§1313. Διὰ δὲ τοῦτο φύονται οἱ ὀδόντες ὕστερον τῶν ἄλλων· ἐν τῇ γνάθῳ φλέβες εἰσὶ τῇ κάτω κοῖλαι, καὶ μούνοισι τῶν ὀστέων αὗται τὴν τροφὴν παρέχουσι τῷ ὀστέῳ·
13. 牙齿比其他部位较晚长出,原因如下:在下颌中有中空的脉管,在所有的骨头中,唯有这些脉管向该骨头提供营养。
τὰ δὲ ὀστέα τοιαύτην αὔξησιν ὁποῖά πέρ ἐστι, καὶ τὰ ἄλλα δὲ πάντα τοιαύτην ἀποδίδωσιν αὔξησιν, ὁποῖα αὐτά ἐστιν·
骨头长出与自身性质相符的构造,正如其他所有事物也都长出与自身性质相符的构造一样。
καὶ γὰρ αἱ φλέβες αἱ ἐκ τῆς νηδύος καὶ τῶν ἐντέρων, εἰς ἃ συλλέγεται τὰ σιτία καὶ τὰ ποτὰ, ἐπειδὰν θερμανθῇ ταῦτα, ἕλκουσι τὸ λεπτότατον καὶ τὸ ὑγρότατον· τὸ δὲ παχύτατον αὐτέου καταλείπεται, καὶ γίνεται κόπρος ἐν τοῖσιν ἐντέροισι τοῖσι κάτω· τὸ δὲ λεπτότατον αἱ φλέβες ἕλκουσιν ἐκ τῆς νηδύος καὶ τῶν ἐντέρων τῶν ἄνωθεν τῆς νήστιος, θερμαινομένων τῶν σιτίων·
因为,当收集了食物和饮料的胃和肠变热时,来自其中的脉管就会吸取最细微和最呈液态的部分;其中最稠厚的部分则被留下来,在下大肠中变成粪便;而最细微的部分,在食物受热时,脉管会从胃和空肠上方的肠中吸取。
ἐπὴν δὲ περήσῃ τὴν νῆστιν, ἐς τὰ κάτω ἔντερα ξυνεστράφη, καὶ κόπρος ἐγένετο·
当食物通过空肠后,便会汇集到下大肠,变成粪便。
ἡ δὲ τροφὴ ἐπειδὰν ἀφίκηται ἐς ἕκαστον, τοιαύτην ἀπέδωκε τὴν εἰδέην ἑκάστου ὁκοία περ ἦν·
营养到达每个部位时,就会还原每个部位原本具有的性质。
ἀρδόμενα γὰρ ὑπὸ τῆς τροφῆς αὔξεται ἕκαστα, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ κολλῶδες καὶ τὸ λιπαρὸν καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ ὀστέα καὶ τὰ ἄλλα ξύμπαντα ὁκόσα ἐν τῷ ἀνθρώπῳ ἔνι.
因为在营养的浇灌下,每个部分都会生长:热、冷、粘稠、脂肪、甜、苦、骨头,以及人体内存在的所有其他一切。
Διὰ τοῦτο ὕστερον οἱ ὀδόντες φύονται·
由于这个原因,牙齿较晚长出。
εἴρηται δέ μοι καὶ πρότερον ὅτι μοῦναι τῶν ὀστέων αἱ γνάθοι φλέβας ἔχουσιν αὐταὶ ἐν ἑωυταῖσι· καὶ διὰ τοῦτο τροφὴ ἕλκεται πλέον ἢ ἐς τὰ ἄλλα ὀστέα.
我之前也说过,在所有的骨头中,只有下颌骨自身内部含有脉管;因此,它吸取的营养比其他骨头更多。
Καὶ πλέονα τὴν τροφὴν ἔχοντα καὶ ἀθροωτέρην τὴν ἐπιῤῥοὴν, ἀποτίκτει αὔξησιν αὐτὰ ἀφ’ ἑαυτέων τοιαύτην οἷά πέρ ἐστιν αὐτὰ, τέως ἄν περ καὶ ἄνθρωπος οὖλος αὐξάνηται.
拥有更多的营养和更集中的流入,它们在整个人体生长的时期内,就会从自身产生出与自身性质相同的生长物。
Αὐξάνεται δὲ ἐπὴν γένηται ἐπίδηλος· ἐπίδηλος δὲ μάλιστα γίνεται ἀπὸ ἑπταετέος μέχρι τεσσαρεσκαιδεκαετέος, καὶ ἐν τουτέῳ τῷ χρόνῳ οἵ τε μέγιστοι τῶν ὀδόντων φύονται καὶ ἄλλοι πάντες, ἐπὴν ἐκπέσωσιν οἳ ἐγένοντο ἀπὸ τῆς τροφῆς τῆς ἐν τῇ μήτρῃ.
生长在变得明显时继续进行;而它在七岁到十四岁之间最为明显,在这个时期,当由子宫中营养所产生的牙齿脱落后,最大的牙齿和所有其他牙齿便会长出来。
Αὐξάνεται δὲ καὶ ἐς τὴν τρίτην ἑβδομάδα, ἐν ᾗ νεηνίσκος γίνεται, μέχρι τεσσάρων καὶ πέντε ἑβδομάδων·
生长也会持续到第三个七年期(在此期间人成为青年),直至第四和第五个七年期。
καὶ ἐν τῇ τετάρτῃ δὲ ἑβδομάδι ὀδόντες φύονται δύο τοῖσι πολλοῖσι τῶν ἀνθρώπων, οὗτοι καλέονται σωφρονιστῆρες.
而在第四个七年期(二十一至二十八岁),大多数人会长出两颗牙齿,这些被称为“智齿”。
§1414. Αἱ δὲ τρίχες φύονται ὧδε· ὀστέα εἰσὶ καὶ ἐγκέφαλος, ἀφ’ ὧν ἡ τοιαύτη αὔξησις, ὅτι τοῦ πέριξ κολλώδεος, ὅπως περ τοῖσι νεύροισι, καὶ τοῦ λιπαροῦ οὐκ ἔνεστιν· εἰ γὰρ ἐνῆν τοῦ λιπαροῦ, ἐξεκαίετο ἂν ἐκ τοῦ θερμοῦ.
14. 头发是这样长出来的:有骨头和大脑,此类生长便是自其中产生的,因为在它们周围没有像韧带那样含有的粘稠物和脂肪;因为如果含有脂肪,它就会被热烧透。
Τάχα δὲ θαυμάσειεν ἄν τις ὅτι καὶ ἐν τῇσι μασχάλῃσι καὶ ἐν τῷ ἐπισείῳ τρίχες πολλαὶ καὶ ἐν τῷ σώματι παντί εἰσιν· ωὐτὸς λόγος περὶ τουτέου·
或许有人会感到奇怪,为什么在腋窝、阴部以及全身也有许多毛发:关于这一点也是同样的道理。
ὅπου τυγχάνει τοῦ σώματος τὸ κολλῶδες ὂν, ἐνταῦθα αἱ τρίχες γίνονται ὑπὸ τοῦ θερμοῦ.
在身体中凡是存在粘稠物的地方,毛发就会在热的作用下产生。
§1515. Ἀκούει δὲ διὰ τόδε· τὰ τρήματα τῶν οὐάτων προσήκει πρὸς ὀστέον σκληρόν τε καὶ ξηρὸν ὅμοιον λίθῳ· τοῦτο δὲ, πέφυκε πρὸς ὀστέον κοίλωσις σηραγγώδης·
15. 听觉的产生原因如下:耳孔通向一块像石头一样坚硬且干燥的骨头;在这块骨头中,自然形成了一个多孔(海绵状)的空腔。
οἱ δὲ ψόφοι ἀπερείδονται πρὸς τὸ σκληρόν· τὸ δὲ ὀστέον τὸ κοῖλον ἐπηχεῖ διὰ τοῦ σκληροῦ·
声音撞击在坚硬的部分上,而中空的骨头通过坚硬的部分产生共鸣。
τὸ δὲ δέρμα τὸ πρὸς τῇ ἀκοῇ πρὸς τῷ ὀστέῳ τῷ σκληρῷ λεπτόν ἐστιν ὥσπερ ἀράχνιον, ξηρότατον τοῦ ἄλλου δέρματος.
靠近听觉器官、贴在坚硬骨头上的皮肤像蜘蛛网一样薄,是其余皮肤中最干燥的。
Τεκμήρια δὲ πολλὰ ὅτι ξηρότατον ἠχεῖ μάλιστα· ὅταν δὲ μέγιστον ἠχήσῃ, τότε μάλιστα ἀκούομεν.
有许多证据表明最干燥的东西最能产生共鸣;而当共鸣最响亮时,我们听得最清楚。
Καί εἰσί τινες οἳ ἔλεξαν φύσιν ξυγγράφοντες ὅτι ὁ ἐγκέφαλός ἐστιν ὁ ἠχέων· τοῦτο δὲ οὐκ ἂν γένηται·
有些撰写自然著作的人声称是大脑在产生共鸣;但这不可能发生。
αὐτός τε γὰρ ὁ ἐγκέφαλος ὑγρός ἐστι, καὶ μῆνιγξ περὶ αὐτόν ἐστιν ὑγρὴ καὶ παχείη, καὶ περὶ τὴν μήνιγγα ὀστέα·
因为大脑本身是湿润的,包裹它的脑膜也是湿润且厚实的,而脑膜周围又是骨头。
οὐδὲν οὖν τῶν ὑγρῶν ἠχεῖ, ἀλλὰ ξηρά· τὰ δὲ ἠχέοντα ἀκοὴν ποιεῖ.
因此,湿润的东西都不会产生共鸣,唯有干燥的东西才会;而产生共鸣的东西制造了听觉。