§1313. Διὰ δὲ τοῦτο φύονται οἱ ὀδόντες ὕστερον τῶν ἄλλων·
13. 歯が他の部位よりも後に生じるのは次の理由による。
ἐν τῇ γνάθῳ φλέβες εἰσὶ τῇ κάτω κοῖλαι, καὶ μούνοισι τῶν ὀστέων αὗται τὴν τροφὴν παρέχουσι τῷ ὀστέῳ·
下顎には中空の脈管があり、骨のうちでこれら(の脈管)だけがその骨に栄養を供給している。
τὰ δὲ ὀστέα τοιαύτην αὔξησιν ὁποῖά πέρ ἐστι, καὶ τὰ ἄλλα δὲ πάντα τοιαύτην ἀποδίδωσιν αὔξησιν, ὁποῖα αὐτά ἐστιν·
そして骨はそれ自体がどのようなものであるかに応じた成長をもたらし、他のすべてのものも、それ自体がどのようなものであるかに応じた成長を還元するのである。
καὶ γὰρ αἱ φλέβες αἱ ἐκ τῆς νηδύος καὶ τῶν ἐντέρων, εἰς ἃ συλλέγεται τὰ σιτία καὶ τὰ ποτὰ, ἐπειδὰν θερμανθῇ ταῦτα, ἕλκουσι τὸ λεπτότατον καὶ τὸ ὑγρότατον·
実際、胃や腸(そこには食物や飲み物が集まる)からの脈管は、これらが温められると、最も細微で最も液状の部分を吸い上げる。
τὸ δὲ παχύτατον αὐτέου καταλείπεται, καὶ γίνεται κόπρος ἐν τοῖσιν ἐντέροισι τοῖσι κάτω·
そのうちの最も濃厚な部分は取り残されて下部の大腸において糞便となる。
τὸ δὲ λεπτότατον αἱ φλέβες ἕλκουσιν ἐκ τῆς νηδύος καὶ τῶν ἐντέρων τῶν ἄνωθεν τῆς νήστιος, θερμαινομένων τῶν σιτίων·
一方、最も細微な部分は、食物が温められる間に、脈管が胃や空腸の上部の腸から吸い上げるのである。
ἐπὴν δὲ περήσῃ τὴν νῆστιν, ἐς τὰ κάτω ἔντερα ξυνεστράφη, καὶ κόπρος ἐγένετο·
そして食物が空腸を通過すると、下部の大腸へと集まって糞便となる。
ἡ δὲ τροφὴ ἐπειδὰν ἀφίκηται ἐς ἕκαστον, τοιαύτην ἀπέδωκε τὴν εἰδέην ἑκάστου ὁκοία περ ἦν·
栄養はそれぞれの部位に到達すると、各部位がもともと持っていた通りの姿(特性)を還元する。
ἀρδόμενα γὰρ ὑπὸ τῆς τροφῆς αὔξεται ἕκαστα, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ κολλῶδες καὶ τὸ λιπαρὸν καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ ὀστέα καὶ τὰ ἄλλα ξύμπαντα ὁκόσα ἐν τῷ ἀνθρώπῳ ἔνι.
なぜなら、栄養によって潤されることで、熱いもの、冷たいもの、粘着性のもの、脂肪分、甘いもの、苦いもの、骨、および人間の内にある他のすべてのものがそれぞれ成長するからである。
Διὰ τοῦτο ὕστερον οἱ ὀδόντες φύονται·
このために歯は後から生じる。
εἴρηται δέ μοι καὶ πρότερον ὅτι μοῦναι τῶν ὀστέων αἱ γνάθοι φλέβας ἔχουσιν αὐταὶ ἐν ἑωυταῖσι·
私が前にも述べたように、骨の中で顎だけが自らの中に脈管を持っている。
καὶ διὰ τοῦτο τροφὴ ἕλκεται πλέον ἢ ἐς τὰ ἄλλα ὀστέα.
そしてこのために、他の骨に対するよりも多くの栄養が吸い上げられる。
Καὶ πλέονα τὴν τροφὴν ἔχοντα καὶ ἀθροωτέρην τὴν ἐπιῤῥοὴν, ἀποτίκτει αὔξησιν αὐτὰ ἀφ’ ἑαυτέων τοιαύτην οἷά πέρ ἐστιν αὐτὰ, τέως ἄν περ καὶ ἄνθρωπος οὖλος αὐξάνηται.
そして、より多くの栄養を持ち、より集中した流入を得ることで、それら(顎の骨)は、人間全体が成長する間、それ自体がどのようなものであるかに応じた成長を自らから生み出すのである。
Αὐξάνεται δὲ ἐπὴν γένηται ἐπίδηλος·
そして成長は、それが目に見えるようになるときに進む。
ἐπίδηλος δὲ μάλιστα γίνεται ἀπὸ ἑπταετέος μέχρι τεσσαρεσκαιδεκαετέος, καὶ ἐν τουτέῳ τῷ χρόνῳ οἵ τε μέγιστοι τῶν ὀδόντων φύονται καὶ ἄλλοι πάντες, ἐπὴν ἐκπέσωσιν οἳ ἐγένοντο ἀπὸ τῆς τροφῆς τῆς ἐν τῇ μήτρῃ.
それは特に7歳から14歳の間で最も目に見えるようになり、この時期に、胎内での栄養から生じた歯が抜け落ちると、最も大きな歯や他のすべての歯が生える。
Αὐξάνεται δὲ καὶ ἐς τὴν τρίτην ἑβδομάδα, ἐν ᾗ νεηνίσκος γίνεται, μέχρι τεσσάρων καὶ πέντε ἑβδομάδων·
また成長は、若者となる第3の7年紀(21歳まで)や、第4および第5の7年紀(35歳まで)にかけても続く。
καὶ ἐν τῇ τετάρτῃ δὲ ἑβδομάδι ὀδόντες φύονται δύο τοῖσι πολλοῖσι τῶν ἀνθρώπων, οὗτοι καλέονται σωφρονιστῆρες.
そして第4の7年紀(21〜28歳の間)には、大半の人において2本の歯が生え、これらは「智歯(親知らず)」と呼ばれる。
§1414. Αἱ δὲ τρίχες φύονται ὧδε·
14. 毛髪は次のように生じる。
ὀστέα εἰσὶ καὶ ἐγκέφαλος, ἀφ’ ὧν ἡ τοιαύτη αὔξησις, ὅτι τοῦ πέριξ κολλώδεος, ὅπως περ τοῖσι νεύροισι, καὶ τοῦ λιπαροῦ οὐκ ἔνεστιν·
それ(毛髪)が成長して出てくる骨や脳があるが、それは(骨や脳には)腱の場合とは異なり、周囲の粘着性のものや脂肪分が存在しないからである。
εἰ γὰρ ἐνῆν τοῦ λιπαροῦ, ἐξεκαίετο ἂν ἐκ τοῦ θερμοῦ.
もし脂肪分が存在したなら、熱によって燃え尽きていただろうからである。
Τάχα δὲ θαυμάσειεν ἄν τις ὅτι καὶ ἐν τῇσι μασχάλῃσι καὶ ἐν τῷ ἐπισείῳ τρίχες πολλαὶ καὶ ἐν τῷ σώματι παντί εἰσιν·
おそらく、脇の下や陰部、また体全体に多くの毛が生えていることを不思議に思う者もいるかもしれない。
ωὐτὸς λόγος περὶ τουτέου·
これについても同じ説明が成り立つ。
ὅπου τυγχάνει τοῦ σώματος τὸ κολλῶδες ὂν, ἐνταῦθα αἱ τρίχες γίνονται ὑπὸ τοῦ θερμοῦ.
体の中で粘着性のものが存在する場所にはどこでも、熱によって毛が生じるのである。
§1515. Ἀκούει δὲ διὰ τόδε·
15. 人が音を聞くのは次の理由による。
τὰ τρήματα τῶν οὐάτων προσήκει πρὸς ὀστέον σκληρόν τε καὶ ξηρὸν ὅμοιον λίθῳ·
耳の穴は、石のように硬く乾燥した骨に達している。
τοῦτο δὲ, πέφυκε πρὸς ὀστέον κοίλωσις σηραγγώδης·
そしてこの骨には、生まれつき多孔質(海綿状)の空洞がある。
οἱ δὲ ψόφοι ἀπερείδονται πρὸς τὸ σκληρόν· τὸ δὲ ὀστέον τὸ κοῖλον ἐπηχεῖ διὰ τοῦ σκληροῦ·
音は硬い部分に突き当たり、中空の骨がその硬い部分を通じて響き渡る。
τὸ δὲ δέρμα τὸ πρὸς τῇ ἀκοῇ πρὸς τῷ ὀστέῳ τῷ σκληρῷ λεπτόν ἐστιν ὥσπερ ἀράχνιον, ξηρότατον τοῦ ἄλλου δέρματος.
聴覚器官の近くの、その硬い骨に接する皮膚は、クモの巣のように薄く、他のどの皮膚よりも乾燥している。
Τεκμήρια δὲ πολλὰ ὅτι ξηρότατον ἠχεῖ μάλιστα·
最も乾燥しているものが最もよく響くということの証拠はたくさんある。
ὅταν δὲ μέγιστον ἠχήσῃ, τότε μάλιστα ἀκούομεν.
そして、最も大きく響くときに、私たちは最もよく聞くのである。
Καί εἰσί τινες οἳ ἔλεξαν φύσιν ξυγγράφοντες ὅτι ὁ ἐγκέφαλός ἐστιν ὁ ἠχέων·
自然について著作を著した人々の中には、響いているのは脳であると主張した者もいる。
τοῦτο δὲ οὐκ ἂν γένηται·
しかし、そのようなことは起こり得ない。
αὐτός τε γὰρ ὁ ἐγκέφαλος ὑγρός ἐστι, καὶ μῆνιγξ περὶ αὐτόν ἐστιν ὑγρὴ καὶ παχείη, καὶ περὶ τὴν μήνιγγα ὀστέα·
脳自体は湿っており、その周囲の脳膜も湿って厚く、さらに脳膜の周囲には骨があるからである。
οὐδὲν οὖν τῶν ὑγρῶν ἠχεῖ, ἀλλὰ ξηρά·
したがって、湿ったものは何も響かず、乾燥したものが響くのである。
τὰ δὲ ἠχέοντα ἀκοὴν ποιεῖ.
そして、響くものが聴覚を生じさせるのである。