Humanitext Reader

希波克拉底 · 论神圣病 §14-16

作为智力、情感与精神错乱之源的脑

第 8 段,共 9 段 · 希腊语

内容简介

作者论证了脑部是情感、思考、感觉以及精神疾病(如发狂和恐惧)的根源,并阐明了粘液和胆汁如何导致脑部病变。此外,他指出吸入的空气通过首先到达脑部来提供理智。

§1414. Εἰδέναι δὲ χρὴ τοὺς ἀνθρώπους, ὅτι ἐξ οὐδενὸς ἡμῖν αἱ ἡδοναὶ γίνονται καὶ αἱ εὐφροσύναι καὶ γέλωτες, καὶ παιδιαὶ ἢ ἐντεῦθεν, καὶ λῦπαι καὶ ἀνίαι καὶ δυσφροσύναι καὶ κλαυθμοί.
14. 人们应当知道,我们的快乐、喜悦、欢笑和戏谑,以及悲伤、痛苦、忧愁和哭泣,无一不是从这里(脑部)产生的。
Καὶ τούτῳ φρονεῦμεν μάλιστα καὶ νοεῦμεν καὶ βλέπομεν καὶ ἀκούομεν καὶ γινώσκομεν τά τε αἰσχρὰ καὶ τὰ καλὰ καὶ τὰ κακὰ καὶ ἀγαθὰ καὶ ἡδέα καὶ ἀηδέα, τὰ μὲν νόμῳ διακρίνοντες, τὰ δὲ τῷ ξυμφέροντι αἰσθανόμενοι, τῷ δὲ καὶ τὰς ἡδονὰς καὶ τὰς ἀηδίας τοῖσι καιροῖσι διαγινώσκοντες, καὶ οὐ ταὐτὰ ἀρέσκει ἡμῖν.
我们也主要是通过它来思考、理解、看见、听见,并认识丑与美、恶与善、愉快与不愉快;我们有的是通过习惯来区分,有的是通过益处来感知,有的是通过它在不同时机辨别快乐与不快,而我们所喜好的事物也并不总是相同的。
Τῷ δὲ αὐτῷ τούτῳ καὶ μαινόμεθα καὶ παραφρονέομεν, καὶ δείματα καὶ φόβοι παρίστανται ἡμῖν τὰ μὲν νύκτωρ, τὰ δὲ μεθ’ ἡμέρην, καὶ ἐνύπνια καὶ πλάνοι ἄκαιροι, καὶ φροντίδες οὐχ ἱκνεύμεναι, καὶ ἀγνωσίη τῶν καθεστεώτων καὶ ἀηθίη καὶ ἀπειρίη.
正是通过这同一个器官,我们会发狂、说胡话,恐惧和害怕会在夜间或白昼降临于我们,还有梦境、不合时宜的游荡、不相称的忧虑、对现状的无知、不习惯和无经验。
Καὶ ταῦτα πάσχομεν ἀπὸ τοῦ ἐγκεφάλου πάντα, ὅταν οὕτος μὴ ὑγιαίνῃ, ἀλλ’ ἢ θερμότερος τῆς φύσιος γένηται ἢ ψυχρότερος ἢ ὑγρότερος ἢ ξηρότερος, ἤ τι ἄλλο πεπόνθῃ πάθος παρὰ τὴν φύσιν ὃ μὴ ἐώθει.
当脑部不健康时,我们就会从脑部承受所有这些痛苦,也就是说,当脑部变得比其自然天性更热、更冷、更湿或更干,或者遭受了它所不习惯的、违反自然的其他某种病痛时。
Καὶ μαινόμεθα μὲν ὑπὸ ὑγρότητος·
我们会因脑部的湿润而发狂。
ὁκόταν γὰρ ὑγρότερος τῆς φύσιος ἔῃ, ἀνάγκη κινέεσθαι, κινευμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν, ἀλλ’ ἄλλοτε ἄλλο ὁρᾷν καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε· ὁκόσον δ’ ἂν ἀτρεμήσῃ ὁ ἐγκέφαλος χρόνον, τοσοῦτον καὶ φρονέει ὁ ἄνθρωπος.
因为当脑部比其自然天性更湿润时,它必然会被动摇,而当它被动摇时,视觉和听觉就都无法保持静止,而是时而看到和听到这个,时而看到和听到那个,舌头也会说出它在每次所看到和听到的事情;但脑部保持静止多久,人就保持清醒思考多久。
§1515. Γίνεται δὲ ἡ διαφθορὴ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς· γνώσῃ δὲ ἑκάτερα ὧδε· οἱ μὲν γὰρ ὑπὸ τοῦ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοῶσιν οὐδὲ θορυβέουσιν, οἱ δὲ ὑπὸ χολῆς κεκράκται καὶ κακοῦργοι καὶ οὐκ ἀτρεμαῖοι, ἀλλ’ αἰεί τι ἄκαιρον δρῶντες.
15. 脑部的败坏是由粘液和胆汁引起的;你可以这样区分这两者:因粘液而发狂的人很安静,不呼喊也不胡闹;而因胆汁而发狂的人则大声叫嚷、胡作非为、无法安静,总是做出不合时宜的事情。
Ἢν μὲν οὖν ξυνεχέως μαίνωνται, αὗται αὐτοῖς αἱ προφάσιές εἰσίν· ἢν δὲ δείματα καὶ φόβοι παριστῶνται, ὑπὸ μεταστάσιος τοῦ ἐγκεφάλου·
因此,如果他们持续发狂,这就是他们的起因;但如果出现恐惧和害怕,则是由于脑部的变位。
μεθίσταται δὲ θερμαινόμενος· θερμαίνεται δὲ ὑπὸ τῆς χολῆς, ὁκόταν ὁρμήσῃ ἐπὶ τὸν ἐγκέφαλον, κατὰ τὰς φλέβας τὰς αἱματίτιδας ἐκ τοῦ σώματος· καὶ φόβος παρέστηκε μέχρις ἀπέλθῃ πάλιν ἐπὶ τὰς φλέβας καὶ τὸ σῶμα· ἔπειτα πέπαυται.
脑部因变热而变位,而当胆汁从身体通过血管冲向脑部时,脑部就会变热;恐惧会一直存在,直到胆汁再次退回到血管和身体中,然后恐惧才会停止。
Ἀνιᾶται δὲ καὶ ἀσᾶται παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου καὶ ξυνισταμένου παρὰ τὸ ἔθος· τοῦτο δὲ ὑπὸ φλέγματος πάσχει· ὑπ’ αὐτοῦ δὲ τοῦ πάθεος καὶ ἐπιλήθεται.
另一方面,当脑部变冷并反常地收缩时,人就会感到不合时宜的痛苦和烦躁;这是由粘液引起的,而且由于这种病痛,人也会变得健忘。
Ἐκ νυκτῶν δὲ βοᾷ καὶ κέκραγεν, ὁκόταν ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται· τοῦτο δὲ πάσχουσιν οἱ χολώδεες, οἱ φλεγματώδεες δὲ οὔ· διαθερμαίνεται δὲ καὶ ἐπὴν τὸ αἷμα ἐπέλθῃ πουλὺ ἐπὶ τὸν ἐγκέφαλον καὶ ἐπιζέσῃ.
人在夜里大喊大叫,是由于突然脑部过热;胆汁质的人会遭受这种情况,而粘液质的人则不会;当大量血液涌向脑部并沸腾时,脑部也会过热。
Ἔρχεται δὲ κατὰ τὰς φλέβας πουλὺ τὰς προειρημένας, ὁκόταν τυγχάνῃ ὥνθρωπος ὁρέων ἐνύπνιον φοβερὸν καὶ ἐν τῷ φόβῳ ἔῃ· ὥσπερ οὖν καὶ ἐγρηγορότι τότε μάλιστα τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρεύθονται, ὁκόταν φοβῆται, καὶ ἡ γνώμη ἐπινοέῃ τι κακὸν ἐργάσασθαι, οὕτω καὶ ἐν τῷ ὕπνῳ πάσχει· ὁκόταν δὲ ἐπέγρηται καὶ καταφρονήσῃ καὶ τὸ αἷμα πάλιν ἀποσκεδασθῇ ἐς τὰς φλέβας τὰς προειρημένας, πέπαυται.
当人碰巧做了可怕的梦并处于恐惧中时,大量血液就会通过前述血管涌入;正如人在清醒时,如果感到害怕且心里盘算着做坏事,他的脸就会发红,眼睛也会变红,他在睡眠中也会遭受同样的情况;但当他醒来,恢复理智,且血液再次退回到前述血管中时,这种情况就会停止。
§1616. Κατὰ ταῦτα νομίζω τὸν ἐγκέφαλον δύναμιν πλείστην ἔχειν ἐν τῷ ἀνθρώπῳ·
16. 基于这些理由,我认为脑部在人身上拥有最大的力量。
οὗτος γὰρ ἡμῖν ἐστι τῶν ἀπὸ τοῦ ἠέρος γινομένων ἑρμηνεὺς, ἢν ὑγιαίνων τυγχάνῃ· τὴν δὲ φρόνησιν αὐτῷ ὁ ἀὴρ παρέχεται.
因为如果它是健康的,它就是我们对来自空气之物的解释者;而正是空气赋予了它理智。
Οἱ δὲ ὀφθαλμοὶ καὶ τὰ οὔατα καὶ ἡ γλῶσσα καὶ αἱ χεῖρες καὶ οἱ πόδες οἷα ἂν ὁ ἐγκέφαλος γινώσκῃ, τοιαῦτα πρήσσουσι· γίνεται γὰρ παντὶ τῷ σώματι τῆς φρονήσιος, ὡς ἂν μετέχῃ τοῦ ἠέρος.
而眼睛、耳朵、舌头、双手和双脚则执行脑部所认识到的事情;因为整个身体之所以产生理智,是由于它分有了空气。
Ἐς δὲ τὴν ξύνεσιν ὁ ἐγκέφαλός ἐστιν ὁ διαγγέλλων· ὁκόταν γὰρ σπάσῃ τὸ πνεῦμα ὥνθρωπος ἐς ἑωυτὸν, ἐς τὸν ἐγκέφαλον πρῶτον ἀφικνέεται, καὶ οὕτως ἐς τὸ λοιπὸν σῶμα σκίδναται ὁ ἀὴρ, καταλιπὼν ἐν τῷ ἐγκεφάλῳ ἑωυτοῦ τὴν ἀκμὴν καὶ ὅ τι ἂν ἔῃ φρόνιμόν τε καὶ γνώμην ἔχον·
然而对于理解,脑部才是传达者;因为当人将气息吸入自身时,它首先到达脑部,然后空气被分散到身体的其他部分,在脑部留下了它自己的精粹,以及所有具有理智和判断力的成分。
εἰ γὰρ ἐς τὸ σῶμα πρῶτον ἀφικνέετο καὶ ὕστερον ἐς τὸν ἐγκέφαλον, ἐν τῇσι σαρξὶ καὶ ἐν τῇσι φλεψὶ καταλελοιπὼς τὴν διάγνωσιν ἐς τὸν ἐγκέφαλον ἂν ἴοι θερμὸς ἐὼν καὶ οὐχὶ ἀκραιφνὴς, ἀλλ’ ἐπιμεμιγμένος τῇ ἰκμάδι τῇ ἀπὸ τῶν σαρκῶν καὶ τοῦ αἵματος, ὥστε μηκέτι εἶναι ἀκριβής.
因为如果空气先到达身体,后到达脑部,那么它把辨别力留在肌肉和血管中之后,就会带着热量且不纯净地走向脑部,而是混杂着来自肌肉和血液的湿气,从而不再精确。

词汇与语法注释

  1. 14ἢ ἐντεῦθεν — 连词 ἢ 与前面隐含的比较词(如 ἄλλου 或 ἄλλοθεν,“除……之外”)相关联,表示“除了从这里(指脑部)之外”。ἐντεῦθεν 为副词。
  2. 14τῷ δὲ — 此处 τῷ δὲ 是指示代名词的与格,用作工具与格,指代前文的 τούτῳ(即脑部)。它在前面的分词短语之后,用以强调脑部作为媒介的作用。
  3. 16τῆς φρονήσιος — 与动词 γίνεται 连用的部分属格,意为“理智(的一部分)产生于整个身体”。
  4. 16εἰ γὰρ ἐς τὸ σῶμα πρῶτον ἀφικνέετο... ἂν ἴοι — 违背事实的虚拟条件句(条件从句用直说过去未完成时 εἰ + ἀφικνέετο,主句用 ἂν + 过去未完成时 ἴοι),表示与当前事实相反的假设(即空气实际上是先到达脑部的)。

引用这一段

希波克拉底, 论神圣病 §14-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:14-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。