§1717. Διὸ φημὶ τὸν ἐγκέφαλον εἶναι τὸν ἑρμηνεύοντα τὴν ξύνεσιν.
17. それゆえ、私は、脳こそが理解を解釈するものであると主張する。
Αἱ δὲ φρένες ἄλλως οὔνομα ἔχουσι τῇ τύχῃ κεκτημένον καὶ τῷ νόμῳ, τῷ δ’ ἐόντι οὒκ, οὐδὲ τῇ φύσει, οὐδὲ οἶδα ἔγωγε τίνα δύναμιν ἔχουσιν αἱ φρένες ὥστε φρονέειν τε καὶ νοέειν, πλὴν εἴ τι ὥνθρωπος ὑπερχαρείη ἐξ ἀδοκήτου ἢ ἀνιηθείη, πηδῶσι καὶ ἄλσιν παρέχουσιν ὑπὸ λεπτότητος καὶ ὅτι ἀνατέτανται μάλιστα ἐν τῷ σώματι, καὶ κοιλίην οὐκ ἔχουσι πρὸς ἣν δέξονται ἢ ἀγαθὸν ἢ κακὸν προσπῖπτον, ἀλλ’ ὑπ’ ἀμφοτέρων τούτων τεθορύβηνται διὰ τὴν ἀσθενείην τῆς φύσιος·
他方、横隔膜は、たまたま偶然と慣習によって得られた名前をただ持っているにすぎず、実体においても自然の性質においてもそうではない。 そして私は、横隔膜が思考し理解するためにどのような能力を持っているのかを知らない。 ただ、人間が予期せず大いに喜んだり悲しんだりしたときに、それが薄さのゆえに、また身体の中にひときわ引き伸ばされて張っているがゆえに、跳ね上がって動揺を引き起こすこと、実なにかが降りかかる良いことや悪いことを受け入れる空洞を持たないために、その自然の性質の弱さによって、これら両方の感情によって攪乱されること以外には。
ἐπεὶ αἰσθάνονταί γε οὐδενὸς πρότερον τῶν ἐν τῷ σώματι ἐόντων, ἀλλὰ μάτην τοῦτο τὸ οὔνομα ἔχουσι καὶ τὴν αἰτίην, ὥσπερ τὰ πρὸς τῇ καρδίῃ ἅπερ ὦτα καλέεται, οὐδὲν ἐς τὴν ἀκοὴν ξυμβαλλόμενα.
なぜなら、横隔膜は身体の中にある他の器官よりも先に何事かを感知するわけではなく、ただ無駄にこの名前と思惟の原因としての地位を持っているだけだからである。 それは、心臓のそばにあって耳と呼ばれる部分が、聴覚には何ら寄与しないのと全く同様である。
Λέγουσι δέ τινες ὡς φρονέομεν τῇ καρδίῃ καὶ τὸ ἀνιώμενον τοῦτό ἐστι καὶ τὸ φροντίζον·
また、ある人々は、私たちが心臓によって思考し、悲しんだり心配したりするのも心臓であると言う。
τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ σπᾶται μὲν ὥσπερ αἱ φρένες καὶ μᾶλλον διὰ ταύτας τὰς αἰτίας·
しかし、事実はそうではなく、心臓はむしろ以下のような理由によって、横隔膜と同じように、あるいはそれ以上に収縮するのである。
ἐξ ἅπαντος γὰρ τοῦ σώματος φλέβες ἐς αὐτὴν συντείνουσι, καὶ ξυγκλείσασα ἔχει ὥστε αἰσθάνεσθαι, ἤν τις πόνος ἢ τάσις γίνηται τῷ ἀνθρώπῳ·
すなわち、身体のあらゆる部分から血管が心臓へと集まっており、心臓はそれらを自らの中に包含して密閉しているため、人間に何らかの苦痛や緊張が生じたときには、それを感知せざるをえないのである。
ἀνάγκη γὰρ καὶ ἀνιώμενον φρίσσειν τὸ σῶμα καὶ συντείνεσθαι, καὶ ὑπερχαίροντα τὸ αὐτὸ τοῦτο πάσχειν· διότι ἡ καρδίη αἰσθάνεταί τε μάλιστα καὶ αἱ φρένες.
実際、悲しんでいるときには身体が身震いし緊張するのも、大いに喜んでいるときにもこれと全く同じことを被るのも必然的なことであり、このことのために、心臓も横隔膜もとりわけ強く感知するのである。
Τῆς μέντοι φρονήσιος οὐδετέρῳ μέτεστιν, ἀλλὰ πάντων τουτέων ὁ ἐγκέφαλος· αἴτιός ἐστιν·
しかしながら、知性に関しては、そのいずれもあずかり知るところがなく、これらすべてのことの原因は脳なのである。
ὥσπερ οὖν καὶ τῆς φρονήσιος τοῦ ἠέρος πρῶτος αἰσθάνεται τῶν ἐν τῷ σώματι ἐνεόντων; οὕτω καὶ ἤν τις μεταβολὴ ἰσχυροτέρη γένηται· ἐν τῷ ἠέρι ὑπὸ τῶν ὡρέων, καὶ αὐτὸς ἑωυτοῦ διάφορος γίνηται ὁ ἠὴρ, ὁ ἐγκέφαλος πρῶτος αἰσθάνεται·
したがって、脳が身体の内にあるものの中で、知性をもたらす空気を最初に感知するのと同様に、季節によって空気の中に何かより強力な変化が生じ、空気がそれ自体の平常の状態とは異なってしまうときにも、脳がそれを最初に感知するのである。
διὸ καὶ τὰ νουσήματα ἐς αὐτὸν ἐμπίπτειν φημὶ ὀξύτατα καὶ μέγιστα καὶ θανατωδέστατα καὶ δυσκριτώτατα τοῖσιν ἀπείροισιν.
それゆえ、諸々の疾患のうち、最も急激で、最も重大で、最も致命的であり、経験なき人々にとって最も判別しがたいものは、脳に降りかかるのだと私は主張するのである。
§1818. Αὕτη δὲ ἡ νοῦσος ἡ ἱερὴ καλεομένη ἐκ τῶν αὐτῶν προφασίων γίνεται ἀφ’ ὧν καὶ αἱ λοιπαὶ ἀπὸ τῶν προσιόντων καὶ ἀπιόντων, καὶ ψύχεος, ἡλίου, πνευμάτων μεταβαλλομένων τε καὶ μηδέποτε ἀτρεμιζόντων.
18. そして、神聖病と呼ばれるこの病気は、他の諸々の病気と同じ原因から生じる。 すなわち、体内に入り込むものや体外に出ていくもの、冷気、日光、そして絶えず変化し決して静止することのない風から生じるのである。
Ταῦτα δ’ ἐστὶ θεῖα, ὥστε μηδὲν διακρίνοντα τὸ νούσημα θειότερον τῶν λοιπῶν νουσημάτων νομίζειν, ἀλλὰ πάντα θεῖα καὶ ἀνθρώπινα πάντα·
これらの原因は神的なものであり、それゆえ、この病気を他の病気よりも神的なものとして区別して考えるべきではなく、むしろすべての病気が神的なものであり、またすべての病気が人間的なものなのである。
φύσιν δὲ ἔχει ἕκαστον καὶ δύναμιν ἐφ’ ἑωυτοῦ, καὶ οὐδὲν ἄπορόν ἐστιν οὐδὲ ἀμήχανον·
各々の病気は、それ自身の自然な性質と力を備えており、不可解で対処不可能なものなど何一つ存在しない。
ἀκεστά τε τὰ πλεῖστά ἐστι τοῖς αὐτοῖσι τούτοισιν ἀφ’ ὅτων καὶ γίνεται·
また、病気の大部分は、それが生じる原因となったまさにそれらによって治療可能である。
ἕτερον γὰρ ἑτέρῳ τροφή ἐστι, τῷ δὲ κάκωσις.
なぜなら、ある人にとって栄養となるものが、別の人にとっては害悪となるからである。
Τοῦτο οὖν δεῖ τὸν ἰητρὸν ἐπίστασθαι, ὅκως τὸν καιρὸν διαγινώσκων ἑκάστου τῷ μὲν ἀποδώσει τὴν τροφὴν καὶ αὐξήσει, τῷ δὲ ἀφαιρήσει καὶ κακώσει.
したがって、医師はこのことを熟知し、各自の適切な機会を見極めた上で、ある状態に対しては栄養を与えてそれを増強し、別の状態に対しては栄養を奪ってそれを減退させなければならない。
Χρὴ δὲ καὶ ἐν ταύτῃ τῇ νούσῳ καὶ ἐν τῇσιν ἄλλῃσιν ἁπάσῃσι μὴ αὔξειν τὰ νουσήματα, ἀλλὰ σπεύδειν τρύχειν προσφέροντα τῇ νούσῳ τὸ πολεμιώτατον ἑκάστῃ, καὶ μὴ τὸ φίλον καὶ σύνηθες·
また、この病気においても、他のすべての病気においても、疾患を増大させてはならず、それぞれの病気に最も敵対するものを適用し、好ましく馴染み深いものを適用しないことによって、病気を速やかに衰えさせるよう努めねばならない。
ὑπὸ μὲν γὰρ τῆς συνηθείης θάλλει καὶ αὔξεται, ὑπὸ δὲ τοῦ πολεμίου φθίνει καὶ ἀμαυροῦται.
なぜなら、病気は馴染み深いものによって勢いづいて増大し、敵対するものによって衰退し衰えるからである。
Ὅστις δὲ ἐπίσταται ἐν ἀνθρώποισι τὴν τοιαύτην μεταβολὴν καὶ δύναται ὑγρὸν καὶ ξηρὸν ποιέειν καὶ θερμὸν καὶ ψυχρὸν ὑπὸ διαίτης τὸν ἄνθρωπον, οὗτος καὶ ταύτην τὴν νοῦσον ἰῷτο ἂν, εἰ τοὺς καιροὺς διαγινώσκοι τῶν ξυμφερόντων, ἄνευ καθαρμῶν καὶ μαγευμάτων καὶ πάσης ἄλλης βαναυσίης τοιαύτης.
そして、人間におけるこのような変化を熟知し、養生法によって人間を湿らせ、乾かし、温め、冷ますことができる者こそ、有益な手段の適切な機会を見極めるならば、浄化式や魔術、その他一切のそのようなペテン行為に頼ることなく、この病気をも治療することができるであろう。