§1515. Γυναικὶ δυστοκεούσῃ, ἢν τὸ παιδίον ἐν τῇσι γονῇσιν ἐνέχηται καὶ μὴ εὐπόρως ἐξέλθῃ, ἀλλὰ ξὺν πόνῳ καὶ μηχανῇσιν ἰητροῦ, ταῦτα τὰ παιδία ἀρτίζωα.
15. 難産である女性において、もし子供が産道に引っかかって容易に出てこず、苦痛を伴い医師の器具を用いて出てきた場合、これらの子供は生まれたてで(弱々しく)生きている状態である。
Τουτέων οὐ χρὴ τὸν ὀμφαλὸν ἀποτάμνειν, πρὶν ἂν οὐρήσῃ, ἢ πτάρῃ, ἢ φωνήσῃ, ἀλλὰ ἐᾷν, προσχωρῆσαι δὲ τὴν γυναῖκα ὡς ἐγγυτάτω τοῦ παιδίου, καὶ ἢν διψῇ, πινέτω μελίκρητον.
これらについては、子供が排尿するか、くしゃみをするか、声を出すまでは、臍帯を切るべきではなく、そのままにしておくべきである。 そして、女性をできるだけ子供の近くに寄らせ、もし彼女が渇きを覚えるなら、蜂蜜水を飲ませるがよい。
Καὶ ἢν ὁ ὀμφαλὸς ἐμφυσῆται ὥσπερ στόμαχος, κινηθήσεται, ἢ πταρεῖ τε τὸ παιδίον καὶ φωνὴν ῥήξει, καὶ τότε ἀποτάμνειν ἀναπνέοντος τοῦ παιδίου.
そして、もし臍帯が胃のように膨らむなら、それは動くか、あるいは子供がくしゃみをして声を放つであろう。 そのとき、子供が呼吸している状態で切るべきである。
Ἢν δὲ μὴ φυσῆται ὁ ὀμφαλὸς μηδὲ κινῆται, χρόνου ἐγγενομένου, οὐ βιώσεται.
しかし、もし臍帯が膨らまず動きもしなければ、時間が経過しても、その子は生き延びないであろう。
§1616. Κυέουσαν γυναῖκα, ἢν μὴ ἄλλως γινώσκῃς, ἀλλ’ οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι γίνονται, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιδνότερα.
16. 妊娠している女性について、もし他の方法で分からなくても、両目が引き込まれて窪み、目の白目の部分が本来の白さを持たず、むしろ青黒くなっている(ことで判断できる)。
§1717. Ἤν τις ἐπίτοκος ἐοῦσα κοιλοιδιᾷ τοὺς ὀφθαλμοὺς, καὶ ὑποιδέῃ τὸ πρόσωπον καὶ ὅλη αὐτὴ, καὶ τοὺς πόδας οἰδέῃ, καὶ ὥσπερ ὑπὸ φλέγματος λευκοῦ ἐχομένη φαίνηται, καὶ τὰ ὦτα λευκὰ καὶ ἡ ῥὶς ἀκρὴ λευκὴ καὶ τὰ χείλεα πελιδνὰ αὐτέῃ ᾖ, τεθνηκότα τίκτουσιν, ἢ ζῶντα πονηρὰ καὶ οὐ βιώσιμα καὶ ἄναιμα ὡς νοσηλεύοντα, ἢ προέτεκον οὐ γόνιμα.
17. もし出産を控えた女性で、目の周囲が窪んで腫れ、顔や彼女自身全体が少し腫れ、足も腫れており、まるで白粘液質に侵されているように見え、耳が白く、鼻先が白く、唇が青黒くなっているならば、そのような女性は、死んだ子を産むか、あるいは生きていても状態が悪く生存不可能な、病気にかかっているかのような無血の子を産むか、あるいは不妊の未熟児を産む。
Ταύτῃσι τὸ αἷμα ἐξυδατώθη·
このような女性たちにおいては、血液が水分のようになってしまっている。
δεῖ οὖν αὐτῇσι μετὰ τὸν τόκον τὰ εὐώδεα προστιθέναι, καὶ πίνειν τὰ εὐώδεα, καὶ σιτίοισιν ἀνατρέφειν.
したがって、出産後に彼女たちに芳香薬をあてがい、芳香薬を飲ませ、食物によって養うべきである。
Καὶ πρῶτον τοῦ προσώπου ἡ ρὶς ἔνσημος γίνεται ἄκρη, καὶ χρῶμα λαμβάνει.
そして、顔の中でまず鼻先が兆候を示し、血色を帯びるようになる。
§1818. Ἤν τις κυϊσκομένη γῆν ἐπιθυμέῃ ἐσθίειν ἢ ἄνθρακας καὶ ἐσθίῃ, ἐπὶ τῆς κεφαλῆς τοῦ παιδίου φαίνεται, ὁκόταν τεχθῇ, σημεῖον ἀπὸ τῶν τοιούτων.
18. もし妊娠している女性が土や炭を食べることを切望し、実際に食べるならば、子供が生まれたとき、その頭の上にそのようなものに由来する印が現れる。
§1919. Γυναικὶ χρὴ εἰδέναι τῶν μαζῶν ὁκότερός ἐστιν αὐτέῃ μέζων, κεῖθι γὰρ τὸ ἔμβρυον·
19. 女性において、自分の乳房のどちらがより大きいかを知るべきである。 なぜなら、そちら側に胎児がいるからである。
ὁμοίως δὲ καὶ τὸν ὀφθαλμόν·
同様に目についても(見るべきである)。
ἔσται γὰρ μέζων καὶ λαμπρότερος τὸ πᾶν εἴσω τοῦ βλεφάρου, ὁκοτέρωθι καὶ μαζὸς μέζων.
なぜなら、まぶたの内側全体がより大きく、より輝いているのは、乳房が大きい方の側だからである。
§2020. ᾟ τινι ἂν ἀπὸ προσθέτων μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφικνέωνται καὶ βρυγμὸς ἔχῃ, καὶ σκορδινέηται, καὶ χασμᾶται, ἐλπὶς ταύτην κυῆσαι μᾶλλον ἢ ἥ τις ἂν τουτέων μηδὲν πάσχῃ.
20. もしそれほど強くないあてがい薬(挿入物)によって、関節に痛みが達し、歯ぎしりが起こり、身体の引き伸ばしが起こり、あくびをするならば、このような女性は、これらのことを何も経験しない女性よりも妊娠する見込みが高い。
§2121. Γυνὴ ἥτις παχέα παρὰ φύσιν ἐγένετο καὶ πίειρα καὶ φλέγματος ἐπλήσθη, οὐ κυΐσκεται τούτου τοῦ χρόνου·
21. 不自然に太り、肥満して、粘液で満たされるようになった女性は、その時期には妊娠しない。
ἥτις δὲ φύσει τοιαύτη ἐστὶ, κυΐσκεται τουτέων ἕνεκεν, ἢν μή τι ἄλλο κωλύῃ αὐτήν.
しかし、生まれつきそのような体質の女性は、他のものが彼女を妨げない限り、これらのことが原因で妊娠しないということはない。
§2222. Τῶν γυναικῶν τῇσι πλείστῃσιν ὅταν τὰ ἐπιμήνια μέλλῃ φαίνεσθαι, ὁ στόμαχος αὐτὸς ἑωυτὸν ἀνέσπακε μᾶλλον ἢ ἄλλοτε.
22. 多くの女性において、月経が始まろうとするとき、子宮口自体が他のときよりも上に引き上がっている。
§2323. Γυνὴ ἥτις ἀρικύμων ἐοῦσα πέπαυται κυϊσκομένη, φλεβοτομείσθω δὶς τοῦ ἐνιαυτοῦ ἀπὸ τῶν χειρέων καὶ τῶν σκελέων.
23. 妊娠しやすかったのに妊娠しなくなった女性は、年に二回、両手および両足から瀉血されるべきである。
§2424. ᾟ τινι ὀδύναι ἐν ἰσχίῳ ἢ ἐν κεφαλῇ ἢ ἐν χερσὶν, ἢ ἄλλοθί που τοῦ σώματος, ὅταν δὲ κύῃ, ἐκλείπουσιν, ὁκόταν δ’ ἀπολυθῇ ἀπὸ τῶν μητρέων, ἔνεισι, ξυμφέρει τὰ εὐώδεα καὶ πίνειν καὶ προστίθεσθαι πρὸς τὸ στόμα τῆς μήτρης.
24. 腰、頭、手、あるいは身体の他のどこかに痛みがあり、妊娠しているときにはそれが消え去るが、子宮から解放されたときに再び現れる女性においては、芳香薬を飲み、また子宮口にあてがうことが有益である。
§2525. Ὅταν τινὰ ἰητρεύῃς γυναῖκα κυήσιος ἕνεκεν, ὁκόταν δοκέῃ κεκαθάρθαι, καὶ τὸ στόμα καλῶς ἔχῃ τῆς μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλήν·
25. 妊娠のためにある女性を治療するとき、彼女が十分に清められたと思われ、子宮口が良い状態になったなら、彼女に入浴させ、頭を洗わせるがよい。
μὴ ἀλειψάσθω δὲ μηδενί·
ただし、いかなるものも塗ってはならない。
ἔπειτα ὀθόνιον ἄνοδμον περιθεῖσα περὶ αὐτὰς τὰς τρίχας πεπλυμένον, κεκρυφάλῳ πεπλυμένῳ ἢ μηδενὸς ὄζοντι καταδησάσθω τὸ ὀθόνιον ἐπιθεῖσα πρῶτον·
そののち、髪そのものの周りに無臭の洗ったリンネルの布を巻き、最初に布をあててから、洗った、あるいは何も匂わないヘアネットでその布を縛るがよい。
ἔπειτα ἀναπαυέσθω προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, ἑψήσασα καὶ μαλθάξασα πρὸς πῦρ καὶ μὴ ἥλιον·
そののち、ガルバヌムを、太陽ではなく火で煮て柔らかくした上で、子宮口にあてがって休ませるがよい。
ἔπειτα πρωῒ ἀπολυσαμένη τὸν κεκρύφαλον μετὰ τοῦ ὀθονίου, ὀσφρανθῆναι παρεχέτω τινὶ τὴν αὐτῆς κορυφήν·
そののち、翌朝にヘアネットと布を取り外し、自分の頭頂部を誰かに嗅がせるようにせよ。
καὶ ἢν μὲν ὀζέσῃ, καλῶς ἔχει τῆς καθάρσιος·
そして、もし匂い(ガルバヌムの匂い)がするならば、清めは良好な状態である。
ἢν δὲ μὴ, κακῶς·
しかし、もし匂わないならば、不良である。
ἄσιτος δὲ ταῦτα ποιείτω.
空腹の状態でこれらを行うようにせよ。
Καὶ ἢν μὴ τεκνοῦσα ἦ, οὐδέποτε ὀζέσει,, οὔτε καθαιρομένη οὔτ’ ἄλλως·
また、もし彼女が子供を産むことができない体質であるならば、清められていようといまいと、決して匂うことはない。
οὐδ’ ἢν κυέουσα προσθῇ, οὐδ’ οὕτως ὀζέσει·
また、もし妊娠している状態で(ガルバヌムを)あてがっても、やはり匂うことはない。
ἥτις δὲ κυΐσκεται θαμέως καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν προσθῇς μηδὲ καθῆρας, ὀζέσει αὐτῆς ἡ κορυφὴ, ἄλλο δὲ οὐδέν.
しかし、頻繁に妊娠し、妊孕性があり、健康である女性ならば、清めを行わずにあてがったとしても、彼女の頭頂部は匂うであろう。 それ以外では匂わない。