← ヒポクラテス

神聖病について

§4-6

血管内の空気の流れと脳の粘液による発症機序

血管が空気を分配する役割と、流れが滞ることで生じる麻痺について説明する。また、この病気が胎児期における脳の不完全な浄化(粘液の蓄積)に起因すること、および蓄積された粘液が体の異なる部位に流下した際の症状の違いを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4

​4. Κατὰ ταύτας δὲ τὰς φλέβας καὶ ἐσαγόμεθα τὸ πουλὺ τοῦ πνεύματος· αὗται γὰρ ἡμέων1 εἰσὶν ἀναπνοαὶ τοῦ σώματος τὸν ἠέρα ἐς σφᾶς ἕλκουσαι, καὶ ἐς τὸ σῶμα τὸ λοιπὸν ὀχετεύουσι κατὰ τὰ φλέβια, καὶ ἀναψύχουσι καὶ πάλιν ἀφιᾶσιν. Οὐ γὰρ οἷόν τε τὸ πνεῦμα στῆναι, ἀλλὰ χωρέει ἄνω καὶ κάτω· ἢν γὰρ στῇ που καὶ ἀποληφθῇ, ἀκρατὲς γίνεται ἐκεῖνο τὸ μέρος ὅπου ἂν στῇ· τεκμήριον δέ· ὁκόταν καθημένῳ ἢ κατακειμένῳ φλέβια πιεσθῇ, ὥστε τὸ πνεῦμα μὴ διεξιέναι διὰ τῆς φλεβὸς, εὐθὺς νάρκη ἔχει. Περὶ μὲν τῶν φλεβῶν καὶ τῶν λοιπῶν οὕτως ἔχει.

​4. そして、これらの血管を通じて私たちは空気の大部分を取り入れている。なぜなら、これらは私たちの身体の呼吸器官であり、空気をそれ自体のうちへと引き入れ、細い血管を通じて身体の残りの部分へと送り届けて冷まし、再び放出するからである。というのも、空気が静止することは不可能であり、上へ下へと動くからである。もしどこかで空気が静止して遮断されるなら、その静止した箇所は無力(麻痺状態)になる。その証拠として、座っていたり横たわっていたりするときに細い血管が圧迫され、空気が血管を通って流れなくなると、すぐにしびれが生じる。血管およびその他のことについてはこのようになっている。

§5

​5. Ἡ δὲ νοῦσος αὕτη γίνεται τοῖσι μὲν φλεγματίῃσι, τοῖσι δὲ χολώδεσιν οὔ. Ἄρχεται δὲ φύεσθαι ἐπὶ τοῦ ἐμβρύου ἔτι ἐν τῇ μήτρῃ ἐόντος· καθαίρεται γὰρ καὶ ἀνθέει, ὥσπερ τἄλλα μέρεα, πρὶν γενέσθαι, καὶ ὁ ἐγκέφαλος. Ἐν ταύτῃ δὲ τῇ καθάρσει ἢν μὲν καλῶς καὶ μετρίως καθαρθῇ καὶ μήτε πλέον μήτε ἔλασσον τοῦ δέοντος ἀποῤῥυῇ, οὕτως ὑγιεινοτάτην τὴν κεφαλὴν ἔχει· ἢν δὲ πλέονα ῥυῇ ἀπὸ παντὸς τοῦ ἐγκεφάλου καὶ ἀπότηξις πολλὴ γένηται, νοσώδεά τε τὴν κεφαλὴν ἕξει αὐξόμενος καὶ ἤχου πλέην, καὶ οὔτε ἥλιον οὔτε ψῦχος ἀνέξεται· ἢν δὲ ἀπὸ ἑνός τινος γένηται ἢ ὀφθαλμοῦ ἢ οὔατος, ἢ φλέψ τις συνισχνανθῇ, ἐκεῖνο κακοῦται τὸ μέρος, ὁκοίως ἂν καὶ τῆς ἀποτήξιος ἔχῃ·2 ἢν δὲ κάθαρσις μὴ ἐπιγένηται, ἀλλὰ ξυστραφῇ τῷ ἐγκεφάλῳ, οὕτως ἀνάγκη φλεγματώδεα εἶναι. Καὶ ὁκόσοισι μὲν παιδίοισιν ἐοῦσιν ἐξανθέει ἕλκεα ἐς τὴν κεφαλὴν καὶ ἐς τὰ οὔατα καὶ ἐς τὸν ἄλλον χρῶτα, καὶ σιαλώδεα γίνεται καὶ μυξόῤῥοα, ταῦτα μὲν ῥήϊστα διάγει προϊούσης τῆς ἡλικίης· ἐνταῦθα γὰρ ἀφίει καὶ ἐκκαθαίρεται τὸ φλέγμα, ὃ ἐχρῆν ἐν τῇ μήτρῃ καθαρθῆναι· καὶ τὰ οὕτω καθαρθέντα οὐκ ἐπίληπτα γίνεται ταύτῃ τῇ νούσῳ ὡς ἐπὶ τὸ πουλύ. Ὁκόσα δὲ καθαρά ἐστι, καὶ μήθ’ ἕλκος μηδὲν μήτε μύξα μήτε σίελον αὐτοῖς προέρχεται μηδὲν, μήτε ἐν τῇσι μήτρῃσι πεποίηται τὴν κάθαρσιν, τούτοισιν ἐπικίνδυνόν ἐστιν ἁλίσκεσθαι ὑπὸ ταύτης τῆς νούσου.

​5. この病気は粘液質の人々に起こるが、胆汁質の人々には起こらない。そして、それは胎児がまだ子宮の中にいるときに発生し始める。なぜなら、生まれる前に、他の部位と同様に脳も浄化されて発達するからである。この浄化において、もし適切かつ適度に浄化され、必要以上に多くも少なくも流れ出ないならば、このようにして最も健康な頭を持つことになる。しかし、もし脳全体から多量に流れ出し、多くの溶融が生じるなら、その子は成長するにつれて頭が病みがちになり、耳鳴りで満たされ、太陽の光も寒さも耐えられなくなる。また、もしこれが目や耳など特定のどこか一つの部分から生じるか、あるいはどこかの血管が萎縮するならば、その部分は、その溶融の程度に応じて損なわれる。しかし、もし浄化が起こらず、脳に蓄積するならば、このようにして必然的に粘液質になる。そして、子供のころに頭や耳、あるいは他の皮膚に潰瘍が吹き出し、よだれや鼻水が多く出る子供たちは、年齢が進むにつれて最も容易に過ごすことができる。なぜなら、子宮の中で浄化されるべきであった粘液が、そこで放出されてきれいにされるからである。このようにして浄化された子供たちは、一般にこの病気の対象(てんかん)にはならない。しかし、健康で、潰瘍も鼻水もよだれも一切出ず、子宮の中でも浄化が行われなかった子供たちは、この病気にかかる危険がある。

§6

​6. Ἢν δὲ ἐπὶ τὴν καρδίην ποιήσηται ὁ κατάῤῥος τὴν πορείην, παλμὸς ἐπιλαμβάνει καὶ ἄσθματα, καὶ τὰ στήθεα διαφθείρεται, ἔνιοι δὲ καὶ κυφοὶ γίνονται· ὁκόταν γὰρ ἐπικατέλθῃ τὸ φλέγμα ψυχρὸν ἐπὶ τὸν πλεύμονα ἢ ἐπὶ τὴν καρδίην, ἀποψύχεται τὸ αἷμα αἱ δὲ φλέβες πρὸς βίην ψυχόμεναι πρὸς τῷ πλεύμονι καὶ τῇ καρδίῃ πηδῶσι, καὶ ἡ καρδίη πάλλεται, ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ ἄσθματα ἐπιπίπτειν3 καὶ τὴν ὀρθοπνοίην. Οὐ γὰρ δέχεται τὸ πνεῦμα ὅσον ἐθέλει, μέχρις ἂν κρατηθῇ τοῦ φλέγματος τὸ ἐπιῤῥυὲν καὶ διαθερμανθὲν διαχυθῇ ἐς τὰς φλέβας· ἔπειτα παύεται τοῦ παλμοῦ καὶ τοῦ ἄσθματος· παύεται δὲ ὅκως ἂν τοῦ πλήθεος ἔχῃ· ἢν μὲν γὰρ πλέον ἐπικαταῤῥυῇ, σχολαίτερον, ἢν δὲ ἔλασσον, θᾶσσον· καὶ ἢν μὲν πυκνότεροι ἔωσιν οἱ κατάῤῥοοι, πυκνότερα ἐπίληπτος γίνεται, ἢν δὲ μὴ, ἀραιότερα. Ταῦτα μὲν οὖν πάσχει, ἢν ἐπὶ τὸν πλεύμονα καὶ τὴν καρδίην ἴῃ· ἢν δὲ ἐς τὴν κοιλίην, διάῤῥοιαι λαμβάνουσιν.

​6. もし粘液の流下が心臓へと向かうなら、動悸と息切れ(喘息)が彼らを襲い、胸部が損なわれ、中には背が曲がってしまう(猫背になる)者もいる。なぜなら、冷たい粘液が肺や心臓へと流れ落ちると、血液が冷やされ、血管は肺や心臓の近くで激しく冷やされて脈打ち、心臓が鼓動するからであり、そのためこの必然的な原因によって息切れと起座呼吸が襲うのである。というのも、流入した粘液が圧倒され、温められて血管の中に拡散するまでは、望むだけの空気を取り入れることができないからである。その後、動悸と息切れは収まる。それが収まるのは、流れ出た量による。もし多く流れ落ちたなら遅く、少なかったなら早く収まる。そして、もし流下がより頻繁であるなら、より頻繁にてんかんの発作が起こり、そうでなければ、より稀に起こる。これらが、肺や心臓に向かった場合に被る症状である。しかし、もし腹部に入るなら、下痢に襲われる。

構文注3 件
  1. 4ἡμέων

    ἡμέων(私たちが)は属格であり、ἀναπνοαὶ(呼吸、呼吸器官)を修飾する「所有の属格」とも、「身体」にかかる「所有の属格」とも解釈できる。ここでは「私たちの身体の呼吸器官」として、身体(τοῦ σώματος)と並列またはそれに緊密に関連するものとして解釈するのが自然である。

  2. 5ὁκοίως ἂν καὶ τῆς ἀποτήξιος ἔχῃ

    副詞 ὁκοίως と ἔχω の接続法(ἄν を伴う関係節)に属格 τῆς ἀποτήξιος(溶融)が結合したもので、「溶融の状態がいかなるものであるかに応じて」という意味になる。「ἔχω +副詞+属格」で「〜に関して〜な状態にある」という古典ギリシア語の慣用表現である。

  3. 6ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ ἄσθματα ἐπιπίπτειν

    ὥστε に導かれる結果節で、対格不定法(主語が対格 τὰ ἄσθματα、動詞が不定法 ἐπιπίπτειν)が用いられている。前の文全体(心臓が激しく鼓動することなど)から生じる自然な、または必然的な結果を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:4-6