§2626. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καὶ δέῃ παρὰ τὸν ἄνδρα ἐλθεῖν, ἡ μὲν γυνὴ ἄσιτος ἔστω, ὁ δὲ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ λελουμένος καὶ σιτηθεὶς τὰ ξύμφορα· καὶ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ τοῦ πρώτου χρόνου πρὸς τὸν ἄνδρα, ἀλλ’ ἡσυχαζέτω·
26. 当看起来状态良好且需要去丈夫那里时,妇人应当空腹,丈夫应当清醒,用冷水沐浴并吃过适宜的食物;如果她知道自己已经接纳了精子,在最初的时期不要去丈夫那里,而要静养。
γνώσεται δὲ ἢν μὲν ὁ ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος· ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν ἐς τὰ αἰδοῖα καὶ γένηται ὑγρὴ, πάλιν ξυμμιγέσθω μέχρις ἂν συλλάβῃ.
她将通过以下方式得知:如果丈夫说已经射精,而妇人因干燥而感觉不到;但如果子宫再次将精子退回阴部且变得湿润,让她再次交合,直到受孕。
§2727. Γυνὴ ἢν κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἀκριβῶς ἐς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ’ ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, καὶ πλέονα ἤν τε τρίμηνα ἤν τε τετράμηνα ἤν τε πλέονα χρόνον γεγονότα διαφθείρῃ κατὰ τὸν αὐτὸν τοῦτον τρόπον, ταύτῃσιν αἱ μῆτραι οὐκ ἐπιδιδόασιν ἐπὶ τὸ μέζον, τοῦ παιδίου αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἢ ὁπηλίκου δήποτ’ οὖν· ἀλλὰ τὸ μὲν αὐξάνεται, αἱ δὲ μῆτραι οὐκέτι εἰσὶν ἱκαναὶ, ἀλλὰ κατὰ τοῦτο διαφθείρεται ἐς τὸν αὐτὸν χρόνον.
27. 如果一个妇人确实怀孕了,但每次正好在两个月时流产,精准在相同的时间,既不提前也不推迟,并且以同样的方式经历了两三次,或者如果她在更长的时间,无论是三个月、四个月还是更长时间,以这完全相同的方式流产,在这些妇人中,由于婴儿生长并超出了两个月、三个月或任何时期的限制,子宫却不再随之增大;婴儿在生长,而子宫已无法容纳,因此在同一时期发生流产。
Ταύτῃ χρὴ κλύσαι τὴν μήτρην, καὶ φυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοις τοῖσιδε τῆς σικύης τὴν ἐντεριώνην κόψαντα διασῆσαι· ἔπειτα ἐν μέλιτι ἑφθῷ μῖξαι ὀλίγην πλείονι ὄντι τῷ μέλιτι καὶ σιλφίου ὀλίγον· τὸ δὲ μέλι κάθεφθον ἔστω· τοῦτο περιπλάσαι περὶ μήλην, τὸ πάχος ποιέοντα ὁκόσον παραδέξεται ὁ στόμαχος· προστιθέναι δὲ πρὸς τὸ στόμα τῆς μήτρης καὶ ὦσαι ὅκως ἂν περήσῃ ἐς τὸ εἴσω τῆς μήτρης· ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην.
对于这样的妇人,必须清洗子宫,并用以下贴药尽可能使其扩张:将葫芦的髓捣碎并筛选,然后将其混入稍微多一点的煮熟的蜂蜜中,并加入少许香草;蜂蜜应当煮透;将其涂抹在探针周围,使其粗细达到子宫口能容纳的程度;然后贴敷在子宫口并推入,使其进入子宫内部;当药物溶化后,取出探针。
Καὶ τὸ ἐλατήριον ὧδε ποιέων προστιθέναι, καὶ τῆς κολοκυνθίδος τῆς ἀγρίης ὡσαύτως.
同样,以此种方法贴敷喷瓜汁,野生苦西瓜也同样处理。
Καὶ ἐσθιέτω τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα καὶ καυλὸν σιλφίου καὶ ὅτι φῦσαν ἐμποιέει ἐν τῇ κοιλίῃ.
在此期间,让她尽可能多吃大蒜、香草茎以及任何在腹中产生气体的东西。
Προστιθέσθω δὲ τὸ προσθετὸν διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν, καὶ πλῆθος ὁκόσον προσίεται· τὰς δὲ μεταξὺ μαλθακτηρίοισι χρῆσθαι.
贴药应当每隔一日贴敷一次,直到看起来状态良好,且用量达到能容纳的极限;在中间的日子里使用软化药。
Ἐπειδὰν δὲ καταστῇ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, μετὰ τὸ ἐπιφανῆναι ἐπιμείνασαν, ὁκόταν ἤδη ξηρὴ ᾖ, μίγνυσθαι.
当子宫口在软化药的作用下稳定下来后,在月经来潮后等待,当已经干燥时再行交合。
§2828. ᾟ τινι ἂν ἡ μήτρη ἔμπυος γένηται ἢ μετὰ τόκον ἢ ἐκ διαφθορῆς ἢ ἄλλως πως, καὶ μὴ ἐν τεύχει ἑτέρῳ καὶ χιτῶνι τὸ πῦον ὥσπερ ἐπὶ φύματος ᾖ, ξυμφέρει ταύτῃ μήλην ὑπαλειπτρίδα καθιέναι ἐς τὸ στόμα τῆς μήτρης· ἧσσον γὰρ δεήσεται κλύσιος, εἰ χωρήσειε πρὸς τὴν μήλην· ἔπειτα κάμπας τὰς ἀπὸ τῆς τιθυμαλίδος ξυλλέξας, αἳ δὴ κέντρα ἔχουσιν, αὐτὰς ἀποτάμνειν ἡσυχῇ, ὅκως ἂν ἡ φορβὴ μὴ ἐκρυῇ· ἔπειτα ξηραίνειν αὐτὰς ἐν ἡλίῳ καὶ τρίβειν· καὶ τοὺς σκώληκας δὲ τοὺς κοπρίνους ὡσαύτως ξηραίνειν ἐν τῷ ἡλίῳ, ἔπειτα τρίβειν· καὶ τῆς μὲν κάμπης δύο ὀβολοὺς σταθμῷ αἰγιναίους, τῶν δὲ σκωλήκων διπλάσιον, καὶ ἀννήσου ὀλίγον παραμῖξαι, ἢ τῶν τοιουτοτρόπων τινός· κακῶδες γὰρ γίνεται· ταῦτα δὲ τρίψας λεῖα, δίες οἴνῳ λευκῷ εὐώδει· καὶ ἐπὴν πίῃ, βάρος ἐπιγίνεται καὶ νάρκη ἐμπίπτει ἐν τῇ γαστρί· ἢν οὖν ἐπιγένηται, μελίκρητον ἐπιπινέτω ὀλίγον.
28. 任何因分娩后、流产后或以其他方式导致子宫化脓的妇人,如果脓液不像在脓肿中那样包裹在另一个容器或包膜中,那么在子宫口插入涂了油的探针是有益的;因为如果脓液能顺着探针流出,清洗的需要就会减少;然后收集大戟属植物上的毛虫(它们带有刺),轻轻地切断它们,以免体内的汁液流出;然后在阳光下晒干并研碎;粪便中的虫子也同样在阳光下晒干,然后研碎;取毛虫两埃吉纳钱重,粪虫两倍重,并混入少许茴香,或类似性质的东西;因为这会产生恶臭;将这些研磨至细滑,溶于芳香的白葡萄酒中;当她饮用时,腹部会产生沉重感并出现麻痹;如果出现这种情况,让她随后饮用少许蜂蜜水。