- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg028.humanitext-grc1:14-17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
過剰な贅肉を除去する液状および乾燥薬の製法、傷の陥凹に肉を盛らせるラゴピュロスや干しイチジクなどの各種植物、刺激性の強いカリア風の薬(カリコン)、さらに塊塩や燃やした羊毛、ミスュなどを用いた潰瘍用の多様な処方と施用法について論じる。
14. Ἕτερον ἔναιμον·1 σμύρνα, λιβανωτὸς, κηκὶς, ἰὸς, ἄνθος χαλκοῦ ὀπτὸν, στυπτηρίη αἰγυπτίη ὀπτὴ, οἰνάνθη, οἰσυπίδες, μολύβδαινα, τούτων ἴσον ἑκάστου, ἡ δίεσις οἴνῳ ὥσπερ τὸ πρότερον, καὶ ἄλλη ἐργασίη κατὰ τὰ αὐτά.—Ὄξος ὡς ὀξύτατον λευκὸν, μέλι, στυπτηρίην αἰγυπτίην, νίτρον ὡς ἄριστον ἡσύχως φρύξας, χολῆς ὀλίγον συνέψει· τοῦτο τὰ ὑπερσαρκέοντα καθαίρει καὶ κοιλαίνει, καὶ οὐ δάκνει.—Ἄλλο· ποίη ἡ μικρόφυλλος, ᾗ ὄνομα παρθένιον τὸ μικρόφυλλον, ἣ τὰ θύμια τὰ ἀπὸ τοῦ ποσθίου ἀφαιρεῖ, καὶ στυπτηρίη ἡ χαλκῖτις· καὶ μηλίαδος ὠμῆς·2 ἐλατήριον λεπτὸν ξηρὸν προστεῖλαι, καὶ τὸ σίδιον λεπτὸν ξηρὸν ὡσαύτως.
14. 肉を盛らせるための別の薬。ミルラ、乳香、没食子、緑青、焙った銅の花、焙ったエジプト明礬、オイナンテ、羊毛の脂、鉛鉱石、これらの各々同量。溶解は前と同じようにワインで行い、他の調製法も同様にする。――極めて酸味の強い白酢、蜂蜜、エジプト明礬、および最上のソーダを静かに焙ったものに、少量の胆汁を加えて一緒に煮つめる。これは贅肉を取り除いて平らにし、しかも沁みない。――別の処方。小葉の植物で、その名も小葉のパルテニオンと呼ばれるもの(これは包皮のいぼを取り除く)、および銅鉱石の明礬。そして生のメロス産粘土。乾燥した細かなエラテリオンをあてがい、同様に乾燥した細かなザクロの皮も用いる。
15. Πληροῖ δὲ μάλιστα τὰ κοῖλα τὰ καθαρὰ, ποίη, ᾗ λαγώπυρος οὔνομα· ἐστὶ δὲ πιτύροισιν ὁμοίη ὅταν αὐαίνηται, μικρὸν τὸ φύλλον, ὥσπερ καὶ τὸ τῆς ἐλαίης, καὶ μακρότερον· καὶ πρασίου τὸ φύλλον, σὺν ἐλαίῳ.—Ἕτερον· ἰσχάδος τὸ εἴσω, τὸ πῖαρ, τὸ μελιτοειδὲς, ὡς ξηροτάτης, ὕδατος δύο μοίρας, καὶ λίνου καρποῦ φρύξας μὴ σφόδρα ὡς λεπτοτάτου μοίραν μίαν.—Ἄλλο· τῆς ἰσχάδος, καὶ ἄνθος χαλκοῦ ὀλίγον λεπτὸν, καὶ συκῆς ὀπόν.—Τὸ δ’ ἐκ τῆς ἰσχάδος, χαμαιλέων μέλας, χολὴ βοὸς ξηρή· τὰ μὲν ἄλλα τὰ αὐτά. Τὰ δὲ ξηρά.—Κάρδαμον λεπτὸν, ὠμὸν, ἐρύσιμον, ἑκατέρου ἴσον, τῆς δὲ ἰσχάδος δύο μέρη, λίνου καρποῦ δύο μοίρας, ὀπὸν συκῆς. Ὅταν τούτων τινὶ χρέῃ τῶν φαρμάκων, σπλῆνας3 ἄνωθεν ὀξηροὺς ἐπιθεὶς, σπόγγον ἄνωθεν τῶν σπληνῶν ἐπίθες, καὶ ἐπίδει, καὶ προσπίεσαι ὀλίγῳ μᾶλλον· τὰ δὲ περιέχοντα ἢν φλεγμαίνῃ, ὅ τι ἂν δοκέῃ ξυμφέρειν, περιπλάσσειν.
15. 清浄になった凹みを最もよく満たすのは、ラゴピュロスと呼ばれる植物である。これは乾燥すると糠に似ており、葉は小さく、オリーブの葉のようであるがそれより少し長い。また、ニガハッカの葉をオリーブ油とともに用いる。――別の処方。極めて乾燥した干しイチジクの内側の、肉厚で蜂蜜のような部分、水二部、そしてあまり強く焙っていない極めて細かくした亜麻の種子一部。――別の処方。その干しイチジクに、細かくした銅の花を少量、およびイチジクの乳液。――干しイチジクを用いる別の処方。黒カマイレオン、乾燥した牛の胆汁。他の点は同じ。これらは乾燥原料である。――細かくした生のコショウソウ、エリシモン、両者同量、干しイチジク二部、亜麻の種子二部、イチジクの乳液。これらの薬のいずれかを用いるときは、上から酢を含ませた圧迫布をあて、その圧迫布の上からスポンジをあてて、包帯を巻き、少し強めに圧迫すること。もし周囲の部位が炎症を起こしているなら、有益と思われるものを周囲に塗布すること。
16. Ἢν βούλῃ ὑγρῷ χρέεσθαι, καὶ τὸ καρικὸν φάρμακον ἐπαλείφειν, ἐπιδεῖν δὲ ὥσπερ τὰ πρότερα γέγραπται κατὰ τὸν αὐτὸν λόγον. Ἐστὶ δὲ ἐκ τῶνδε τὸ φάρμακον ποιεύμενον· ἐλλεβόρου μέλανος, σανδαράχης, λεπίδος, μολίβδου κεκαυμένου σὺν πολλῷ θείῳ, ἀῤῥενικοῦ, κανθαρίδος· τούτῳ ὁποίῳ δοκέει συντεθέντι χρῆσθαι· ἡ δὲ δίεσις, κεδρίνῳ ἐλαίῳ· ἐπειδὰν δὲ ἅλις ἔχῃ ἐπαλείφοντι,4 ἐκβάλλειν τὸ φάρμακον, ἐπιπάσσων ἄρον ἑφθὸν λεῖον, ἢ τρίβων ξηρὸν τῷ μέλιτι δεύων· καὶ ἢν ξηρῷ χρῇ τῷ καρικῷ τούτῳ, χρὴ ἀφιστάναι τὸ φάρμακον ἐπιπάσσων.
16. もし液状の薬を用いたいなら、カリア風の薬を塗り、前に書かれたのと同様の方法で包帯を巻くこと。この薬は以下の成分から作られる。黒ヘレボルス、サンダラカ、銅の鱗片、多量の硫黄とともに焼いた鉛、石黄、カンタリス。これらをどのように配合しても用いることができる。溶解液は、スギの油とする。十分に塗布したのち、茹でて滑らかにしたアロンを散布するか、あるいは乾燥したものをすり潰して蜂蜜で湿らせて用いることによって、薬を取り除くこと。また、このカリア風の薬を乾燥状態で用いる場合も、散布することによって薬を剥離させるべきである。
17. Ποέει δὲ τὸ ξηρὸν ἀπὸ τοῦ ἐλλεβόρου μόνον καὶ τῆς σανδαράχης.—Ἕτερον ὑγρόν· ποίη, ἧς τὸ φύλλον ὅμοιον ἄρῳ τὴν φύσιν, λευκὸν δὲ; χνοῶδες, κατὰ κισσοῦ φύλλον τὸ μέγεθος· αὕτη ἡ ποίη ξὺν οἴνῳ ἐπιπλάσσεται.—Ἢ τοῦ πρίνου τὸ περὶ τὸ στέλεχος τρίψας ἐν οἴνῳ, ἐπίπλασσε.—Ἕτερον· ὄμφακος χυλὸς, ὄξος ὡς ὀξύτατον, ἄνθος χαλκοῦ, νίτρον, ὀπὸς ἐρινεοῦ.—Ἐς ὄμφακος χυλὸν στυπτηρίην ἐμβάλλειν ὡς λειοτάτην, καὶ θεῖναι ἐν χαλκῷ ἐρυθρῷ ἐς ἥλιον, καὶ ἀνακινέειν, καὶ ἀνελεῖν ὅταν δοκέῃ καλῶς ἔχειν τὸ πάχος.—Ἕτερον· ἑλλέβορος μέλας ὡς λειότατος ἐπιπάσσεται, ἕως ἄν τι τοῦ ὑγροῦ ἐνέῃ καὶ νεμομένου· ἐπίδεσις δὲ ἡ αὐτὴ, ἥπερ ἐπὶ τοῖσιν ἐμπλάστροισιν.—Ἕτερον· ἁλὸς χόνδρους ὡς ξηροτάτους ἐς χυτρίδιον χάλκεον ἢ κεραμεοῦν καινὸν ἐμβαλεῖν, ἴσους ὡς μάλιστα τὸ μέγεθος, μὴ ἁδρούς· καὶ μέλι ὡς κάλλιστον διπλάσιον τῶν ἁλῶν εἰκάσας ἐπιχέαι ἐπὶ τοὺς ἅλας· ἔπειτα ἐπιθεῖναι ἐπὶ τοὺς ἄνθρακας τὸ χυτρίδιον, καὶ ἐᾷν ἕως ἂν κατακαυθῇ πᾶν· ἔπειτα ἀνασπογγίσας τὸ ἕλκος καὶ ἐκκαθήρας, ἐπιδῆσαι ὥσπερ τὸ πρότερον, καὶ πιέσαι ὀλίγῳ μᾶλλον· τῇ δ’ ὕστεραίῃ, ὅπη ἂν μὴ λάβηται τὸ φάρμακον, ἐπιπάσας προσπιέζειν καὶ ἐπιδεῖν· ὅταν δὲ βούλῃ ἀφιστάναι τὸ φάρμακον, ὄξος θερμὸν ἐπιχέειν, ἕως ἂν ἀποστῇ, καὶ αὖθις τὰ αὐτὰ ποιέειν, ἢν δέηται, ἀνασπογγίσας.—Ἄλλο ξηρὸν δάκνον ὡς.5 οἰσυπωδέστατα εἴρια ἐπ’ ὀστράκου κατακαῦσαι δαιδίῳ προσίσχων ἕως ἂν πάντα κατακαύσῃς· τοῦτο λεῖον τρίβων, ἐπιπάσας τὴν αὐτὴν ἐπιδεῖν ἐπίδεσιν.—Ἄλλο ξηρὸν ὁμοίως δάκνον· μίσυος ὡς λειοτάτου ἐπιπάσσειν ἐπὶ τὰ ὑγρὰ καὶ σαπρὰ, καὶ ἄνθος λεπτὸν μὴ παντελῶς λεῖον.—Ἐπὶ τῶν αὐτῶν ἑλκέων· χαμαιλέων μέλας, στυπτηρίη ἡ τῷ ὀπῷ τῆς συκῆς δεδευμένη, δεύειν δὲ ὀπτὴν, καὶ ἄγχουσαν μίσγειν.—Ἀναγαλλὶς, καὶ στυπτηρίη αἰγυπτίη ὀπτὴ, ἐπίπαστον ὀρχομένιον ἐπιπάσσειν.
17. 乾燥薬は、ヘレボルス単独とサンダラカからでも効果がある。――別の液状薬。葉の性質がアロンに似ており、白く、産毛があり、大きさはキヅタの葉ほどの植物。この植物をワインとともに湿布する。――あるいは、セイヨウヒイラギガシの幹の周りの皮をワインの中で潰し、湿布すること。――別の処方。未熟ブドウの汁、極めて酸味の強い酢、銅の花、ソーダ、野生イチジクの乳液。――未熟ブドウの汁の中に、極めて滑らかにすり潰した明礬を投入し、赤銅の器に入れて太陽に晒し、かき混ぜ、粘度がちょうど良くなったと思われたなら取り出すこと。――別の処方。湿潤で、かつ浸食しつつある部分が少しでもある限り、極めて滑らかにすり潰した黒ヘレボルスを散布する。包帯法は硬膏薬に対するものと同じである。――別の処方。極めて乾燥した塊塩を、銅製または新しい陶製の小さな平鍋に入れ、大きさはできるだけ均一で、大きすぎないものとする。そして最上の蜂蜜を塩の二倍量と見積もって塩の上に注ぎ、その後、平鍋を炭火の上に置き、すべてが焼き尽くされるまでそのままにしておく。その後、傷口をスポンジで拭って清浄にし、前述のように包帯を巻き、少し強めに圧迫すること。翌日、薬が(傷口に)付着しなかった部分にさらに散布し、圧迫して包帯を巻くこと。薬を剥がしたいときは、剥がれるまで温かい酢を注ぎ、必要なら再びスポンジで拭ったのち、同じことを行うこと。――極めて刺激性のある別の乾燥薬。極めて脂ぎった羊毛を、陶片の上で松明を近づけて、すべて焼き尽くされるまで燃やす。これを滑らかにすり潰し、散布して同じ包帯を巻くこと。――同様に刺激性のある別の乾燥薬。極めて滑らかにすり潰したミスュを、湿潤で壊死した部分に散布する。また、完全には粉末にしていない細かな銅の花も用いる。――同じ傷に対して。黒カマイレオン、イチジクの乳液で湿らせた明礬(ただし焙ったものを湿らせること)、そしてアルカンナを混ぜること。――アナガリス、および焙ったエジプト明礬。オルコメノス産の散布剤として散布すること。
- 14ἔναιμον
傷口に肉芽を形成させ、生血を促すことによって潰瘍の陥凹を埋める薬効、いわゆる生肉薬または肉芽形成薬を意味する。
- 14μηλίαδος ὠμῆς
属格形。他の調製原料と混合するか、あるいはその上に撒布・塗布するための「生のメロス産粘土(の一部)」を指す部分属格。
- 15σπλῆνας
解剖学的な「脾臓」ではなく、医学および外科学において傷口を圧迫し、保護するために用いられる「圧迫布」や「湿布用の布(パッド)」を指す。
- 16ἐπειδὰν δὲ ἅλις ἔχῃ ἐπαλείφοντι
非人称の ἔχει に「十分である」を意味する副詞 ἅλις が伴い、与格分詞 ἐπαλείφοντι (塗布する者にとって)が係る構文。「塗布する者にとって十分となったとき」、すなわち「十分に塗布したのち」と解釈される。
- 17δάκνον ὡς.
原文の ὡς 後のピリオドは校訂本における脱字または句読点の混乱の可能性があるが、ここでは δάκνον(刺激性のある、沁みる)を修飾する副詞的表現(例:「極めて刺激性のあるものとして」)の残欠、または文脈上「沁みるような(乾燥薬)」を強調する表現として理解される。
