Humanitext Reader

ヒポクラテス · 神聖病について §11-13

脳の湿潤化と風が発作に与える物理的影響

7 / 9 箇所 · ギリシア語

要旨

病気が慢性化した患者や山羊の脳の湿潤な状態を説明し、患者が発作を予知して人目を避ける行動の理由、および気候(特に南風と北風)が脳の湿気と血管に与える物理的影響について解説する。

§1111. Ὧ δὲ ἀπὸ παιδίου συνηύξηται καὶ συντέτροφεν, ἔθος πεποίηται ἐν τῇσι μεταβολῇσι τῶν πνευμάτων τοῦτο πάσχειν καὶ ἐπίληπτον ὡς τὰ πολλὰ γίνεσθαι, καὶ μάλιστα ἐν τοῖσι νοτίοισιν·
11. しかし、子供の頃からこの病気が共に成長し、体質に馴染んでいる者においては、風の変化の際、これ(発作)を被り、てんかん発作を起こすことが常態となっており、とりわけ南風のときにそうなる。
ἥ τε ἀπάλλαξις χαλεπὴ γίνεται·
そして、その回復は困難になる。
ὁ γὰρ ἐγκέφαλος ὑγρότερος γέγονε τῆς φύσιος καὶ πλημμυρεῖ ὑπὸ τοῦ φλέγματος, ὥστε τοὺς μὲν καταῤρόους πυκνοτέρους γίνεσθαι, ἐκκριθῆναι δὲ μηκέτι οἷόν τε εἶναι τὸ φλέγμα, μηδὲ ἀναξηρανθῆναι τὸν ἐγκέφαλον, ἀλλὰ διαβεβρέχθαι καὶ εἶναι ὑγρόν.
なぜなら、脳が本来の自然の性質よりも湿潤になり、粘液によって溢れかえるため、流下が頻繁に起こるようになり、粘液がもはや排出され得ず、脳が乾燥することもなく、浸されたままで湿っているからである。
Γνοίη δ’ ἄν τις τόδε μάλιστα τοῖσι προβάτοισι τοῖσι καταλήπτοισι γινομένοισιν ὑπὸ τῆς νούσου ταύτης καὶ μάλιστα τῇσιν αἰξίν·
このことは、この病気にかかった羊(特に山羊。
αὗται γὰρ πυκνότατα λαμβάνονται·
山羊が最も頻繁にかかるからである)において最もよく分かり得る。
ἢν διακόψῃς τὴν κεφαλὴν, εὑρήσεις τὸν ἐγκέφαλον ὑγρὸν.
もし頭を切り開いてみれば、脳が湿っており、水腫で満ちており、悪臭を放っているのを見出すだろう。
ἐόντα καὶ ὕδρωπος περίπλεων καὶ κακὸν ὄζοντα, καὶ ἐν τούτῳ δηλονότι γνώσῃ ὅτι οὐχ ὁ θεὸς τὸ σῶμα λυμαίνεται, ἀλλ’ ἡ νοῦσος.
そしてこれによって、神が身体を損なっているのではなく、病気が損じているのだということが明らかに分かるだろう。
Οὕτω δ’ ἔχει καὶ τῷ ἀνθρώπῳ·
人間においても同様である。
ὁκόταν γὰρ ὁ χρόνος γένηται τῇ νούσῳ, οὐκ ἔτι ἰήσιμος γίνεται·
病気が長引くと、もはや治療不可能になる。
διεσθίεται γὰρ ὁ ἐγκέφαλος ὑπὸ τοῦ φλέγματος καὶ τήκεται, τὸ δὲ ἀποτηκόμενον ὕδωρ γίνεται, καὶ περιέχει τὸν ἐγκέφαλον ἐκτὸς καὶ περικλύζει·
脳が粘液によって浸食されて溶け、その溶けたものが水になり、脳の外側を囲み、洗い流すからである。
καὶ διὰ τοῦτο πυκνότερον ἐπίληπτοι γίνονται καὶ ῥᾷον.
このため、より頻繁に、より容易にてんかん発作を起こすようになる。
Διὸ δὴ πουλυχρόνιος ἡ νοῦσος, ὅτι τὸ ἐπιῤῥέον λεπτόν ἐστιν ὑπὸ πολυπληθίης, καὶ εὐθὺς κρατέεται ὑπὸ τοῦ αἵματος καὶ διαθερμαίνεται.
したがって、この病気が長期にわたるのは、流入するものが多量であるために薄くなっており、直ちに血液によって圧倒され、温められるからである。
§1212. Ὁκόσοι δὲ ἤδη ἐθάδες εἰσὶ τῇ νούσῳ, προγινώσκουσιν ὁκόταν μέλλωσι λήψεσθαι, καὶ φεύγουσιν ἐκ τῶν ἀνθρώπων, ἢν μὲν ἐγγὺς αὐτῶν ὁ οἶκος ἔῃ, οἴκαδε, ἢν δὲ μὴ, ἐς τὸ ἐρημότατον, ὅπη μέλλουσιν ὄψεσθαι αὐτὸν ἐλάχιστοι πεσόντα, εὐθύς τε ἐγκαλύπτεται·
12. すでにこの病気に慣れている人々は、発作が襲おうとするときを予知し、人々から避けて、もし自宅が近ければ自宅へ、そうでなければ、自分が倒れるのを極めて少数の人しか見ないであろう最も人里離れた場所へと逃れ、直ちに身を覆い隠す。
τοῦτο δὲ ποιέει ὑπ’ αἰσχύνης τοῦ πάθεος καὶ οὐχ ὑπὸ φόβου, ὡς οἱ πολλοὶ νομίζουσι, τοῦ δαιμονίου.
これは、多くの人が考えているような神的なものへの恐れからではなく、病気の恥ずかしさからこれを行うのである。
Τὰ δὲ παιδάρια τὸ μὲν πρῶτον πίπτουσιν ὅπη ἂν τύχωσιν ὑπὸ ἀηθίης·
幼い子供たちは、慣れていないために、最初はどこであれ手当たり次第に倒れる。
ὅταν δὲ πλεονάκις κατάληπτοι γένωνται, ἐπειδὰν προαίσθωνται, φεύγουσι παρὰ τὰς μητέρας ἢ παρὰ ἄλλον ὅντινα μάλιστα γινώσκουσιν, ὑπὸ δέους καὶ φόβου τῆς πάθης·
しかし、何度も発作を被るようになると、予兆を感じたときに、病気に対する不安と恐れから、母親や、他によく知っている誰かのもとへと逃れる。
τὸ γὰρ αἰσχύνεσθαι παῖδες ὄντες οὔπω γινώσκουσιν.
子供である彼らは、恥じるということをまだ知らないからである。
§1313. Ἐν δὲ τῇσι μεταβολῇσι τῶν πνευμάτων διὰ τάδε φημὶ ἐπιλήπτους γίνεσθαι, καὶ μάλιστα τοῖσι νοτίοισιν, ἔπειτα τοῖσι βορείοισιν, ἔπειτα τοῖσι λοιποῖσι πνεύμασι·
13. 風の変化の際にてんかんが生じる理由について、私は、とりわけ南風のとき、次いで北風のとき、次いでその他の風のときであると主張する。
ταῦτα δέ ἐστιν ὅσα τῶν πνευμάτων ἰσχυρότατά ἐστι καὶ ἀλλήλοισιν ἐναντιώτατα κατὰ τὴν στάσιν καὶ κατὰ τὴν δύναμιν.
これらの風は、その強さと、吹く方向や力における相互の対立において、最も強力な風だからである。
Ὁ μὲν γὰρ βορέης ξυνίστησι τὸν ἠέρα καὶ τὸ θολερόν τε καὶ τὸ νεφῶδες ἐκκρίνει καὶ λαμπρόν τε καὶ διαφανέα ποιέει·
北風は空気を凝縮させ、濁ったものや曇ったものを分離し、空気を輝かしく透明にする。
κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τἄλλα πάντα ἐκ τῆς θαλάσσης ἀρξάμενα καὶ τῶν ἄλλων ὑδάτων·
海やその他の水域から始まる他のすべてのものに対しても、これと同様のやり方で作用する。
ἐκκρίνει γὰρ ἐξ ἁπάντων τὴν νοτίδα καὶ τὸ δνοφερὸν, καὶ ἐξ αὐτῶν τῶν ἀνθρώπων, διὸ καὶ ὑγιεινότατός ἐστι τῶν ἀνέμων.
すなわち、すべてから湿気と薄暗さを分離するのであり、人間自身からもそうである。 それゆえ、北風は風の中で最も健康的である。
Ὁ δὲ νότος τἀναντία τουτέῳ ἐργάζεται·
これに対して、南風はこれとは逆の作用を及ぼす。
πρῶτον μὲν γὰρ ἄρχεται τὸν ἠέρα ξυνεστεῶτα τήκειν καὶ διαχέειν, καθότι καὶ οὐκ εὐθὺς πνέει μέγας, ἀλλὰ γαληνίζει πρῶτον, ὅτι οὐ δύναται ἐπικρατῆσαι τοῦ ἠέρος αὐτίκα, τοῦ πρόσθεν πυκνοῦ τε ἐόντος καὶ ξυνεστηκότος, ἀλλὰ τῷ χρόνῳ διαλύει·
まず、凝縮していた空気を溶かし、拡散させ始める。 南風が吹き始めるときに直ちに強く吹くのではなく、まず穏やかであるのは、以前に密で凝縮していた空気を直ちに圧倒することはできず、時間をかけて分解するからである。
τὸ δ’ αὐτὸ τοῦτο καὶ τὴν γῆν ἐργάζεται καὶ τὴν θάλασσαν καὶ τοὺς ποταμοὺς καὶ τὰς κρήνας καὶ τὰ φρέατα καὶ ὅσα φύεται καὶ ἐν οἷσιν ὑγρὸν ἔνεστιν·
また、これと同じことを大地、海、川、泉、井戸、および生育するものや湿気を含んでいるすべてに対しても行う。
ἔστι δὲ ἐν παντὶ, ἐν μὲν τῷ πλέον, ἐν δὲ τῷ ἔλασσον·
湿気はすべてのものの中に、あるものには多く、あるものには少なく存在する。
ἅπαντα δὲ ταῦτα αἰσθάνεται τοῦ πνεύματος τούτου, καὶ ἔκ τε λαμπρῶν δνοφερώδεα γίνεται, ἔκ τε ψυχρῶν θερμὰ, καὶ ἐκ ξηρῶν νοτώδεα·
これらすべてがこの風を感じ取り、輝かしいものから薄暗いものへ、冷たいものから温かいものへ、乾燥したものから湿ったものへと変化する。
ὁκόσα τε ἐν οἰκήμασι κεράμια ἢ κατὰ γῆς ἐστι μεστὰ οἴνου ἢ ἄλλου τινὸς ὑγροῦ, πάντα ταῦτα αἰσθάνεται τοῦ νότου καὶ διαλλάσσει τὴν μορφὴν ἐς ἕτερον εἶδος·
家の中にある、あるいは地中にある、ワインやその他の液体で満たされた陶器の器も、すべて南風を感じ取り、その形態を別の状態へと変化させる。
τὸν δὲ ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα πουλὺ ἀμβλυωπότερα καθίστησι τῆς φύσιος.
また、太陽や月や星を、本来の性質よりもはるかにかすんで見えなくさせる。
Ὅτε οὖν καὶ τούτων οὕτω μεγάλων ἐόντων καὶ ἰσχυρῶν τοσοῦτον ἐπικρατέει καὶ τὸ σῶμα ποιέει αἰσθάνεσθαι καὶ μεταβάλλειν ἐκ τῶν ἀνέμων τούτων ἐν τῇσι μεταλλαγῇσιν, ἀνάγκη τοῖσι μὲν νοτίοισι λύεσθαί τε καὶ φλυδᾷν τὸν ἐγκέφαλον καὶ τὰς φλέβας χαλαρωτέρας εἶναι, τοῖσι δὲ βορείοισι ξυνίστασθαι τὸ ὑγιηρότατον τοῦ ἐγκεφάλου, τὸ δὲ νοσερώτατον καὶ ὑγρότατον ἐκκρίνεσθαι καὶ περικλύζειν ἔξωθεν, καὶ οὕτω τοὺς καταῤῥόους ἐπιγίνεσθαι ἐν τῇσι μεταβολῇσι τῶν πνευμάτων τούτων.
このように、これほど巨大で強力なものにさえ、これらの風がこれほど大きく圧倒し、風の交替の際の変化によって身体が感じ取り、変化するのであれば、南風のときには脳が弛緩して湿潤になり、血管が緩み、逆に北風のときには脳の最も健康な部分が凝縮し、最も病的な部分や湿った部分が分離されて外側に洗い流され、このようにして、これらの風の変化の際に対流(流下)が生じるのは必然である。
Οὕτως ἡ νοῦσος αὕτη γίνεται καὶ θάλλει ἀπὸ τῶν προσιόντων τε καὶ ἀπιόντων, καὶ οὐδέν ἐστιν ἀπορωτέρη τῶν ἄλλων οὔτε ἰῆσθαι οὔτε γνῶναι, οὐδὲ θειοτέρη ἢ αἱ ἄλλαι.
このようにしてこの病気は発生し、流入するものと流出するものによって勢いを得るのであり、治療や理解において他の病気よりも困難なわけでもなく、神的なわけでもない。

語釈・文法注

  1. 11Ὧ δὲ ἀπὸ παιδίου συνηύξηται — 関係代名詞 `Ὧ`(与格・単数・陽性)は、先行詞が省略された関係節を形成している。この `ᾧ` は、主節の非人称表現 `ἔθος πεποίηται`(習慣となっている)に対して「〜である人において」という関係(関係の与格、または利害の与格)を示す。
  2. 11ὕδρωπος περίπλεων — 形容詞 `περίπλεως`(満ちた)のアッティカ方言形。ここでは中性単数対格で `ἐόντα`(脳)に一致し、属格 `ὕδρωπος`(水腫)を支配して「水腫で満ちた」という意味を表す。
  3. 13Ὅτε οὖν καὶ τούτων οὕτω μεγάλων ἐόντων — `Ὅτε`(〜のとき、〜であるので)が導く従属節の冒頭。`τούτων οὕτω μεγάλων ἐόντων` は独立属格(genitive absolute)で、`τούτων`(これら=天体や自然物)を意味上の主語、分詞 `ἐόντων` を意味上の述語とする。「これらがこのように巨大であるのに」という前提を示す。主節の主動詞は後続の非人称表現 `ἀνάγκη [ἐστί]`(必然である)。

この箇所を引用する

ヒポクラテス, 神聖病について §11-13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:11-13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。