Humanitext Reader

ヒポクラテス · 神聖病について §1#1

神聖病の自然的原因と祈祷師への批判

1 / 9 箇所 · ギリシア語

要旨

著者は「神聖病」と呼ばれるてんかんについて、他の病気と同様に自然な原因があり、神聖なものではないと主張する。そして、この病気を神聖なものとして浄めや禁忌を課す祈祷師たちの欺瞞を暴く。

§1#1## ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ. 1. Περὶ μὲν τῆς ἱερῆς νούσου καλεομένης ὧδ’ ἔχει·
## 神聖病について 1. 所謂「神聖病」については次のようである。
οὐδέν τί μοι δοκέει τῶν ἄλλων θειοτέρη εἶναι νούσων οὐδὲ ἱερωτέρη, ἀλλὰ φύσιν μὲν ἔχει ἣν καὶ τὰ λοιπὰ νουσήματα, ὅθεν γίνεται.
この病気は、他の病気よりも決して神聖でも神がかりでもなく、他のあらゆる病気と同様に、それが生じる自然な原因(本性)を持っていると私には思われる。
Φύσιν δὲ αὐτῇ καὶ πρόφασιν οἱ ἄνθρωποι ἐνόμισαν θεῖόν τι πρῆγμα εἶναι ὑπὸ ἀπειρίης καὶ θαυμασιότητος, ὅτι οὐδὲν ἔοικεν ἑτέρῃσι νούσοισιν·
人々がその本性と原因を何か神聖なものであると考えたのは、経験不足と、それが他のいかなる病気とも似ていないという驚異によるものである。
καὶ κατὰ μὲν τὴν ἀπορίην αὐτοῖσι τοῦ μὴ γινώσκειν τὸ θεῖον αὐτῇ διασώζεται, κατὰ δὲ τὴν εὐπορίην τοῦ τρόπου τῆς ἰήσιος ᾧ ἰῶνται, ἀπόλλυται, ὅτι καθαρμοῖσί τε ἰῶνται καὶ ἐπαοιδῇσιν.
そして、それを理解できないという彼らの無力さにおいて、その神聖さは維持され、一方で彼らが治療に用いる治癒方法の容易さによって、その神聖さは失われる。 なぜなら彼らは浄めや呪文によって治療するからである。
Εἰ δὲ διὰ τὸ θαυμάσιον θεῖον νομιεῖται, πολλὰ τὰ ἱερὰ νουσήματα ἔστα καὶ οὐχὶ ἓν, ὡς ἐγὼ ἀποδείξω ἕτερα οὐδὲν ἧσσον ἐόντα θαυμάσια οὐδὲ τερατώδεα, ἃ οὐδεὶς νομίζει ἱερὰ εἶναι.
もし驚異的であるという理由で神聖とみなされるなら、神聖な病気は一つではなく多数存在することになる。 なぜなら、私は他に劣らず驚異的で異常でありながら、誰も神聖だとは思わない他の病気を示そうと思うからである。
Τοῦτο μὲν γὰρ οἱ πυρετοὶ οἷ ἀμφημερινοὶ καὶ οἱ τριταῖοι καὶ οἱ τεταρταῖοι οὐδὲν ἧσσόν μοι δοκέουσιν ἱεροὶ εἶναι καὶ ὑπὸ θεοῦ γίνεσθαι ταύτης τῆς νούσου, ὧν οὐ θαυμασίως γ’ ἔχουσιν·
すなわち第一に、連日熱や三日熱、四日熱は、この病気に劣らず神聖であり、神によって生じるものと思われるが、人々はそれらを驚異的なものとは受け取らない。
τοῦτο δὲ ὁρέω μαινομένους ἀνθρώπους καὶ παραφρονέοντας ἀπὸ μηδεμιῆς προφάσιος ἐμφανέος, καὶ πολλά τε καὶ ἄκαιρα ποιέοντας, ἔν τε τῷ ὕπνῳ οἶδα πολλοὺς οἰμώζοντας καὶ βοῶντας, τοὺς δὲ πνιγομένους, τοὺς δὲ καὶ ἀναΐσσοντάς τε καὶ φεύγοντας ἔξω καὶ παραφρονέοντας μέχρις ἂν ἐπέγρωνται, ἔπειτα δὲ ὑγιέας ἐόντας καὶ φρονέοντας ὥσπερ καὶ πρότερον, ἐόντας τ’ αὐτέους ὠχρούς τε καὶ ἀσθενέας, καὶ ταῦτα οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ἄλλα τε πολλά ἐστι καὶ παντοδαπὰ ὧν περὶ ἑκάστου λέγειν πουλὺς ἂν εἴη λόγος.
第二に、何ら明白な原因もないのに、狂気に陥り、錯乱し、多くの不適切な行動をとる人々を私は見ている。 また睡眠中に、多くの者がうめき声を上げ、叫び、あるいは窒息しそうになり、あるいは跳び起きて外へ逃げ出し、目覚めるまで正気を失っているのを知っている。 そして目覚めた後は以前と同じように健康で正気を取り戻すものの、顔色が悪く衰弱しており、それが一度だけでなく何度も繰り返されるのである。 その他にも多種多様な多くの事例があるが、それらのそれぞれについて語ることは長大な話になるだろう。
Ἐμοὶ δὲ δοκέουσιν οἱ πρῶτοι τοῦτο τὸ νόσημα ἀφιερώσαντες τοιοῦτοι εἶναι ἄνθρωποι οἷοι καὶ νῦν εἰσι μάγοι τε καὶ καθάρται καὶ ἀγύρται καὶ ἀλαζόνες, ὁκόσοι δὴ προσποιέονται σφόδρα θεοσεβέες εἶναι καὶ πλέον τι εἰδέναι.
私の見るところ、この病気を最初に神聖なものとした人々は、極めて敬虔であり、人一倍の知識を持っていると自称する、今日の魔術師や浄め師、いかさま呪術師、大言壮言する者たちと同類の人々である。
Οὗτοι τοίνυν παραμπεχόμενοι καὶ προβαλλόμενοι τὸ θεῖον τῆς ἀμηχανίης τοῦ μὴ ἴσχειν ὅ τι προσενέγκαντες ὠφελήσουσιν, ὡς μὴ κατάδηλοι ἔωσιν οὐδὲν ἐπιστάμενοι, ἱερὸν ἐνόμισαν τοῦτο τὸ πάθος εἶναι, καὶ λόγους ἐπιλέξαντες ἐπιτηδείους τὴν ἴησιν κατεστήσαντο ἐς τὸ ἀσφαλὲς σφίσιν αὐτοῖσι, καθαρμοὺς προσφέροντες καὶ ἐπαοιδὰς, λουτρῶν τε ἀπέχεσθαι κελεύοντες καὶ ἐδεσμάτων πολλῶν καὶ ἀνεπιτηδείων ἀνθρώποισι νοσέουσιν ἐσθίειν, θαλασσίων μὲν τρίγλης, μελανούρου, κεστρέος, ἐγχέλυος (οὗτοι γὰρ οἱ ἰχθύες εἰσὶν ἐπικαιρότατοι), κρεῶν δὲ αἰγείου καὶ ἐλάφων καὶ χοιρίων καὶ κυνὸς (ταῦτα γὰρ κρεῶν ταρακτικώτατά ἐστι τῆς κοιλίης), ὀρνίθων δὲ ἀλεκτρυόνος καὶ τρυγόνος καὶ ὠτίδος, ἔτι δὲ ὅσα νομίζεται ἰσχυρότατα εἶναι, λαχάνων δὲ μίνθης, σκορόδου καὶ κρομύου (δριμὺ γὰρ ἀσθενέοντι οὐδὲν ξυμφέρει), ἱμάτιον δὲ μέλαν μὴ ἔχειν (θανατῶδες γὰρ τὸ μέλαν), μηδὲ ἐν αἰγείῳ κατακέεσθαι δέρματι μηδὲ φορέειν, μηδὲ πόδα ἐπὶ ποδὶ ἔχειν, μηδὲ χεῖρα ἐπὶ χειρὶ (ταῦτα γὰρ πάντα κωλύματα εἶναι).
したがって彼らは、患者を助けるために何を提供すべきかわからないという自分たちの無力を隠すため、そして自分たちが何も知らないことを露呈しないために、神を言い訳に使い、また盾として掲げて、この苦痛を神聖なものであると見なしたのである。 そして彼らは、ふさわしい理屈を並べ立て、浄めや呪文を施し、入浴を禁じ、病身の者にとっては食べるのに適さない多くの食物を禁じることで、自分たちにとって安全な形での治療法を確立した。 すなわち、海の幸としては、ヒメジ、黒尾魚、ボラ、ウナギ(これらの魚は非常に害になりやすいから)、肉類としては、ヤギ、シカ、ブタ、イヌの肉(これらは肉類の中で最も腹をかき乱すから)、鳥類としては、雄鶏、キジバト、ノガン、さらに強力とされるあらゆるもの、野菜としてはミント、ニンニク、タマネギ(辛いものは病人に何ら有益ではないから)を禁じ、黒い衣類を着ないこと(黒は死を意味するから)、ヤギの皮の上に寝たり身にまとったりしないこと、また足を組まないこと、手を組まないこと(これらはすべて妨げとなるから)などを命じた。
Ταῦτα δὲ πάντα τοῦ θείου εἵνεκεν προστιθέασιν, ὡς πλέον τι εἰδότες καὶ ἄλλας προφάσιας λέγοντες, ὅκως, εἰ μὲν ὑγιὴς γένοιτο, αὐτῶν ἡ δόξα εἴη καὶ ἡ δεξιότης, εἰ δὲ ἀποθάνοι, ἐν ἀσφαλεῖ καθισταῖντο αὐτῶν αἱ ἀπολογίαι καὶ ἔχοιεν πρόφασιν ὡς οὐκ αἴτιοί εἰσιν αὐτοὶ, ἀλλ’ οἱ θεοί·
彼らはこれらすべてを、神的な理由にかこつけ、自分たちが余計に知っているかのように見せかけ、また別の言い訳を口にする。 それは、もし患者が回復すれば名声と技能が自分たちのものになり、もし死んでしまえば言い訳を安全なものにして、自分たちのせいではなく、神々のせいだとする口実を得るためである。
οὔτε γὰρ φαγέειν οὔτε πιέειν ἔδοσαν φάρμακον οὐδὲν, οὔτε λουτροῖσι καθήψησαν, ὥστε δοκέειν αἴτιον εἶναι.
なぜなら、薬を飲ませることも食べさせることもしなかったし、温浴で温めることもしなかったから、彼らが原因であるとは思われないからである。
Ἐγὼ δὲ δοκέω Λιβύων τῶν τὴν μεσόγειον οἰκεόντων οὐδένα ὑγιαίνειν, ὅτι ἐν αἰγείοισι δέρμασι κατακέονται καὶ κρέασιν αἰγείοισι χρῶνται, ἐπεὶ οὐκ ἔχουσιν οὔτε στρῶμα οὔτε ἱμάτιον οὔτε ὑπόδημα ὅ τι μὴ αἴγειόν ἐστιν·
だが、私の考えでは、内陸に住むリビア人には健康な者は一人もいないことになる。 なぜなら、彼らはヤギの皮の上に寝て、ヤギの肉を食べているからである。 彼らはヤギの皮以外の敷物も衣服も靴も持っていない。
οὐ γάρ ἐστιν αὐτοῖς ἄλλο προβάτιον οὐδὲν ἢ αἶγες καὶ βόες.
彼らにはヤギと牛の他には家畜がいないからである。
Εἰ δὲ ταῦτα προσφερόμενα καὶ ἐσθιόμενα τὴν νοῦσον τίκτει τε καὶ αὔξει καὶ μὴ ἐσθιόμενα ἰῆται, οὐκ ἐστὶνιἄρα ὁ θεὸς αἴτιος οὐδενὸς, οὐδὲ οἱ καθαρμοὶ ὠφελέουσιν, ἀλλὰ τὰ ἐδέσματα τὰ ἰώμενά ἐστι καὶ τὰ βλάπτοντα, τοῦ δὲ θείου ἀφανίζεται ἡ δύναμις.
もしこれらを摂取し食べることが病気をもたらし増大させ、食べないことが治癒につながるのだとしたら、神は何ら原因ではなく、浄めも役に立っておらず、むしろ食物こそが治癒するもの、あるいは害をなすものであり、神の力は消え失せてしまう。
Οὕτως οὖν ἔμοιγε δοκέουσιν. οἵτινες τούτῳ τῷ τρόπῳ ἐγχειρέουσιν ἰῆσθαι ταῦτα τὰ νοσήματα, οὔτε ἱερὰ νομίζειν εἶναι οὔτε θεῖα·
したがって、このようにしてこれらの病気を治療しようと企てる人々は、この病気を神聖なものとも神がかりなものとも思っていないと私は確信する。
ὅκου γὰρ ὑπὸ καθαρμῶν τοιούτων μετά στατα γίνεται καὶ ὑπὸ θεραπείης τοιῆσδε, τί κωλύει καὶ ὑφ’ ὑφ’ ἑτέρων τεχνημάτων ὁμοίων τούτοισιν ἐπιγίνεσθαι τοῖσιν, ἀνθρώτοισι, καὶ προσπίπτειν;
なぜなら、もしこのような浄めや治療によって病気が移ろい去るのだとしたら、これらと類似した他の人間的技術によって病気が人々に生じ、襲いかかることを何が妨げようか。

語釈・文法注

  1. 1ὧδ’ ἔχει — 非人称動詞 ἔχει に副詞 ὧδε が結合した慣用表現で、「このようである」「事態は以下の通りである」の意。
  2. 1τοῦ μὴ γινώσκειν — 冠詞付き不定詞の属格形で、前置詞 κατά に導かれる名詞句 τὴν ἀπορίην に対する同格的または説明的な属格(「〜できないという無力さ」)。否定辞には μή が用いられている。
  3. 1Τοῦτο μὲν... τοῦτο δέ — 相関的に用いられ、「第一に…、第二に…」または「一方では…、他方では…」を表す副詞的表現(τὸ μέν... τὸ δέ と同義)。
  4. p.356ἀνεπιτηδείων ἀνθρώποισι νοσέουσιν ἐσθίειν — 形容詞 ἀνεπιτηδείων に不定詞 ἐσθίειν がかかり、「病気の人々が食べるには適さない」という制限・目的を表す(いわゆる epexegetical infinitive)。ἀνθρώποισι νοσέουσιν は形容詞に依存する与格。
  5. p.358ὅκου γὰρ ὑπὸ καθαρμῶν τοιούτων μετάστατα γίνεται — ὅκου はイオン方言で ὅπου (〜のところ、〜であるなら)の意。ここでは条件的な意味合い(「〜であるならば」)で用いられている。μετάστατα は形容詞 μετάστατος (移動可能な、変化しうる)の中性複数直説法現在で、非人称的に用いられているか、あるいは前述の「これらの病気」を主語(中性複数)として受けている。

この箇所を引用する

ヒポクラテス, 神聖病について §1#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:1%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。