Humanitext Reader

ヒポクラテス · 重複妊娠について §26-28

受胎のための心得と習慣性流産および子宮蓄膿の治療

4 / 7 箇所 · ギリシア語

要旨

受胎を促進するための交接時の心得、特定の月数で繰り返される習慣性流産への子宮拡張治療法、および子宮蓄膿に対するゾンデを用いた排膿と虫などを用いた経口薬治療について説明する。

§2626. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καὶ δέῃ παρὰ τὸν ἄνδρα ἐλθεῖν, ἡ μὲν γυνὴ ἄσιτος ἔστω, ὁ δὲ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ λελουμένος καὶ σιτηθεὶς τὰ ξύμφορα·
26. (清めが)良好な状態にあると思われ、夫のもとへ行く必要があるときは、女性は食事を摂らずにおり、夫は酒を飲んでいない状態で、冷たい水で入浴し、適した食物を食べているべきである。
καὶ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ τοῦ πρώτου χρόνου πρὸς τὸν ἄνδρα, ἀλλ’ ἡσυχαζέτω·
そして、もし女性が種を取り込んだと知ったならば、最初の時期には夫のもとへ行ってはならず、安静にしているべきである。
γνώσεται δὲ ἢν μὲν ὁ ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος·
彼女は次のように知るであろう。 もし夫が放出したと言い、一方で女性が乾燥のためにそれを感じない場合である。
ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν ἐς τὰ αἰδοῖα καὶ γένηται ὑγρὴ, πάλιν ξυμμιγέσθω μέχρις ἂν συλλάβῃ.
しかし、もし子宮が再び種を性器へと送り戻し、湿った状態になるならば、受胎するまで再び交わるがよい。
§2727. Γυνὴ ἢν κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἀκριβῶς ἐς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ’ ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, καὶ πλέονα ἤν τε τρίμηνα ἤν τε τετράμηνα ἤν τε πλέονα χρόνον γεγονότα διαφθείρῃ κατὰ τὸν αὐτὸν τοῦτον τρόπον, ταύτῃσιν αἱ μῆτραι οὐκ ἐπιδιδόασιν ἐπὶ τὸ μέζον, τοῦ παιδίου αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἢ ὁπηλίκου δήποτ’ οὖν·
27. もしある女性が、妊娠はするものの、ちょうど2ヶ月目に子供を正確に同じ時期に、それより早くも遅くもなく流産し、これを同じように2、3回経験するか、あるいはそれ以上の期間、3ヶ月、4ヶ月、あるいはそれ以上の期間が経過した子供を、これと全く同じ方法で流産する場合、これらの女性たちにおいては、子供が成長して2ヶ月、3ヶ月、あるいはそれが何ヶ月であれそれを超えて大きくなっていくのに、子宮がそれ以上大きく成長しないのである。
ἀλλὰ τὸ μὲν αὐξάνεται, αἱ δὲ μῆτραι οὐκέτι εἰσὶν ἱκαναὶ, ἀλλὰ κατὰ τοῦτο διαφθείρεται ἐς τὸν αὐτὸν χρόνον.
すなわち、子供は成長するが、子宮はもはや十分ではなく、この原因によって同じ時期に流産が起こるのである。
Ταύτῃ χρὴ κλύσαι τὴν μήτρην, καὶ φυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοις τοῖσιδε τῆς σικύης τὴν ἐντεριώνην κόψαντα διασῆσαι· ἔπειτα ἐν μέλιτι ἑφθῷ μῖξαι ὀλίγην πλείονι ὄντι τῷ μέλιτι καὶ σιλφίου ὀλίγον·
このような女性には、子宮を洗浄し、また以下のようなあてがい薬を用いてできるだけ広げるべきである。 ヒョウタンの髄を砕いてふるいにかけ、その後、少し多めの煮た蜂蜜にそれを混ぜ、また少量のシルフィウムを混ぜる。
τὸ δὲ μέλι κάθεφθον ἔστω·
その蜂蜜はよく煮詰めたものであるべきである。
τοῦτο περιπλάσαι περὶ μήλην, τὸ πάχος ποιέοντα ὁκόσον παραδέξεται ὁ στόμαχος·
これをゾンデの周囲に塗りつけ、子宮口が受け入れるだけの太さにする。
προστιθέναι δὲ πρὸς τὸ στόμα τῆς μήτρης καὶ ὦσαι ὅκως ἂν περήσῃ ἐς τὸ εἴσω τῆς μήτρης·
そして、それを子宮口にあてがい、子宮の内側へと通り抜けるように押し込むのである。
ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην.
薬が溶けたならば、ゾンデを取り出す。
Καὶ τὸ ἐλατήριον ὧδε ποιέων προστιθέναι, καὶ τῆς κολοκυνθίδος τῆς ἀγρίης ὡσαύτως.
また、エラテリオンもこのようにしてあてがい、野生のコロシントも同様にする。
Καὶ ἐσθιέτω τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα καὶ καυλὸν σιλφίου καὶ ὅτι φῦσαν ἐμποιέει ἐν τῇ κοιλίῃ.
そして、この時期には、ニンニクをできるだけ多く、またシルフィウムの茎、および腹の中にガスを発生させるものを食べるようにせよ。
Προστιθέσθω δὲ τὸ προσθετὸν διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν, καὶ πλῆθος ὁκόσον προσίεται·
そして、このあてがい薬は、良好な状態になったと思われるまで、また受け入れるだけの量を、3日ごとにあてがうべきである。
τὰς δὲ μεταξὺ μαλθακτηρίοισι χρῆσθαι.
その間の日には、緩和薬を用いるべきである。
Ἐπειδὰν δὲ καταστῇ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, μετὰ τὸ ἐπιφανῆναι ἐπιμείνασαν, ὁκόταν ἤδη ξηρὴ ᾖ, μίγνυσθαι.
緩和薬によって子宮口が落ち着いたなら、月経が現れたのを待ち、すでに乾燥しているときに交わるがよい。
§2828. ᾟ τινι ἂν ἡ μήτρη ἔμπυος γένηται ἢ μετὰ τόκον ἢ ἐκ διαφθορῆς ἢ ἄλλως πως, καὶ μὴ ἐν τεύχει ἑτέρῳ καὶ χιτῶνι τὸ πῦον ὥσπερ ἐπὶ φύματος ᾖ, ξυμφέρει ταύτῃ μήλην ὑπαλειπτρίδα καθιέναι ἐς τὸ στόμα τῆς μήτρης·
28. 出産後、あるいは流産の後、あるいは他のいかなる原因であれ、子宮に膿が溜まった女性において、もしその膿が腫物のように別の袋や膜に包まれていないならば、この女性には、油を塗ったゾンデを子宮口に挿入することが有益である。
ἧσσον γὰρ δεήσεται κλύσιος, εἰ χωρήσειε πρὸς τὴν μήλην·
というのも、もし膿がゾンデに沿って出てくるならば、洗浄する必要がより少なくなるからである。
ἔπειτα κάμπας τὰς ἀπὸ τῆς τιθυμαλίδος ξυλλέξας, αἳ δὴ κέντρα ἔχουσιν, αὐτὰς ἀποτάμνειν ἡσυχῇ, ὅκως ἂν ἡ φορβὴ μὴ ἐκρυῇ·
そののち、トウダイグサに付く、棘を持つ毛虫を集め、それらの体内の汁が流れ出さないように、それらを静かに切り分ける。
ἔπειτα ξηραίνειν αὐτὰς ἐν ἡλίῳ καὶ τρίβειν·
そののち、これらを太陽の下で乾燥させてすり潰す。
καὶ τοὺς σκώληκας δὲ τοὺς κοπρίνους ὡσαύτως ξηραίνειν ἐν τῷ ἡλίῳ, ἔπειτα τρίβειν·
また、糞の中にいる虫も同様に太陽の下で乾燥させ、そののちすり潰す。
καὶ τῆς μὲν κάμπης δύο ὀβολοὺς σταθμῷ αἰγιναίους, τῶν δὲ σκωλήκων διπλάσιον, καὶ ἀννήσου ὀλίγον παραμῖξαι, ἢ τῶν τοιουτοτρόπων τινός·
そして、毛虫をアイギナの度量衡で2オボロス分、糞虫をその2倍、そして少量のアニス、あるいはそのような性質のものを混ぜ合わせる。
κακῶδες γὰρ γίνεται·
というのも、それは悪臭を放つようになるからである。
ταῦτα δὲ τρίψας λεῖα, δίες οἴνῳ λευκῷ εὐώδει·
これらを細かくすり潰し、香りの良い白ワインに溶かす。
καὶ ἐπὴν πίῃ, βάρος ἐπιγίνεται καὶ νάρκη ἐμπίπτει ἐν τῇ γαστρί·
そして、彼女がそれを飲むと、腹の中に重苦しさと麻痺が生じる。
ἢν οὖν ἐπιγένηται, μελίκρητον ἐπιπινέτω ὀλίγον.
したがって、もしそれが生じたなら、蜂蜜水を少し重ねて飲ませるがよい。

語釈・文法注

  1. §26γνώσεται δὲ ἢν μὲν ὁ ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος — 主節の動詞 γνώσεται(「知るであろう」)に対し、ἢν μὲν ... ἡ δὲ ... からなる複合的な条件節が続いており、受胎の成否を判断する状況を説明している。特に ἀγνοῇ(「気づかない、認知しない」)の対象は、文脈上、夫が放出した精液である。女性の膣内が乾燥している(ὑπὸ ξηρότητος)ために精液の流出を自覚しないことが、子宮が精液を吸引・保持した(受胎した)ことの兆候と解釈されている。
  2. §27τοῦ παιδίου αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἢ ὁπηλίκου δήποτ’ οὖν — τοῦ παιδίου を意味上の主語とする属格独立分詞構文(αὐξανομένου καὶ ὑπερβάλλοντος)である。習慣性流産の原因として、胎児が成長して特定の月数(2ヶ月や3ヶ月など)の限界を超えて大きくなっていくにもかかわらず、主節の αἱ μῆτραι οὐκ ἐπιδιδόασιν ἐπὶ τὸ μέζον(「子宮がそれ以上大きく成長しない」)という不均衡が生じることを示す、時間的・原因的な状況を表現している。
  3. §28καὶ μὴ ἐν τεύχει ἑτέρῳ καὶ χιτῶνι τὸ πῦον ὥσπερ ἐπὶ φύματος ᾖ — 関係節 ᾟ τινι... 内で条件を表す仮定法 ᾖ を用いた節であり、否定辞 μή を伴っている。膿が「別の容器や膜の中にない」(ἐν τεύχει ἑτέρῳ καὶ χιτῶνι)という表現は比喩的であり、膿が被膜で包まれた局所的な膿瘍(φῦμα)を形成しているのではなく、子宮腔内に遊離して蓄積している状態(子宮蓄膿・子宮内膜炎など)を特定している。

この箇所を引用する

ヒポクラテス, 重複妊娠について §26-28. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg038.humanitext-grc1:26-28

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。