§1#2ὥστε μηκέτι τὸ θεῖον αἴτιον εἶναι, ἀλλά τι ἀνθρώπινον.
したがって、神的なものはもはや原因ではなく、何か人間的なものが原因だということになる。
Ὅστις γὰρ οἷός τε περικαθαίρων ἐστὶ καὶ μαγεύων ἀπάγειν τοιοῦτον πάθος, οὗτος κἂν ἐπάγοι ἕτερα τεχνησάμενος, καὶ ἐν τούτῳ τῷ λόγῳ τὸ θεῖον ἀπόλλυται.
なぜなら、浄めを施し魔術を用いることによって、このような病苦を追い払うことができる者なら、計略を用いて他の病気を引き起こすこともできるはずであり、この議論において神的なものは無に帰してしまうからである。
Τοιαῦτα λέγοντες καὶ μηχανεύμενοι προσποιέονται πλέον τι εἰδέναι, καὶ ἀνθρώπους ἐξαπατέουσι προστιθέμενοι τούτοισιν ἁγνείας τε καὶ καθαρότητας, ὅ τε πουλὺς αὐτοῖσι τοῦ λόγου ἐς τὸ θεῖον ἀφήκει καὶ τὸ δαιμόνιον.
彼らはこのようなことを語り、策を巡らせることで、自分が人より多くの知識を持っているかのように装い、これらの禁止事項に忌みや清めの儀式を付け加えることで人々を欺いており、彼らの議論の大部分は神的なものや精霊的なものに及んでいる。
Καίτοι ἔμοιγε οὐ περὶ εὐσεβείης δοκέουσι τοὺς λόγους ποιέεσθαι, ὡς οἴονται, ἀλλὰ περὶ δυσσὲβείης μᾶλλον, καὶ ὡς οἱ θεοὶ οὐκ εἰσὶ, τό τε εὐσεβὲς καὶ θεῖον αὐτῶν ἀσεβὲς καὶ ἀνόσιόν ἐστιν, ὡς ἐγὼ διδάξω.
しかし私には、彼らは自分たちで思っているように敬虔さについて議論しているのではなく、むしろ不敬虔さについて、そして神々が存在しないということについて議論しているように思われる。 また彼らの言う敬虔さや神聖さは、不敬虔であり不神聖なものであることを、私はこれから明らかにしよう。
Εἰ γὰρ σελήνην τε καθαιρέειν καὶ ἥλιον ἀφανίζειν καὶ χειμῶνά τε καὶ εὐδίην ποιέειν καὶ ὄμβρους καὶ αὐχμοὺς καὶ θάλασσαν ἄφορον καὶ γῆν καὶ τἄλλα τὰ τοιουτότροπα πάντα ὑποδέχονται ἐπίστασσθαι, εἴτε καὶ ἐκ τελετέων εἴτε καὶ ἐξ ἄλλης τινὸς γνώμης ἢ μελέτης φασὶν ταῦτα οἷόν τ’ εἶναι γενέσθαι οἱ ταῦτ’ ἐπιτηδεύοντες, δυσσεβέειν ἔμοιγε δοκέουσι καὶ θεοὺς οὔτε εἶναι νομίζειν οὔτ’ ἐόντας ἰσχύειν οὐδὲν οὔτε εἴργεσθαι ἂν οὐδενὸς τῶν ἐσχάτων, ὧν ποιέοντες πῶς οὐ δεινοὶ αὐτοῖσίν εἰσιν;
なぜなら、もし彼らが月を引き下ろし、太陽を消し去り、嵐や凪を作り出し、雨や旱魃をもたらし、海や陸地を不毛にし、その他これらに類することをすべて行う術を心得ていると主張するなら、またこれらの術を行う者たちが、秘儀伝授によってであれ、他の何らかの知識や訓練によってであれ、そのようなことが可能であると主張するなら、彼らは不敬虔であり、神々が存在するとも思っておらず、たとえ存在したとしても何の力もなく、彼らがなす極端な行為を何一つ阻むこともできないと考えていると私には思われる。 そのようなことを行う彼らは、神々にとって恐るべき存在ではないだろうか。
εἰ γὰρ ἄνθρωπος μαγεύων τε καὶ θύων σελήνην τε καθαιρήσει καὶ ἥλιον ἀφανιεῖ καὶ χειμῶνα καὶ εὐδίην ποιήσει, οὐκ ἂν ἔγωγέ τι θεῖον νομίσαιμι τούτων εἶναι, ἀλλ’ ἀνθρώπινον, εἰ δὴ τοῦ θείου ἡ δύναμις ὑπὸ ἀνθρώπου γνώμης κρατέεται καὶ δεδούλωται.
なぜなら、もし人間が魔術を使い犠牲を捧げることで月を引き下ろし、太陽を消し去り、嵐や凪を作り出すなら、私はこれらの出来事を決して神的なものとはみなさず、人間的なものとみなすからである。 神的なものの力が人間の意志によって征服され、奴隷化されていることになるからである。
Ἴσως δὲ οὐχ οὕτως ἔχει ταῦτα, ἀλλ’ ἄνθρωποι βίου δεόμενοι πολλὰ καὶ παντοῖα τεχνέονται καὶ ποικίλλουσιν ἔς τε τἄλλα πάντα καὶ ἐς τὴν νοῦσον ταύτην, ἑκάστῳ εἴδει τοῦ πάθεος θεῷ τὴν αἰτίην προστιθέντες.
しかし、おそらく事実はそうではなく、生活の糧を必要とする人々が、他のすべての事柄において、またこの病気においても、さまざまな計略を弄しては装飾を施し、病苦の個々の現れに対して、それぞれ特定の神に原因を帰しているのである。
Οὐ γὰρ καθάπαξ, ἀλλὰ πλεονάκις ταῦτα μέμνηνται·
なぜなら、彼らは一度きりではなく、何度も次のように持ち出すからである。
κἢν μὲν γὰρ αἶγα μιμῶνται, κἢν βρύχωνται, κἢν τὰ δεξιὰ σπῶνται, μητέρα θεῶν φασὶν αἰτίην εἶναι.
すなわち、もし患者がヤギの真似をしたり、うめき声を上げたり、体の右側が引きつったりすれば、神々の母が原因であると言う。
Ἢν δὲ ὀξύτερον καὶ εὐτονώτερον φθέγγηται, ἵππῳ εἰκάζουσι, καὶ φασὶ Ποσειδῶνα αἴτιον εἶναι.
もし鋭く激しい声を発すれば、馬になぞらえ、ポセイドンが原因であると言う。
Ἢν δὲ καὶ τῆς κόπρου τι παρέῃ, ὃ πολλάκις γίνεται ὑπὸ τῆς νούσου βιαζομένοισιν, Ἐνοδίου πρόσκειται ἡ προσωνυμίη·
また、もし糞尿が漏れ出ることがあれば(これは病気の激しい発作に苦しむ人々にしばしば起こることだが)、「道祖神」の名が課せられる。
ἢν δὲ λεπτότερον καὶ πυκνότερον, οἷον ὄρνιθες, Ἀπόλλων νόμιος.
もし鳥のように、より細く頻繁な声を出せば、「牧畜の神アポロン」のせいとされる。
Ἢν δὲ ἀφρὸν ἐκ τοῦ στόματος ἀφίῃ καὶ τοῖσι ποσὶ λακτίζῃ, Ἄρης τὴν αἰτίην ἔχει.
もし口から泡を吹き、足で蹴るような仕草をすれば、アレスに原因がある。
Ὁκόσα δὲ δείματα νυκτὸς παρίσταται καὶ φόβοι καὶ παράνοιαι καὶ ἀναπηδήσιες ἐκ τῆς κλίνης καὶ φόβητρα καὶ φεύξιες ἔξω, Ἑκάτης φασὶν εἶναι ἐπιβολὰς καὶ ἡρώων ἐφόδους.
夜間に現れる恐ろしい幻影、恐怖、錯乱、ベッドからの飛び起き、不気味な姿、外への逃走などはすべて、ヘカテの襲撃や英雄たちの襲撃であると言われる。
Καθαρμοῖσί τε χρέονται καὶ ἐπαοιὃῇσι, καὶ ἀνοσιώτατόν γε καὶ ἀθεώτατον ποιέουσιν, ὡς ἔμοιγε δοκέει, τὸ θεῖον·
彼らは浄めや呪文を用いるが、私の見るところ、彼らは神的なものを極めて不神聖かつ不敬なものにしてしまっている。
καθαίρουσι γὰρ τοὺς ἐχομένους τῇ νούσῳ αἵματύτε καὶ ἄλλοισι τοιούτοισιν ὥσπερ μίασμά τι ἔχοντας, ἢ ἀλάστορας, ἢ πεφαρμαγμένους ὑπὸ ἀνθρώπων, ἤ τι ἔργον ἀνόσιον εἰργασμένους, οὓς ἐχρῆν τἀναντία τούτοισι ποιέειν, θύειν τε καὶ εὔχεσθαι καὶ ἐς τὰ ἱερὰ φέροντας ἱκετεύειν·
なぜなら彼らは、この病気に罹っている人々を、まるで何らかの汚れに汚染されているか、復讐の悪霊に憑かれているか、他人に呪いをかけられているか、あるいは何か不神聖な悪業を働いた者であるかのように、血やその他の同様のもので浄めるからである。 しかし、彼らはこれとは正反対のことを行い、犠牲を捧げて祈り、彼らを神殿に連れて行って神々に嘆願すべきなのである。
τοὺς θεούς νῦν δὲ τούτων μὲν ποιέουσιν οὐδὲν, καθαίρουσι δέ Καὶ τὰ μὲν τῶν καθαρμῶν γῇ κρύπτουσι, τὰ δὲ ἐς θάλασσαν ἐμβάλλουσι τὰ δὲ ἐς τὰ οὔρεα ἀποφέρουσιν, ὅπη μηδεὶς ἅψεται μηδὲ ἐπιβήσεται·
ところが実際には、彼らはこれらのことを何一つ行わず、ただ浄めるだけである。 そして、浄めに用いたあるものは土に隠し、あるものは海に投げ込み、あるものは山へと運び去り、誰も触れたり足を踏み入れたりしない場所に置く。
τὰ δ’ ἐχρῆν ἐς τὰ ἱερὰ φέροντας τῷ θεῷ ἀποδοῦναι, εἰ δὴ θεός γέ ἐστιν αἴτιος.
だが、もし本当に神が原因であるなら、それらを神殿に持ち運んで神に返すべきなのである。
Οὐ μέντοι ἔγωγε ἀξιῶ ὑπὸ θεοῦ.
しかしながら、私は神によって人間の身体が汚されるとは全く考えない。
ἀνθρώπου σῶμα μιαίνεσθαι, τὸ ἐπικηρότατον ὑπὸ τοῦ ἁγνοτάτου·
極めて朽ちやすいものが、最も清らかなものによって汚されるはずがないからである。
ἀλλὰ κἢν τυγχάνῃ ὑπὸ ἑτέρου μεμιασμένον ἤ τι πεπονθὸς, ἐθέλοι ἂν ὑπὸ τοῦ θεοῦ καθαίρεσθαι καὶ ἁγνίζεσθαι μᾶλλον ἢ μιαίνεσθαι.
むしろ、たとえ身体が他者によって汚された状態にあったり、何らかの害を被っていたりしたとしても、それは神によって汚されるのではなく、むしろ神によって浄められ、神聖にされることを望むはずである。
Τὰ γοῦν μέγιστα τῶν ἁμαρτημάτων καὶ ἀνοσιώτατα τὸ θεῖόν ἐστι τὸ καθαῖρον καὶ ἁγνίζον καὶ ῥύμμα γινόμενον ἡμῖν, αὐτοί τε ὄρους τοῖσι θεοῖσι τῶν ἱερῶν καὶ τῶν τεμενέων ἀποδεικνύμενοι, ὡς ἂν μηδεὶς ὑπερβαίνῃ ἢν μὴ ἁγνεύῃ, εἰσιόντες τε ἡμεῖς περιῤῥαινόμεθα οὐχ ὡς μιαινόμενοι, ἀλλ’ εἴ τι καὶ πρότερον ἔχομεν μύσος, τοῦτο ἀφαγνιούμενοι.
実際、私たちの最大かつ最も不神聖な過ちを浄め、聖別し、私たちにとって洗い流す手段となるのは、神的なものに他ならない。 私たち自身が、清くない者は誰も越えてはならないとして、神殿や聖域の境界を神々のために定めている。 また私たちは、神殿に入るとき、自分たちを汚すためではなく、以前に負った何らかの汚れがあるならば、それを清め落とすために、自らに聖水を振りかけるのである。
Καὶ περὶ μὲν τῶν καθαρμῶν οὕτω μοι δοκέει ἔχειν.
浄めについては、このようであると私には思われる。