§1414. Εἰδέναι δὲ χρὴ τοὺς ἀνθρώπους, ὅτι ἐξ οὐδενὸς ἡμῖν αἱ ἡδοναὶ γίνονται καὶ αἱ εὐφροσύναι καὶ γέλωτες, καὶ παιδιαὶ ἢ ἐντεῦθεν, καὶ λῦπαι καὶ ἀνίαι καὶ δυσφροσύναι καὶ κλαυθμοί.
14. 人間は、他ならぬここ(脳)から、私たちの快楽、喜び、笑い、戯れが生まれ、また悲しみ、苦しみ、憂い、涙が生まれるということを知らねばならない。
Καὶ τούτῳ φρονεῦμεν μάλιστα καὶ νοεῦμεν καὶ βλέπομεν καὶ ἀκούομεν καὶ γινώσκομεν τά τε αἰσχρὰ καὶ τὰ καλὰ καὶ τὰ κακὰ καὶ ἀγαθὰ καὶ ἡδέα καὶ ἀηδέα, τὰ μὲν νόμῳ διακρίνοντες, τὰ δὲ τῷ ξυμφέροντι αἰσθανόμενοι, τῷ δὲ καὶ τὰς ἡδονὰς καὶ τὰς ἀηδίας τοῖσι καιροῖσι διαγινώσκοντες, καὶ οὐ ταὐτὰ ἀρέσκει ἡμῖν.
そして、私たちはこれ(脳)によってとりわけ、思考し、理解し、視、聴き、醜いものと美しいもの、悪いものと良いもの、快いものと不快なものを知る。 あるものは慣習によって区別し、あるものは有用性によって感じ取り、またこれによって快楽と不快をもその時々に応じて識別するのであり、私たちにとって同じものが気に入るわけではない。
Τῷ δὲ αὐτῷ τούτῳ καὶ μαινόμεθα καὶ παραφρονέομεν, καὶ δείματα καὶ φόβοι παρίστανται ἡμῖν τὰ μὲν νύκτωρ, τὰ δὲ μεθ’ ἡμέρην, καὶ ἐνύπνια καὶ πλάνοι ἄκαιροι, καὶ φροντίδες οὐχ ἱκνεύμεναι, καὶ ἀγνωσίη τῶν καθεστεώτων καὶ ἀηθίη καὶ ἀπειρίη.
また、この同じものによって私たちは狂気や錯乱に陥り、恐怖や恐れがあるいは夜に、あるいは昼に私たちに現れ、夢や不適切な彷徨、不相応な心配事、現状に対する無知、不慣れ、無経験が生じる。
Καὶ ταῦτα πάσχομεν ἀπὸ τοῦ ἐγκεφάλου πάντα, ὅταν οὕτος μὴ ὑγιαίνῃ, ἀλλ’ ἢ θερμότερος τῆς φύσιος γένηται ἢ ψυχρότερος ἢ ὑγρότερος ἢ ξηρότερος, ἤ τι ἄλλο πεπόνθῃ πάθος παρὰ τὴν φύσιν ὃ μὴ ἐώθει. Καὶ μαινόμεθα μὲν ὑπὸ ὑγρότητος·
そして、私たちはこれらすべてを脳から被るのであり、それは脳が健全でなく、本来の性質よりも熱くなったり、冷たくなったり、湿ったり、乾いたりするとき、あるいは、慣れていないような、自然に反する他の何らかの病態を被るときである。そして、私たちは湿潤さによって狂うのである。
ὁκόταν γὰρ ὑγρότερος τῆς φύσιος ἔῃ, ἀνάγκη κινέεσθαι, κινευμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν, ἀλλ’ ἄλλοτε ἄλλο ὁρᾷν καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε·
なぜなら、脳が本来の性質よりも湿っているとき、それは必然的に動かされ、それが動かされると、視覚も聴覚も静止していられず、その都度異なるものを見たり聞いたりし、舌もそのときどきに見聞きするような事柄を語るからである。
ὁκόσον δ’ ἂν ἀτρεμήσῃ ὁ ἐγκέφαλος χρόνον, τοσοῦτον καὶ φρονέει ὁ ἄνθρωπος.
しかし、脳が静止している時間だけ、人間は正常に思考するのである。
§1515. Γίνεται δὲ ἡ διαφθορὴ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς·
15. 脳の害(狂気)は粘液と胆汁によって生じる。
γνώσῃ δὲ ἑκάτερα ὧδε·
そのそれぞれを次のように知るだろう。
οἱ μὲν γὰρ ὑπὸ τοῦ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοῶσιν οὐδὲ θορυβέουσιν, οἱ δὲ ὑπὸ χολῆς κεκράκται καὶ κακοῦργοι καὶ οὐκ ἀτρεμαῖοι, ἀλλ’ αἰεί τι ἄκαιρον δρῶντες.
すなわち、粘液によって狂う人々は穏やかで、大声を上げず、騒ぎもしないが、胆汁による人々は叫び声を上げ、悪さをし、静止せず、常に不適切なことを行う。
Ἢν μὲν οὖν ξυνεχέως μαίνωνται, αὗται αὐτοῖς αἱ προφάσιές εἰσίν·
したがって、絶え間なく狂っているならば、これらがその原因である。
ἢν δὲ δείματα καὶ φόβοι παριστῶνται, ὑπὸ μεταστάσιος τοῦ ἐγκεφάλου·
しかし、恐怖や恐れが現れるならば、それは脳の変調による。
μεθίσταται δὲ θερμαινόμενος· θερμαίνεται δὲ ὑπὸ τῆς χολῆς, ὁκόταν ὁρμήσῃ ἐπὶ τὸν ἐγκέφαλον, κατὰ τὰς φλέβας τὰς αἱματίτιδας ἐκ τοῦ σώματος·
脳は熱せられることによって変調し、身体から血管を通って脳へと胆汁が突進するときに熱せられる。
καὶ φόβος παρέστηκε μέχρις ἀπέλθῃ πάλιν ἐπὶ τὰς φλέβας καὶ τὸ σῶμα· ἔπειτα πέπαυται.
そして、胆汁が再び血管や身体へと退くまでは恐れが持続し、退いた後は治まる。
Ἀνιᾶται δὲ καὶ ἀσᾶται παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου καὶ ξυνισταμένου παρὰ τὸ ἔθος·
一方、脳が冷やされ、通常とは異なり収縮するとき、人は時ならぬ苦しみと不快を覚える。
τοῦτο δὲ ὑπὸ φλέγματος πάσχει· ὑπ’ αὐτοῦ δὲ τοῦ πάθεος καὶ ἐπιλήθεται.
これは粘液によって被るものであり、まさにこの病態によって物忘れも生じる。
Ἐκ νυκτῶν δὲ βοᾷ καὶ κέκραγεν, ὁκόταν ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται·
夜間に叫んだり大声を上げたりするのは、突然に脳が過熱するときである。
τοῦτο δὲ πάσχουσιν οἱ χολώδεες, οἱ φλεγματώδεες δὲ οὔ·
これを被るのは胆汁質の人々であり、粘液質の人々はそうではない。
διαθερμαίνεται δὲ καὶ ἐπὴν τὸ αἷμα ἐπέλθῃ πουλὺ ἐπὶ τὸν ἐγκέφαλον καὶ ἐπιζέσῃ.
また、多量の血液が脳へと押し寄せて沸き立つときにも過熱が生じる。
Ἔρχεται δὲ κατὰ τὰς φλέβας πουλὺ τὰς προειρημένας, ὁκόταν τυγχάνῃ ὥνθρωπος ὁρέων ἐνύπνιον φοβερὸν καὶ ἐν τῷ φόβῳ ἔῃ·
そして、人間が恐ろしい夢を見て、恐れを抱いているとき、多量の血液が前述の血管を通って押し寄せる。
ὥσπερ οὖν καὶ ἐγρηγορότι τότε μάλιστα τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρεύθονται, ὁκόταν φοβῆται, καὶ ἡ γνώμη ἐπινοέῃ τι κακὸν ἐργάσασθαι, οὕτω καὶ ἐν τῷ ὕπνῳ πάσχει·
それゆえ、起きているとき、恐れを抱き、心が何か悪いことをしようと企てているときに、顔が火照り、目が赤くなるのとまさに同じように、睡眠中にもこれを被るのである。
ὁκόταν δὲ ἐπέγρηται καὶ καταφρονήσῃ καὶ τὸ αἷμα πάλιν ἀποσκεδασθῇ ἐς τὰς φλέβας τὰς προειρημένας, πέπαυται.
しかし、目覚めて正気に戻り、血液が再び前述の血管へと散逸すると、それは治まる。
§1616. Κατὰ ταῦτα νομίζω τὸν ἐγκέφαλον δύναμιν πλείστην ἔχειν ἐν τῷ ἀνθρώπῳ·
16. これらの理由から、私は脳が人間において最も大きな力を持っていると考える。
οὗτος γὰρ ἡμῖν ἐστι τῶν ἀπὸ τοῦ ἠέρος γινομένων ἑρμηνεὺς, ἢν ὑγιαίνων τυγχάνῃ·
なぜなら、もし脳が健全であるならば、それは空気から生じる事柄の私たちに対する解釈者だからである。
τὴν δὲ φρόνησιν αὐτῷ ὁ ἀὴρ παρέχεται.
そして、空気こそが脳に知性を与えるのである。
Οἱ δὲ ὀφθαλμοὶ καὶ τὰ οὔατα καὶ ἡ γλῶσσα καὶ αἱ χεῖρες καὶ οἱ πόδες οἷα ἂν ὁ ἐγκέφαλος γινώσκῃ, τοιαῦτα πρήσσουσι·
また、目、耳、舌、手、足は、脳が認識するような事柄を実行する。
γίνεται γὰρ παντὶ τῷ σώματι τῆς φρονήσιος, ὡς ἂν μετέχῃ τοῦ ἠέρος.
なぜなら、身体全体に知性が生じるのは、それが空気を分け持っているからである。
Ἐς δὲ τὴν ξύνεσιν ὁ ἐγκέφαλός ἐστιν ὁ διαγγέλλων·
しかし、理解(認識)に対しては、脳こそが伝えるものである。
ὁκόταν γὰρ σπάσῃ τὸ πνεῦμα ὥνθρωπος ἐς ἑωυτὸν, ἐς τὸν ἐγκέφαλον πρῶτον ἀφικνέεται, καὶ οὕτως ἐς τὸ λοιπὸν σῶμα σκίδναται ὁ ἀὴρ, καταλιπὼν ἐν τῷ ἐγκεφάλῳ ἑωυτοῦ τὴν ἀκμὴν καὶ ὅ τι ἂν ἔῃ φρόνιμόν τε καὶ γνώμην ἔχον·
なぜなら、人間が息を吸い込むとき、それはまず脳に達し、このようにして空気は残りの身体へと分散されるが、その際、空気自身の最良の部分、および知的で判断力を持つものを脳に残していくからである。
εἰ γὰρ ἐς τὸ σῶμα πρῶτον ἀφικνέετο καὶ ὕστερον ἐς τὸν ἐγκέφαλον, ἐν τῇσι σαρξὶ καὶ ἐν τῇσι φλεψὶ καταλελοιπὼς τὴν διάγνωσιν ἐς τὸν ἐγκέφαλον ἂν ἴοι θερμὸς ἐὼν καὶ οὐχὶ ἀκραιφνὴς, ἀλλ’ ἐπιμεμιγμένος τῇ ἰκμάδι τῇ ἀπὸ τῶν σαρκῶν καὶ τοῦ αἵματος, ὥστε μηκέτι εἶναι ἀκριβής.
もし仮に空気が最初に身体に達し、その後に脳に達したとすれば、肉や血管の中に識別力を残してしまった状態で、熱くなり、純粋ではなく肉や血液からの湿気と混ざり合って脳へと行くことになり、その結果、もはや正確ではなくなってしまうだろうからである。