Humanitext Reader

ヒポクラテス · 肉質について §19

数の7と週周期による生命と病気の支配

6 / 6 箇所 · ギリシア語

要旨

人間の生命や発生、病気の周期が、いかに「7」という数や週の単位に支配されているかを論じ、胎児の発達、絶食の限界、生存可能な誕生月、急性の病気や傷の経過、さらには永久歯の完成期などを例に挙げて、その必然性を主張する。

§1919. Ὁ δὲ αἰών ἐστι τοῦ ἀνθρώπου ἑπταήμερος.
19. 人間の生命の周期は7日を単位とするものである。
Πρῶτον μὲν ἐπὴν ἐς τὰς μήτρας ἔλθῃ ὁ γόνος, ἐν ἑπτὰ ἡμέρῃσιν ἔχει ὁκόσα περ ἐστὶν ἔχειν τοῦ σώματος·
まず第一に、種が子宮に入ると、7日のうちに、身体が持つべきすべてのものを備える。
τοῦτο δέ τις ἂν θαυμάσειεν ὅκως ἐγὼ οἶδα·
私がこのことをどのようにして知っているのか、不思議に思う人がいるかもしれない。
πολλὰ δὲ εἶδον τρόπῳ τοιῷδε·
だが、私は次のような方法で多くの例を見てきた。
αἱ ἑταῖραι αἱ δημόσιαι, αἵτινες αὐτέων πεπείρηνται πολλάκις, ὁκόταν παρὰ ἄνδρα ἔλθῃ, γινώσκουσιν ὁκόταν λάβωσιν ἐν γαστρί·
公娼たち、彼女たちのうちで何度も経験を積んだ者たちは、男のもとへ行ったとき、いつ妊娠したかを知る。
κἄπειτ’ ἐνδιαφθείρουσιν·
そして、その後に胚を人工流産させる。
ἐπειδὰν δὲ ἤδη διαφθαρῇ, ἐκπίπτει ὥσπερ σάρξ·
そして、それがすでに損なわれると、肉の塊のように流れ落ちる。
ταύτην τὴν σάρκα ἐς ὕδωρ ἐμβαλὼν, σκεπτόμενος ἐν τῷ ὕδατι, εὑρήσεις ἔχειν πάντα μέλεα καὶ τῶν ὀφθαλμῶν τὰς χώρας καὶ τὰ οὔατα καὶ τὰ γυῖα· καὶ τῶν χειρῶν οἱ δάκτυλοι καὶ τὰ σκέλεα καὶ οἱ πόδες καὶ οἱ δάκτυλοι τῶν ποδῶν, καὶ τὸ αἰδοῖον καὶ τὸ ἄλλο πᾶν σῶμα δῆλον.
この肉を水に入れ、水の中で観察すると、すべての肢体、すなわち眼のあった場所、耳、手足、そして手の指、脚、足、足の指、生殖器、その他全身が明らかになっているのを見出すであろう。
Εὔδηλον δὲ καὶ ὅναν λάβῃ ἐς γαστέρα τῇσιν ἐπισταμένῃσιν, αὐτίκα ἔφριξς, καὶ θέρμη καὶ βρυγμὸς καὶ σπασμὸς ἔχει, καὶ τὸ ἄρθρον καὶ τὸ σῶμα πᾶν καὶ τὴν ὑστέρην ὄκνος·
また、事情を心得ている女性たちにとって、身籠ったときには直ちに悪寒が走り、熱と歯の噛み締めと痙攣が起こり、関節や全身、そして子宮にだるさが生じることは極めて明白である。
καὶ ὁκόσαι καθαραί εἰσι καὶ μὴ ὑγραὶ, τοῦτο πάσχουσιν· ὁκόσαι δὲ παχεῖαι καὶ βλεννώδεις, οὐ γινώσκουσι τουτέων τῶν γυναικῶν πολλαί·
そして、体が清浄で湿っていない女性たちはこのことを経験するが、太っていて粘液質の女性たちの多くは、このことに気づかない。
ᾗ δέ μοι ἔδειξαν, κατὰ τοῦτο δὴ καὶ ἐπίσταμαι εἰδέναι.
彼女たちが私に示した方法によって、私はまさにこのようにしてその事実を知るに至ったのである。
Δῆλον δὲ καὶ τῷδε, ὅτι ἑπτήμερος ὁ αἰὼν, εἴ τις ἐθέλει ἑπτὰ ἡμέρας φαγέειν ἢ πιέειν μηδὲν, οἱ μὲν πολλοὶ ἀποθνήσκουσιν ἐν αὐτῇσιν·
また、生命が7日を単位とすることは、次のことからも明らかである。 もし誰かが7日間、何も食べず飲まずにいようとするなら、大半の人はそのうちに死んでしまう。
εἰσὶ δέ τινες καὶ οἳ ὑπερβάλλουσιν, ἀποθνήσκουσι δ’ ὅμως·
なかにはその日数を越えて生き延びる者もいるが、それでもやはり死ぬのである。
εἰσὶ δέ τινες οἳ καὶ ἐπείσθησαν ὥστε μὴ ἀποκαρτερῆσαι, ἀλλὰ φαγέειν τε καὶ πιέειν· ἀλλ’ ἡ κοιλίη οὐκέτι καταδέχεται·
また、断食を途中でやめて、食べたり飲んだりするように説得された人々もいるが、胃はもはやそれを受け付けない。
ἡ γὰρ νῆστις συνεφύη ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν·
なぜなら、空腸がこれらの日々の間に癒着してしまったからである。
ἀλλὰ θνήσκουσι καὶ οὗτοι.
したがって、彼らもまた死ぬのである。
Ἔστι δὲ καὶ τῷδε τεκμήρασθαι·
また次のことからも推測できる。
τὸ παιδίον ἑπτάμηνος γόνος γενόμενον, λόγῳ γεγένηται, καὶ ζῇ, καὶ λόγον ἔχει τοιοῦτον καὶ ἀριθμὸν ἀτρεκέα ἐς τὰς ἑβδομάδας·
7ヶ月で生まれた子供は、比率に従って生まれており、生存可能であり、週に関して次のような比率と正確な数を持っている。
ὀκτάμηνον δὲ γενόμενον, οὐδὲν βιοῖ πώποτε·
しかし、8ヶ月で生まれた子供は、決して生きながらえることはない。
ἐννέα δὲ μηνῶν καὶ δέκα ἡμερέων γόνος γίγνεται, καὶ ζῇ, καὶ ἔχει τὸν ἀριθμὸν ἀτρεκέα ἐς τὰς ἑβδομάδας·
そして、9ヶ月と10日で生まれた子供は、生存し、週に関して正確な数を持っている。
τέσσαρες δεκάδες ἑβδομάδων ἡμέραι εἰσὶ διηκόσιαι ὀγδοήκοντα· ἐς δὲ τὴν δεκάδα τῶν ἑβδομάδων ἑβδομήκοντα ἡμέραι.
すなわち、40週は280日であり、10週に対しては70日である。
Ἔχει δὲ καὶ τὸ ἑπτάμηνον γενόμενον τρεῖς δεκάδας ἑβδομάδων, ἐς δὲ τὴν δεκάδα ἑκάστην ἑβδομήκοντα ἡμέραι, τρεῖς δεκάδες δὲ ἑβδομάδων αἱ σύμπασαι δέκα καὶ διηκόσιαι.
また、7ヶ月で生まれた子供も30週を持っており、それぞれの10週に対しては70日であり、30週は合計で210日である。
Καὶ αἱ νοῦσοι οὕτω τοῖς ἀνθρώποις ὀξύταται γίνονται, ἡμερέων παρελθουσέων ἐν τῇσιν ἀνακρίνονται καὶ ἀπέθανον ἢ ὑγιέες ἐγένοντο, [τεσσάρων, ἥμισυ ἑβδομάδος·
また、人間にとって最も急性の病気もこのようにして起こり、特定の日数が経過したときに、病状が決定され、死ぬか回復するかする。 [4日、これは1週間の半分。
καὶ δευτεραῖαι ἐν μιᾷ ἑβδομάδι·
また2日目の病気は1週間のうちに。
] καὶ τριταῖαι ἕνδεκα ἡμέρῃσιν, ἐν μιᾷ ἑβδομάδι καὶ ἥμισυ ἑβδομάδος·
]また、3日目の病気は11日のうちに、すなわち1週間と半週間のうちに。
καὶ τεταρταῖαι ἐν δυσὶν ἑβδομάσιν·
4日目の病気は2週間のうちに。
καὶ αἱ πεμπταῖαι ἐν δυοῖν δέουσῃσιν εἴκοσιν ἡμέρῃσι, δυοῖν τε ἑβδομάδοιν καὶ ἥμισυ ἑβδομάδος.
5日目の病気は 20日に2日足りない日数のうちに、すなわち2週間と半週間のうちに。
Αἱ δὲ ἄλλαι νοῦσοι οὐκ ἔχουσι διὰ γνώμην ἐν ὁκόσῳ ὑγιέες ἔσονται ἀποφαίνεσθαι.
その他の病気については、いつ回復するのかを判断によって示すことはできない。
Οὕτω δὲ ἔχουσι καὶ τὰ ἕλκεα τὰ μεγάλα τὰ ἐν τῇ κεφαλῇ καὶ τὰ ἐν τῷ ἄλλῳ σώματι, τεταρταῖα φλεγμαίνειν ἄρχεται, ἐν ἑπτὰ δὲ καθίστανται φλεγμήναντα καὶ ἐν τεσσαρεσκαίδεκα [καὶ ἐν εἴκοσι] δυοῖν δεούσῃσιν.
頭部や体の他の部分の大きな傷についても同様である。 4日目に炎症を起こし始め、7日目には炎症が治まり、また14日目に、あるいは20日に2日足りない日に治まる。
Ἢν δέ τις ἀνακῶς θεραπεύῃ καὶ μὴ καταστῇ ἐν τουτέῳ τῷ χρόνῳ τὰ ἐν τῇσι κεφαλῇσι μεγάλα ἕλκεα, ἀποθνήσκουσιν οἱ ἄνθρωποι.
もし注意深く治療しても、この期間内に頭部の大きな傷が治まらなければ、人は死んでしまう。
Θαυμάσειε δ’ ἄν τις καὶ τοῦτο ὅστις ἄπειρος ᾖ, εἰ ἑπτάμηνον γίνεται παιδίον·
経験のない者は、7ヶ月で子供が生まれるということについても不思議に思うかもしれない。
ἐγὼ μὲν οὖν αὐτὸς ὄπωπα καὶ συχνά·
しかし私自身は、そのような例を数多く見てきた。
εἰ δέ τις βούλεται καὶ τοῦτο ἐλέγξαι, ῥηΐδιον·
もし誰かがこのことを確かめたいと思うなら、それは容易なことだ。
πρὸς τὰς ἀκεστρίδας αἳ πάρεισι τῇσι τικτούσῃσιν ἐλθὼν πυθέσθω.
出産に立ち会う助産婦たちのもとへ行って尋ねてみるがよい。
Ἔστι δὲ καὶ ἄλλο τεκμήριον·
別の証拠もある。
τοὺς ὀδόντας οἱ παῖδες ἑπτὰ ἐτέων διελθόντων πληροῦσι·
子供たちは7年が経過したときに歯列を完成させる。
καὶ ἐν ἑπτὰ ἔτεσίν ἐστε δὲ λόγῳ καὶ ἀριθμῷ ἀτρεκέως δεκάδες ἑβδομάδων [ἓξ καὶ τριήκοντα καὶ ἥμισυ δεκάδος, ἑβδομάδες πέντε καὶ] ἑξήκοντα καὶ τριηκόσιαι.
そして、7年のなかには、比率と正確な数において、365週間がある。
Τῆς δὲ φύσιος τὴν ἀνάγκην, διότι ἐν ἑπτὰ τούτοων ἕκαστα διοικεῖται, ἐγὼ φράσω ἐν ἄλλοισιν.
自然の必然性、すなわち、なぜこれらの各々が7によって支配されているのかについては、私は別の著作で説明するつもりである。

語釈・文法注

  1. p.610τοῦτο δέ τις ἂν θαυμάσειεν ὅκως ἐγὼ οἶδα — 助動詞 ἄν と希求法 θαυμάσειεν を組み合わせた「潜在的希求法」であり、「〜と思う人がいるかもしれない」という可能性や穏やかな推測を表す。ὅκως は間接疑問節を導入している。
  2. p.610ταύτην τὴν σάρκα ἐς ὕδωρ ἐμβαλὼν, σκεπτόμενος ἐν τῷ ὕδατι, εὑρήσεις — 主節の動詞が2人称単数の εὑρήσεις(見出すであろう)であるのに対し、分詞 ἐμβαλὼν と σκεπτόμενος が主格単数(1人称または3人称を連想させる)になっている破格構文(anacoluthon)である。読者への直接の語りかけへの移行を示す。
  3. p.612Ἔστι δὲ καὶ τῷδε τεκμήρασθαι — 非人称的な用法である ἔστι(〜することが可能である)に、不定法 τεκμήρασθαι が接続している。指示代名詞の与格 τῷδε は、判断の根拠を表す手段や原因の与格。
  4. p.614δυοῖν δεούσῃσιν εἴ코σιν ἡμέρῃσι — 数を減じる際の慣用表現。「2(日)を欠いた20(日)」、すなわち18日を表す。分詞 δεούσῃσιν は 与格 ἡμέρῃσι に一致しており、属格の δυοῖν がその分詞に係る。

この箇所を引用する

ヒポクラテス, 肉質について §19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg043.humanitext-grc1:19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。