,只有像海绵一样柔软的软骨,既非肌肉也非骨头。
Καὶ ὅταν μὲν ξηρὰ ᾖ τὰ κοῖλα τῆς ῥινὸς, ὀσμᾶσθαι τῶν ξηροτέρων αὐτὸς ἑωυτοῦ ἀκριβέστερός ἐστιν· ὕδατος γὰρ οὐκ ὀδμᾶται· ὑγρότερον γάρ ἐστι τοῦ ἐγκεφάλου, ἐὰν μὴ σαπῇ·
当鼻腔干燥时,大脑闻味比其自身平常状态更加准确;因为水是闻不到气味的,除非水腐败,因为水比大脑更湿润。
σηπόμενον γὰρ τὸ ὕδωρ παχύτερον γίνεται καὶ τὰ ἄλλα πάντα·
水腐败时会变稠,其他所有事物也是如此。
ὁκόταν δὲ ὑγρανθέωσιν αἱ ῥῖνες, οὐ δύναται ὀσφραίνεσθαι· οὐ γὰρ τὸν ἠέρα ἕλκει αὐτὸς πρὸς ἑωυτόν.
但每当鼻腔变湿润时,它就无法闻到气味;因为它无法将空气吸向自身。
Ταύτῃ δὲ καὶ ὅταν ἀποτήκῃ ὁ ἐγκέφαλος πλεῖστον αὐτὸς ἀφ’ ἑωυτοῦ ἐς τὴν ὑπερώην καὶ τὴν φάρυγγα καὶ τὸν πνεύμονα καὶ ἐς τὴν ἄλλην κοιλίην, γινώσκουσιν οἱ ἄνθρωποι καὶ φασὶ καταῤῥέειν ἐκ τῆς κεφαλῆς· καταῤῥέει δὲ καὶ ἐς τὸ ἄλλο σῶμα· καί ἐστι τροπὴ τῷ θερμῷ.
由于这个原因,当大脑自身最大量地熔化并从自身流向口盖、咽喉、肺部以及其他体腔时,人们会意识到这一点,并说这是从头部流下来的(即感冒流涕);它也会流向身体的其他部分,这是由于热引起的转化。
§1717. Ὁρῇ δὲ διὰ τοῦτο· ἀπὸ τοῦ ἐγκεφάλου τῆς μήνιγγος φλὲψ καθήκει ἐς τὸν ὀφθαλμὸν διὰ τοῦ ὀστέου ἑκάτερον·
17. 人之所以能看见,原因如下:从脑膜有一条脉管穿过骨头下降到左右两眼。
διὰ ταύταιν ταῖν φλεβοῖν ἀπὸ τοῦ ἐγκεφάλου διηθέεται τὸ λεπτότατον τοῦ κολλωδεστάτου·
通过这两条脉管,最粘稠之物中最细微的部分从大脑中过滤出来。
καὶ διὰ τοῦτο αὐτὸ περὶ αὐτὸν δέρμα ποιέει τοιοῦτον οἷόν περ αὐτό ἐστι τὸ διαφανὲς τοῦ ὀφθαλμοῦ τὸ πρὸς τοῦ ἠέρος, πρὸς ὃ προσβάλλει τὰ πνεύματα, κατὰ τὸν αὐτὸν λόγον ὥσπερ περὶ τοῦ ἄλλου δέρματος ἔλεξα.
因此,该物质自身在周围形成了一层皮膜,就像眼朝向空气的透明部分(风吹拂其上)一样,这与我对其他皮肤所解释的道理相同。
Πολλὰ δὲ ταῦτ’ ἐστὶ τὰ δέρματα πρὸ τοῦ ὁρέοντος διαφανέα, ὁκοῖόν περ αὐτό ἐστιν· τούτῳ γὰρ τῷ διαφανεῖ ἀνταυγέει τὸ φῶς καὶ τὰ λαμπρὰ πάντα·
在视力器官的前方有许多这样透明的皮膜,正如它自身一样;因为光线和所有明亮的事物都通过这个透明的部分反射。
τουτέῳ οὖν ὁρῇ τῷ ἀνταυγέοντι· ὅ τι δὲ μὴ λαμπρόν ἐστι μηδὲ ἀνταυγεῖ, τουτέῳ οὐχ ὁρῇ·
因此,人是通过这个反射的部分来看见的;对于不亮、不反射的事物,人就看不见。
τὸ δὲ ἄλλο τὸ περὶ τοὺς ὀφθαλμοὺς λευκὸν κρέας ἐστίν.
眼周围的其他部分是白色的肌肉。
Ἡ δὲ κόρη καλεομένη τοῦ ὀφθαλμοῦ μέλαν φαίνεται διὰ τοῦτο, ὅτι ἐν βάθει ἐστὶ καὶ χιτῶνες περὶ αὐτὸ εἰσὶ μέλανες· χιτῶνα δὲ καλέομεν τὸ ἐνεὸν ὥσπερ δέρμα·
所谓的瞳孔看起来是黑色的,原因在于它处于深处,且周围的膜是黑色的;我们所说的“膜”是指内部像皮肤一样的物质。
ἔστι δὲ οὐ μέλαν ὄψει, ἀλλὰ λευκὸν διαφανές.
但它在视觉上并不是黑色的,而是白色且透明的。
Τὸ δὲ ὑγρὸν κολλῶδες· πολλάκις γὰρ ὀπώπαμεν ἐπὶ συῤῥαγέντος ὀφθαλμοῦ ἐξιὸν ὑγρὸν κολλῶδες·
其液体是粘稠的;因为我们经常看到眼破裂时流出粘稠的液体。
κἢν μὲν ᾖ ἔτι θερμὸν, ὑγρόν ἐστιν· ἐπειδὰν δὲ ψυχθῇ, ἐγένετο ξηρὸν ὥσπερ λιβανωτὸς διαφανὴς, καὶ τῶν ἀνθρώπων καὶ τῶν θηρίων ὅμοιόν ἐστι.
当它还温热时是液态的;而一旦冷却,就会变得像透明的乳香一样干燥,人类和野兽的都是如此。
Τὸν δὲ ὀφθαλμὸν ἀνιᾷ πᾶν ὅ τι ἂν ἐμπέσῃ, καὶ τὰ πνεύματα προσβάλλοντα, καὶ τὰ ἄλλα ὅσα λαμπρότερα ἢ κατ’ αὐτόν ἐστι, καὶ εἴ τις ἐγχρίσει, διὰ τόδε, ὅτι ὁμόχροια ἔνυγρός ἐστιν, ὥσπερ τὸ στόμα καὶ ἡ γλῶσσα καὶ ἡ ἄλλη κοιλίη ἔνυγρά ἐστιν.
任何掉入眼中的东西、吹拂的风、以及其他比眼自身更亮的一切都会使眼痛苦,涂抹眼药时也是如此,原因在于眼与它们同色且湿润,正如口、舌和其他体腔是湿润的一样。
§1818. Διαλέγεται δὲ διὰ τὸ πνεῦμα ἕλκων ἔσω ἐς πᾶν τὸ σῶμα, τὸ πλεῖστον δὲ ἐς τὰ κοῖλα αὐτὸς ἑωυτῷ·
18. 人之所以能说话,是因为将气息吸入整个身体,主要是吸入自身的空腔中。
αὐτὸ δὲ θύραζε ὠθεόμενον διὰ τὸ κενὸν ψόφον ποιέει· ἡ κεφαλὴ γὰρ ἐπηχεῖ.
当这股气息穿过空隙被向外推走时,便发出了声音;因为头部会产生共鸣。
Ἡ δὲ γλῶσσα ἀρθροῖ προσβάλλουσα· ἐν τῷ φάρυγγι ἀποφράσσουσα καὶ προσβάλλουσα πρὸς τὴν ὑπερώην καὶ πρὸς τοὺς ὀδόντας ποιέει σαφηνίζειν·
而舌头通过碰撞来使声音清晰;它通过封闭咽喉、碰撞口盖和牙齿来使言语清晰。
ἢν δὲ μὴ ἡ γλώσση ἀρθροῖ προσβάλλουσα ἑκάστοτε, οὐκ ἂν σαφέως διαλέγοιτο, ἀλλ’ ᾗ ἕκαστα φύσει τὰ μονόφωνα.
如果舌头每次不通过碰撞来使声音清晰,人就无法清晰地说话,而只能发出每个字母自然具有的单音。
Τεκμήριον δέ ἐστι τουτέῳ, οἱ κωφοὶ οἱ ἐκ γενεῆς οὐκ ἐπίστανται διαλέγεσθαι, ἀλλὰ τὰ μονόφωνα μοῦνον φωνέουσιν, οὐδ’ εἴ τις τὸ πνεῦμα ἐκπνεύσας πειρῷτο διαλέγεσθαι.
关于这一点的证据是,先天失聪的人不会说话,而只能发出单音,即使有人试图像吐出全部气息那样去说话也是如此。
Δῆλον δὲ τόδε· οἱ ἄνθρωποι ὁκόταν βούλωνται μέγα φωνῆσαι, ἕλκοντες τὸ πνεῦμα τὸ ἔξω ὠθέουσι θύραζε καὶ φθέγγονται μέγα ὡς ἀντηχῇ τὸ πνεῦμα, ἔπειτα δὲ καταμαραίνεται τὸ φθέγμα·
这一点显而易见:当人们想要大声叫喊时,会吸入气息然后向外推送,并大声发音以使气息反响,随后声音便会减弱消逝。
καὶ οἱ κιθαρωδοὶ, ὁκόταν δέῃ αὐτοῖς μακροφωνέειν, ἐπ’ ἄκρον ἑλκύσαντες τὸ πνεῦμα ἔσω πουλὺ ἐκτείνουσι τὴν ἐκφορὰν καὶ φωνοῦσι καὶ φθέγγονται μέγα ὡς ἀντηχῶσι τῷ πνεύματι, ἐπὴν δὲ τὸ πνεῦμα ἐπιλίπῃ, καταπαύονται·
琴手们需要拉长声音时,也会将气息吸到极点,使气息的排出拉得很长,大声歌唱和发音以使气息反响,而当气息不足时,他们便停止。
τουτέοισι δῆλον ὅτι τὸ πνεῦμά ἐστι τὸ φθεγγόμενον.
通过这些可以清楚地看到,气息是发出声音的物质。
Εἶδον δὲ ἤδη οἳ, σφάξαντες ἑωυτοὺς, ἀπέταμον τὸν φάρυγγα παντάπασιν· οὗτοι ζῶσι μὲν, φθέγγονται δὲ οὐδὲν, εἰ μή τις συλλάβῃ τὸν φάρυγγα· οὗτοι δὲ φθέγγονται·
我曾见过有人试图自杀而完全切断了咽喉;这些人虽然活着,但什么也说不出来,除非有人把咽喉捏合在一起,他们才能说话。
δῆλον δὲ καὶ τούτῳ, ὅτι τὸ πνεῦμα οὐ δύναται, διατετμημένου τοῦ λάρυγγος, ἕλκειν ἔσω ἐς τὰ κοῖλα, ἀλλὰ κατὰ τὸ διατετμημένον ἐκπνέει.
通过这一点也显而易见,当喉部被切断时,人无法将气息向内吸入体腔,而是从切口处呼出。
Οὕτως ἔχει περὶ φωνῆς ἴσως καὶ διαλέξιος.
关于声音和言语,情况大概就是这样。