- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg042.humanitext-grc1:1-4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
身体全体の腺の性質(多孔質で脂肪に富むこと)と、腺が病気にかかるメカニズムについて説明し、関節や空洞に多く存在する腺が余分な水分を吸収して調節する役割や、腺と毛髪の密接な関係について論じる。
ΠΕΡΙ ΑΔΕΝΩΝ. 1. Περὶ δὲ ἀδένων οὐλομελίης1 ὧδε ἔχει. Φύσις μὲν αὐτέῃσι σπογγώδης, ἀραιαὶ μὲν καὶ πίονες, καὶ ἔστιν οὔτε σαρκία ἴκελα τῷ ἄλλῳ σώματι, οὔτε ἄλλο τι ὅμοιον τῷ σώματι, ἀλλὰ ψαφαρὰ καὶ φλέβας ἔχει συχνάς· εἰ δὲ διατάμοις, αἱμοῤῥαγίη λάβρος· τὸ εἶδος λευκαὶ καὶ οἷον φλέγμα, ἐπαφομένῳ δὲ οἷον εἴρια· κἢν ἐργάσῃ τοῖς δακτύλοις ἐπιπουλὺ βιησάμενος, ἡ ἀδὴν ὑγρὸν ἀφίησιν ἐλαιῶδες, καὶ αὐτὴ θρύπτεται πολλὰ καὶ ἐξαπόλλυται.
腺について 1. 身体全体の腺については、以下の通りである。それらの本性は海綿質であり、隙間が多く脂肪に富んでいる。また、身体の他の部分に似た小肉片でもなければ、身体の他のいかなるものにも似ておらず、脆くて多くの血管を有している。もし切り開くならば、激しい出血が起こる。その外観は白く粘液のようであり、触れると羊毛のようである。もし指で強く押し揉むならば、腺は油のような液体を放出し、自らは細かく砕けて消滅してしまう。
2. Πονέουσι δὲ οὐ κάρτα, ἀλλὰ τῷ ἄλλῳ σώματι,2 ἐπὴν πονέωσι δὲ, ἢ δι’ ἰδίην νοῦσον· παῦρα δὲ καὶ τῷ σώματι ξυμπονέουσιν. Αἱ νοῦσοι φύματα γίνονται, καὶ χοιράδες ἀναπηδῶσι, καὶ πῦρ ἔχει τὸ σῶμα· πάσχουσι δὲ ταῦτα, ἐπὴν ὑγρασίης πληρωθῶσι τῆς ἐπὶ τοῦ ἄλλου σώματος ἐπιῤῥεούσης εἰς αὐτάς· ἐπιῤῥέει δὲ ἐκ τοῦ ἄλλου σώματος διὰ τῶν φλεβῶν, αἳ δι’ αὐτῶν τέτανται πολλαὶ καὶ κοῖλαι, ὥστε ἀκολουθεῖν τὸ ὑγρὸν ὅ τι ἂν ἕλκωσιν εὐπετέως ἐς αὐτάς· κἢν πουλὺ ἔῃ καὶ νοσῶδες ἡ ῥοὴ, ξυντείνουσιν αἱ ἀδένες ἐπὶ σφᾶς τὸ ἄλλο σῶμα· οὕτω πυρετὸς ἐξάπτεται, καὶ ἀείρονται καὶ φλογῶσιν αἱ ἀδένες.
2. 腺自体はそれほど痛むことはなく、むしろ身体の他の部分に関連して痛む。しかし、痛むときには、自らの固有の病気によるか、あるいは身体の病気に引きずられて共に痛むことは稀である。病気になると腫瘍が生じ、瘰癧が噴出し、身体は熱を帯びる。このような状態に陥るのは、身体の他の部分から腺へと流れ込んでくる水分で満たされたときである。この水分は、腺を貫いて数多く、また中空に伸びている血管を通って、身体の他の部分から流れ込む。そのため、腺が吸引する水分は何であれ、容易にその内部へと引き込まれる。もしその流れが多量で病的なものであるならば、腺は自らのほうへと身体の他の部分を引っ張り込み、このようにして発熱が引き起こされ、腺は腫れ上がり、炎症を起こす。
3. Ἀδένες δὲ ὕπεισιν ἐν τῷ σώματι πλείους ἢ μείζους3 ἐν τοῖσι κοίλοισιν αὐτέου καὶ ἐν τοῖσιν ἄρθροισι, καὶ ὁκόσα ἐν τοῖσιν ἄλλοισιν ὑγρηδὸν, καὶ κατὰ τὰ αἱματώδεα χωρία· αἱ μὲν ὡς τὸ ἐπιῤῥέον ἄνωθεν ἐς τὰ κοῖλα ἐπιδεχόμεναι ἐπὶ σφέας ἕλκωσιν, αἱ δὲ ὥστε τὴν αὖθις γινομένην ὑπὸ τῶν πόνων ὑγρασίην ἐκδεχόμεναι, ἐξαρύωσι τὴν πληθὺν, ἥντινα μεθίησι τὰ ἄρθρα. Οὕτω πλάδος οὐκ ἔνι ἐν τῷ σώματι· εἰ γάρ τι καὶ γίνοιτο παραυτίκα, οὐκ ἂν ἐπιγίνοιτο πλάδος ὀπίσω· καταναισιμοῦται γὰρ καὶ τὸ πουλὺ καὶ τὸ ὀλίγον ἐς τὰς ἀδένας.
3. 腺は身体の中に、その空洞や関節、また他の部分で水分があるところならどこにでも、さらには血液の多い部位に、より多く、あるいはより大きく存在している。あるものは上から空洞へと流れ込んでくるものを自らの上に受け止めて引き込み、他のものは関節の運動によって生じる水分を順次受け止めて、関節が放出する過剰な水分を汲み出す。このようにして、身体の中に余分な湿気は存在しなくなる。なぜなら、仮に一時的に何らかの湿気が生じたとしても、その後には余分な湿気は残らないからである。多量であれ少量であれ、水分は腺へと消費し尽くされるのである。
4. Καὶ οὕτω τὴν πλεονεξίην τοῦ ἄλλου σώματος αἱ ἀδένες κέρδος ποιεύμεναι,4 τροφὴ ξύντροφος αὐτέῃσίν ἐστιν· ὥστε ὅκου τελματώδεα, ἐκεὶ καὶ ἀδένες· σημεῖον, ὅκου ἀδὴν, ἐκεῖ καὶ τρίχες· ἡ γὰρ φύσις ποιέει ἀδένας καὶ τρίχας, ἄμφω χρέος τωὐτὸ λαμβάνουσιν, αἱ μὲν ἐς τὸ ἐπιῤῥέον, ὡς καὶ ἔμπροσθεν εἴρηται· αἱ δὲ τρίχες τὴν ἀπὸ τῶν ἀδένων ἐπικαιρίην ἔχουσαι· φύονταί τε καὶ αὔξονται, ἀναλεγόμεναι τό τε περισσὸν καὶ ἐκβρασσόμενον ἐπὶ τὰς ἐσχατιάς. Ὅκου δὲ αὖον ἐὸν τὸ σῶμα, οὗτε ἀδὴν οὔτε θρίξ· τὰ δὲ ἁπαλὰ καὶ πονεύμενα καὶ κάθυγρα, ἀδὴν ὧδε καὶ τρίχες· ἀδένες δὲ καὶ κατὰ τοῖν οὐάτοιν ἔνθα καὶ ἔνθα ἑκατέρωθεν κατὰ τὰς σφαγὰς τοῦ τραχήλου, τρίχες τε ἐνταῦθα ἑκατέρωθεν· ἐπὶ ταῖς μασχάλῃσιν ἀδένες καὶ τρίχες· βουβῶνες καὶ ἐπίσειον ἰκέλως μασχάλῃσιν, ἀδὴν καὶ τρίχες. Ταῦτα μὲν κοῖλα τῶν ἐν τῷ σώματι καὶ ῥηΐδια ἐς περιουσίην ὑγροῦ· καὶ γὰρ πονέει ταῦτα καὶ κινέεται μάλιστα τῶν ἐν τῷ σώματι.
4. このようにして、腺は身体の他の部分の過剰を自らの利益とすることで、それが彼女たちの生まれつきの栄養となる。それゆえ、湿地の多い場所には腺もまた存在する。腺があるところには毛髪もあるというのがその証拠である。自然は腺と毛髪を作り出しており、両者は同じ役割を果たしている。前者は、先に述べたように流れ込む水分のためにあり、後者は、腺からの時宜に適った便益を得て、末端へと押し出され排出される余剰物を取り込みながら、生え、かつ成長する。しかし、身体が乾燥している場所には、腺も毛髪も存在しない。柔らかく、酷使され、極めて湿潤な部位には、このように腺と毛髪が存在する。腺はまた、両耳の近く、頸の頸動脈の両側にそれぞれ存在し、そこには両側に毛髪もある。腋の下にも腺と毛髪があり、鼠径部と恥骨部も腋の下と同様に、腺と毛髪がある。これらは身体の中の空洞であり、水分の過剰を受け入れるのに適している。なぜなら、これらは身体の中で最も酷使され、最も動く部位だからである。
- 1οὐλομελίης
身体全体を表す名詞 οὐλομελίη の属格形。ここでは ἀδένων(腺)に係る属格、あるいは「身体全体に関する腺について」という話題の属格(関係の属格)として機能している。
- 2ἀλλὰ τῷ ἄλλῳ σώματι
与格 τῷ ἄλλῳ σώματι の解釈。動詞 πονέουσι(痛む、苦しむ)に伴い、身体の他の部分との「随伴・関連の与格」として機能しており、「身体の他の部分に関連して/とともに痛む」という意味を表す。
- 3πλείους ἢ μείζους
比較級の接続詞 ἤ が「〜より」ではなく「あるいは」の意味で用いられており、全体として「より多数、あるいはより大きな[腺]」を意味する。あるいは、比較級が絶対比較級として機能し「非常に多数で大きな」とする解釈も可能。
- 4κέρδος ποιεύμεναι
分詞句で、「余剰(πλεονεξίην)を自らの利益とすることによって」という意味。身体の過剰な水分を腺が自らの栄養として取り込む様子を比喩的に表現している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
