§1818. Πρὸς δὲ τὰς νόμας· στυπτηρίη, ἥ τε αἰγυπτίη ὀπτὴ, καὶ ἡ μηλείη, πρότερον δὲ ἀπονιτρῶσαι ὀπτῷ καὶ ἀνασπογγίσαι.
18. 浸食性の傷には、エジプトの焙った明礬およびメロスの明礬。 ただし、あらかじめ焙ったソーダで洗浄し、スポンジで拭き取ること。
Καὶ ἡ χαλκῖτις στυπτηρίη ὀπτή ὀπτᾶν δὲ ἕως ἂν φλογοειδὴς γένηται.
また、焙った銅鉱石の明礬。 炎のような色になるまで焙ること。
§1919. Τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων, αἱματώδεα δέ ποι γίνεται καὶ μέλανα μελιλώτου ἄνθος τρίψας, μέλιτι φυρῶν, ἐπιπλάστῳ χρῆσθαι.
19. 向こうずねにできる古い潰瘍で、何らかの形で血を帯び、また黒くなっているものについては、メリロートの花をすり潰し、蜂蜜と混ぜて、湿布剤として用いること。
§2020. Ἐπὶ νεῦρα δὲ διατμηθέντα ἐπιδεῖν μυῤῥίνης ἀγρίης ῥίζας κόψας καὶ διαττήσας, φυρήσας ἐλαίῳ.
20. 切断された腱には、野生のミルトスの根を刻んでふるいにかけ、オリーブ油と混ぜ合わせたものをあてがって包帯を巻くこと。
Καὶ τὴν ποίην τὴν πεντάφυλλον, λευκὴ δέ ἐστι καὶ χνοώδης, καὶ ὑψηλοτέρη ἀπὸ τῆς γῆς ἢ τὸ μέλαν πεντάφυλλον, ταύτην τρίψας ἐν ἐλαίῳ ἐπιδεῖν, ἀπολύειν δὲ τριταῖον.
また、五葉の植物(これは白くて産毛があり、黒い五葉のものよりも地面から高く伸びる)を、オリーブ油の中で潰して包帯を巻き、三日目に解くこと。
§2121. Μαλθακώδεα, τοῖσίδε χρὴ τοῖσι φαρμάκοισι χρῆσθαι ἐν χειμῶνι μᾶλλον ἢ ἐν θέρει·
21. 皮膚を柔らかくする薬については、夏よりも冬においてこれを用いるべきである。
φάρμακα μαλθακώδεα, ἃ καὶ οὐλὰς καλὰς ποιέει·
きれいに傷跡を残す皮膚を柔らかくする薬は以下の通り。
σκίλλης τὸ εἴσω τὸ μυξῶδες τρίψας, ἢ πεύκην σὺν συείῳ στέατι νέῳ, ὀλίγον ἔλαιον καὶ ῥητίνης ὀλίγον, καὶ ψιμυθίου.
カイソウの内部の粘液質の乳液をすり潰したもの、あるいはマツを新鮮な豚の脂肪とともに、少量のオリーブ油、少量の樹脂、および白鉛。
—Καὶ στέαρ χηνὸς, καὶ συὸς νέον, καὶ σκίλλαν, καὶ ἔλαιον ὀλίγον.
――および、ガチョウの脂肪、新鮮な豚の脂肪、カイソウ、および少量のオリーブ油。
—Κηρὸς ὡς λευκότατος, στέαρ πρόσφατον καθαρόν.
――できるだけ白い蜜蝋、新鮮で清浄な脂肪。
—Ἢ σκίλλαν, ἔλαιον λευκὸν, ῥητίνης ὀλίγον.
――あるいは、カイソウ、白オリーブ油、少量の樹脂。
—Κηρὸν, στέαρ συὸς παλαιὸν καὶ νέον, καὶ ἔλαιον, καὶ ἰὸς, καὶ σκίλλα, καὶ ῥητίνη, ἔστω δὲ δύο μοῖραι τοῦ παλαιοῦ στέατος πρὸς τὸ νέον, τῶν δὲ ἄλλων ὁκόσον δοκέει καιρὸς εἶναι.
――蜜蝋、古い豚の脂肪および新しいもの、オリーブ油、緑青、カイソウ、および樹脂。 古い脂肪は新しいものに対して二部の割合とし、その他の成分は適切と思われる量とする。
—Στέαρ συντήξας πρόσφατον, ἀποχέας ἐς ἕτερον χυτρίδιον, καὶ τῆς μολυβδαίνης τρίψας ὡς λειότατον, διαττήσας, ξυμμίξας, ἕψειν, καὶ κυκᾷν τὸ πρῶτον, ἑψεῖν δὲ ἕως ἂν ἐπισταχθὲν ἐπὶ γῆς πηγνύηται, ἔπειτα καθελὼν ἀποχέαι τὸ ἄλλο πλὴν τῆς λίθου τῆς ὑποστάσης, καὶ ἐμβάλλειν ῥητίνην καὶ ἀνακινέειν, κέδρινον ἔλαιον ὀλίγον ξυμμίξας καὶ τὸ ἀφῃρημένον.
――新鮮な脂肪を融解させ、別の小鍋に注ぎ、できるだけ滑らかにすり潰してふるいにかけた鉛鉱石を混ぜ合わせ、最初は煮沸してかき混ぜ、地面に落としたときに固まるようになるまで煮沸し、その後火から下ろして、沈殿した鉱石を除いた残りの液体を注ぎ出し、樹脂を投入してかき混ぜ、少量のスギの油と、取り除いておいたものとを混ぜ合わせること。
Πᾶσι χρὴ τοῖσι μαλθακοῖσιν ὅκου ἂν ῥητίνην ξυμμιγνύῃς, ἐπειδὰν ἀφέλῃς ἀπὸ τοῦ πυρὸς τὸ φάρμακον, ἐς θερμὸν ἔτι ἐὸν καθεὶς τὴν ῥητίνην κυκᾷν.
すべての皮膚を柔らかくする薬において、樹脂を配合するときは、薬を火から下ろしたのち、まだ温かいうちに樹脂を投入してかき混ぜべきである。
—Ἕτερον·
――別の処方。
στέαρ συὸς παλαιὸν, καὶ κηρὸς, καὶ ἔλαιον, τὰ δὲ ξηρὰ, ἰχθυήματα λωτοῦ, λιβανωτὸς, μολύβδαινα, ἤγουν τοῦ μὲν μοῖρα, καὶ τῆς δὲ μοῖρα, καὶ τοῦ ἰχθυήματος μοῖρα, ἔστω δὲ τοῦ παλαιοῦ στέατος δύο μοῖραι, τοῦ δὲ κηροῦ μία, καὶ τοῦ ἐλαίου μία.
古い豚の脂肪、蜜蝋、オリーブ油。 乾燥成分はロートスの削り屑、乳香、鉛鉱石、すなわち、これ(乳香)が一部、それ(鉛鉱石)が一部、そして削り屑が一部。 古い脂肪は二部、蜜蝋は一部、オリーブ油は一部とする。
—Ἢ στέαρ μόνον παλαιὸν ὕειον, σὺν τῷδε στέαρ αἰγὸς πρόσφατον ὡς ἥκιστα ξὺν τῷ ὑμένι, καθήρας, μικρὰ τρίψας ἢ κατακόψας λεῖα, ἔλαιον παραχέειν, καὶ παραπάσσειν τὸν μόλιβδον ξὺν τῇ σποδῷ, καὶ λωτοῦ ἰχθυημάτων τὸ ἥμισυ.
――あるいは、古い豚の脂肪だけ、あるいはこれとともに、膜ができるだけ付いていない新鮮な山羊の脂肪を清浄にし、細かくすり潰すか滑らかに刻んで、オリーブ油を注ぎ入れ、さらに灰とともに鉛を、そしてロートスの削り屑の半分を振りかけること。
—Ἕτερον·
――別の処方。
στέαρ αἰγὸς, σποδὸς, χαλκῖτις κυανέη, ἔλαιον.
山羊の脂肪、灰、青い銅鉱石、オリーブ油。
§2222. Περὶ πυρικαύστου·
22. 火傷について。
ἑψεῖν χοὴ πρίνου ῥίζας ἁπαλὰς, ᾗ ὁ φλοιός ἐστι παχύτατος καὶ χλωρότατος, καταταμὼν μικρὰ, οἶνον λευκὸν ἐπιχέας, μαλθακῷ πυρὶ καθεψεῖν, ἕως ἂν δοκέῃ καλῶς ἔχειν τὸ πάχος, ὡς ὑπάλειπτον, καὶ ἐν ὕδατι τὸν αὐτὸν τρόπον.
セイヨウヒイラギガシの柔らかい根で、その樹皮が最も厚く、最も青々としている部分を細かく刻み、白ワインを注いで、軟膏として適切な粘度になったと思われるまで弱火で煮つめるべきである。 水を用いる場合も同様にする。
—Ἕτερον μὴ δάκνον·
――刺激のない別の処方。
ὑὸς στέαρ μόνον παλαιὸν ὑπαλείφειν, τήξας αὐτὸ, ἄνωθεν δὲ τῆς σκίλλης τὴν ῥίζαν διαιρῶν καὶ προστιθεὶς καταδεῖν, τῇ δὲ ἑξῆς ἐπαιονᾷν.
古い豚の脂肪だけを融解させて塗布し、その上からカイソウの根を裂いてあてがって縛り、翌日には温湿布を施すこと。
—Ἄλλο·
――別の処方。
τήξας ὑὸς στέαρ παλαιὸν, καὶ κηρὸν, καὶ ἔλαιον συμμίξας καὶ λιβανωτὸν, καὶ λωτοῦ ἰχθυήματα, καὶ μίλτον, τούτῳ ὑπαλείψας, ἄρου φύλλα ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας, προστιθεὶς καταδεῖν.
古い豚の脂肪を融解させ、蜜蝋とオリーブ油を混ぜ合わせ、乳香、ロートスの削り屑、および赤土を加えて、これを塗布したのち、アロンの葉をワインとオリーブ油で煮たものをあてがって縛ること。
—Ἕτερον·
――別の処方。
ἐπειδὰν τῷ συείῳ στέατι ὑπαλείψῃς τῷ παλαιῷ, καταλείφειν ἀσφοδέλου ῥίζας ἐν οἴνῳ τρίψας καὶ λειώσας.
古い豚の脂肪を塗布したのち、アスフォデロスの根をワインの中で滑らかにすり潰したものを上から塗ること。
—Ἕτερον·
――別の処方。
τήξας στέαρ συὸς παλαιὸν, ξυμμίξας ῥητίνῃ καὶ ἀσφάλτῳ, αὐτὸ ἐπαλείψας ἐς ὀθόνιον, θερμήνας πρὸς πῦρ, ἐπιθεὶς ἐπιδεῖν.
古い豚の脂肪を融解させ、樹脂およびアスファルトと混ぜ合わせ、これを布に塗って火で温め、あてがって包帯を巻くこと。