§1414. Ἢν δὲ ὀπίσῳ τὸ ῥεῦμα ᾖ δι’ ὑπερώης, τὸ ἀφικόμενον φλέγμα ἐς τὴν κοιλίην, ῥέουσι μὲν καὶ αἱ κοιλίαι τούτων, νοσέουσι δὲ οὔ·
14. しかし、もし流れが口蓋を通って後ろへと向かい、粘液が腹へと達するなら、これら(の人々)の腹もまた流れるが、病気になるわけではない。
ἀναμένοντος κάτω τοῦ φλέγματος, εἰλεοί.
粘液が下にとどまるなら、腸閉塞が生じる。
Τὰ πάθη χρόνια, ἄλλοις δι’ ὑπερώης ἐπὶ φάρυγγα, ἢν πουλὺ ῥυῇ καὶ ἐπὶ πουλὺ, αἱ νοῦσοι φθινάδες·
これらの病の経過は長引く。 他の人々にとっては、口蓋を通って咽頭へと流れ、もし多量に、かつ長期にわたって流れるなら、その病気は肺結核となる。
κορίσκονται γὰρ τοῦ φλέγματος οἱ πνεύμονες, καὶ γίνεται τὸ πῦον·
というのは、肺がその粘液で満たされ、膿が生じるからである。
τοῦτο διεσθίει τοὺς πνεύμονας, καὶ οἱ νοσέοντες οὐ ῥάϊον περιγίνονται·
これが肺を蝕み、患者は容易には回復しない。
καὶ ἡ γνώμη τοῦ ἰητροῦ, καὶ ἢν ἀγαθὸς καὶ ἢν ἀγχίνοος, τὰ πολλ’ ἀξυνετέει τῆς προφάσιος.
そして、医師の判断は、たとえ彼が優秀で機転が利くとしても、多くの場合、その原因を理解できない。
Ἄλλη νοῦσος διὰ φλεβῶν ἐπὶ νωτιαῖον ἀπὸ κατάῤῥου κεφαλῆς·
別の病気は、頭部のカタルから静脈を通って脊髄へと至る。
ἀΐσσει δὲ ἐνταῦθα ἐπὶ ἱερὸν ὀστέον, ἄγων τὴν ἐπιῤῥοὴν ὁ νωτιαῖος, καὶ ἐναπέθετο τῇσι κοτύλῃσι τῶν ἰσχίων·
そこでそれは仙骨へと突進し、脊髄がその流入を導いて、臀部の窩にそれを沈着させる。
ἰσχία καὶ ἢν ποιέῃ φθίσιν, καὶ μαραίνεται ὁ ἄνθρωπος ὅδε καὶ ὧδε, καὶ ζώειν οὐκ ἐθέλει·
そして、もし臀部において消耗を引き起こすなら、その人はあちこちが衰弱し、生きたいとも思わなくなる。
ταχὺ γὰρ πονέει τὴν σπάθην, καὶ ᾅμα τὼ πόδε καὶ μηρὼ παρέπονται, καὶ αἰεὶ τελέως ὄλλυνται χρόνῳ πολλῷ μελεδαινόμενοι, καὶ οὕτως ἀπηύδηκε καὶ θνήσκει.
というのは、彼はすぐに肩甲骨に痛みを感じ、同時に両足と大腿部が麻痺し、長いこと介護されながらも、常に完全に衰退していき、このようにして力尽きて死に至るからである。
Ταῦτά μοι περὶ ῥόων ἀπὸ κεφαλῆς εἴρηται.
以上が、頭部からの流れに関して私の述べたことである。
§1515. Καὶ πάθεα ἐγκεφάλου καὶ ἄλλαι νοῦσοι, παραφροσύναι καὶ μανίαι, καὶ πάντα ἐπικίνδυνα, καὶ πονέει ὁ ἐγκέφαλος καὶ αἱ ἄλλαι ἀδένες·
15. また、脳の疾患やその他の病気、譫妄や狂気は、すべて危険なものであり、脳も他の腺も苦痛を受ける。
ἔχει γὰρ καὶ τόνον καὶ ἄλλη ξύνοδος ἐνταῦθα πάλιν τοῦ σώματος.
というのは、そこには緊張があり、また身体のもう一つの合流点が再びここにあるからである。
§1616. Ἀλλὰ καὶ ἀδένες ἐν τοῖσι στήθεσι μαζοὶ καλέονται, καὶ διαίρονται γάλα ποιέουσιν·
16. しかしまた、胸の中にある腺は乳房と呼ばれ、膨らんで乳を作る。
οἷς δὲ οὐ ποιέουσι γάλα, οὕ·
乳を作らない者たちにおいては、そうはならない。
ποιέουσι μὲν αἱ γυναῖκες, οἱ δὲ ἄνδρες οὐ ποιέουσι.
すなわち、女はこれを作るが、男は作らない。
Τῇσι μὲν γυναιξὶν ἀραιή τε ἡ φύσις κατὰ τῶν ἀδένων, ὥσπερ τὸ ἄλλο σῶμα, καὶ τὴν τροφὴν, ἥν τινα ἕλκουσιν ἐπὶ σφᾶς, ἀλλοιοῦσιν ἐς τὸ γάλα·
女たちにおいては、身体の他の部分と同じように、腺の周りの組織が疎であり、自らに引き寄せる栄養分を、乳へと変化させる。
καὶ ἀπὸ τῆς μήτρης παραγίνεται ἐπὶ τοὺς μαζοὺς ἐς τὴν μετὰ τὸν τόκον τῷ παιδίῳ τροφὴν, ἥν τινα ἀποπιέζει καὶ ὑπερβάλλει τὸ ἐπίπλοον ἐς τὰ ἄνω, στενοχωρούμενον ὑπὸ τοῦ ἐμβρύου.
そして、出産後の子供の栄養のために、子宮から乳房へと運ばれるが、その栄養を、大網が胎児によって圧迫されて狭められることで、上方へと絞り出し、送り出すのである。
Τοῖσι δὲ ἄῤῥεσι καὶ ἡ στενοχωρίη καὶ ἡ πυκνότης τοῦ σώματος μέγα συμβάλλεται μὴ εἶναι μεγάλας τὰς ἀδένας·
しかし男においては、身体の狭さと密度の高さが、腺が大きくならないことに大きく寄与している。
τὸ γὰρ ἄῤῥεν ναστόν ἐστι καὶ οἷον εἷμα πυκνὸν καὶ ὁρέοντι καὶ ἐπαφομένῳ·
というのは、男は見る人にとっても触る人にとっても、堅密で、密度の高い衣服のようだからである。
τὸ δὲ θῆλυ ἀραιὸν καὶ χαῦνον καὶ οἷον εἴριον ὁρέοντι καὶ ἐπαφομένῳ·
これに対して女は、見る人にとっても触る人にとっても、疎で海綿状であり、羊毛のようだからである。
ὥστε τὴν ὑγρασίην οὐ μεθίησι τὸ ἀραιὸν καὶ μαλθακόν·
したがって、疎で柔らかい組織は水分を手放さない。
τὸ δὲ ἄρσεν οὐκ ἄν τι προσδέξαιτο, πυκνόν τε ἐὸν καὶ ἀστεργὲς, καὶ ὁ πόνος κρατύνει αὐτοῦ τὸ σῶμα, ὥστε οὐκ ἔχει δι’ οὗ λήψεται τὸ τῶν περισσῶν.
しかし男の方は、堅密で水分を受け入れにくいため、何も受け入れようとしない。 また、労働が男の身体を強固にするため、過剰な水分を受け入れる余地を持たないのである。
Οὕτως ἀναγκάζει ὅδε ὁ λόγος καὶ στήθεα καὶ μαζοὺς καὶ τὸ ἄλλο σῶμα τῇσι γυναιξὶ χαῦνα καὶ μαλακὰ εἶναι καὶ διὰ τὴν ἀργίην καὶ διὰ τὰ προειρημένα· τοῖσι δὲ ἀνδράσι τὰ ἐναντία.
このように、この議論は、女たちにおいては、活動しないことと上述の理由によって、胸も乳房もその他の身体も疎で柔らかいものであることを余儀なくさせ、男たちにおいてはその逆となることを示している。
§1717. Ποιέουσι καὶ μαζοὶ φύματα, φλεγμονὰς, τὸ γάλα ἀποσήποντες·
17. 乳房もまた、乳を腐敗させることによって、腫瘍や炎症を引き起こす。
ἀγαθὰ δὲ ἔχουσι τοῖσιν ἔμπροσθεν ὅμοια·
しかし、それらは前に述べたのと同様の便益をもたらす。
ἀποστερίζουσι τὴν πλεονεξίην τοῦ ἄλλου σώματος.
すなわち、身体の他の部分から過剰な水分を取り除くのである。
Μαρτύριον τῇσι γυναιξὶν, ᾗσιν ἀφαιρεῖται νούσῳ ἢ ἄλλῃ τινὶ ξυμφορᾷ μαζός·
病気や他の不幸によって乳房を切除された女たちが、その証拠となる。
καὶ ἡ φωνὴ θρασεῖα, καὶ ὑγρὰ εἰς στόμαχον, καὶ πτυελίζουσι, καὶ τὴν κεφαλὴν ἀλγέουσι, καὶ ἀπὸ τῶνδε νοσέουσιν·
彼女らの声は荒々しくなり、水分が食道から胃へと流れ、唾液を吐き、頭痛を覚え、これらによって病気になる。
ἰὸν γὰρ ἀπὸ τῆς μήτρης καὶ ἐπιῤῥέον τὸ γάλα, ὥσπερ μεθίει καὶ ἔμπροσθεν ἐς τὰ ἄνω τεύχεα, τὰ οἰκεῖᾳ οὐκ ἔχον τεύχεα, συντυγχάνει τοῖσι κυρίοις τοῦ σώματος, καρδίῃ, πνούμονι, καὶ ἀποπνίγονται.
というのは、乳が子宮から移動して流入し、以前のように上方の中空器官へと送り出されるものの、本来の容器を持たないために、身体の主要な部位、すなわち心臓や肺と衝突し、彼女らは窒息するからである。