Humanitext Reader

ヒポクラテス · 体内風気について §1-3

医術の原理と万物の根源としての気

1 / 5 箇所 · ギリシア語

要旨

医術の困難さとその自然にかなった治療原理(対立物による治療)を説明し、すべての病気の根源的な原因である「気(プネウマ)」の普遍的かつ強大な力について論じる。

§1## ΠΕΡΙ ΦΥΣΩΝ. 1. Εἰσί τινες τῶν τεχνέων, αἳ τοῖσι μὲν κεκτημένοισίν εἰσιν ἐπίπονοι, τοῖσι δὲ χρεομένοισιν ὀνηισταὶ, καὶ τοῖσι μὲν ἰδιώτῃσι ξυνὸν ἀγαθὸν, τοῖσι δὲ μεταχειριζομένοισι σφᾶς λυπηραί.
## 風について 1. 技術の中には、それらを所有する者にとっては骨が折れるが、それらを利用する者にとっては極めて有益であり、素人にとっては共通の善であるが、それらを実践する者には苦痛をもたらすものがある。
Τῶν δὴ τοιουτέων ἐστὶ τεχνέων, καὶ ἣν οἱ Ἕλληνες καλέουσιν ἰητρικήν·
ギリシア人が医術と呼んでいるものも、まさにそのような技術の一つである。
ὁ μὲν γὰρ ἰητρὸς ὁρῇ τε δεινὰ, θιγγάνει τε ἀηδέων, ἐπ’ ἀλλοτρίῃσί τε ξυμφορῇσιν ἰδίας καρποῦται λύπας·
なぜなら、医師は恐ろしいものを見、不快なものに触れ、他人の不幸によって自分自身の苦痛を収穫するからである。
οἱ δὲ νοσέοντες ἀπαλλάσσονται τῶν μεγίστων κακῶν διὰ τὴν τέχνην, νούσων, πόνων, λύπης, θανάτου·
他方、病人は、その技術によって、最大の害悪、すなわち病、苦痛、苦しみ、死から解放される。
πᾶσι γὰρ τουτέοισιν ἄντικρυς ἰητρικὴ εὑρίσκεται ἀκεστορίς.
なぜなら、これらすべてに対して、医術は明らかに対抗する治療手段として見出されるからである。
Ταύτης δὲ τῆς τέχνης τὰ μὲν φλαῦρα χαλεπὸν γνῶναι, τὰ δὲ σπουδαῖα ῥηΐδιον·
この技術のうち、下手な部分は見極めるのが困難であるが、優れた部分は容易である。
καὶ τὰ μὲν φλαῦρα τοῖσιν ἰητροῖσι μούνοισίν ἐστιν εἰδέναι, καὶ οὐ τοῖσιν ἰδιώτῃσιν·
そして下手な部分は医師たちだけが知ることができ、素人には知ることができない。
οὐ γὰρ σώματος, ἀλλὰ γνώμης ἐστὶν ἔργα.
なぜなら、それは身体のわざではなく、心のわざだからである。
Ὅσα μὲν γὰρ χειρουργῆσαι δεῖ, χρὴ ξυνεθισθῆναι·
なぜなら、手技を施すべきことについては、慣れることが必要である。
τὸ γὰρ ἔθος τῇσι χερσὶ κάλλιστον διδασκάλιον γίνεται·
習慣は手にとって最上の教師となるからである。
περὶ δὲ τῶν ἀφανεστάτων καὶ χαλεπωτάτων νουσημάτων δόξῃ μᾶλλον ἢ τέχνῃ κρίνεται·
しかし、最も目に見えず最も困難な病については、技術よりもむしろ推測によって判断される。
διαφέρει δὲ ἐν αὐτέοισι πλεῖστον ἡ πείρη τῆς ἀπειρίης.
それらにおいては、経験と無経験の差が最も大きい。
Ἓν δὲ δή τι τῶν τοιουτέων ἐστὶ τόδε, τί ποτε τὸ αἴτιόν ἐστι τῶν νούσων, καὶ τίς ἀρχὴ καὶ πηγὴ γίνεται τῶν ἐν τῷ σώματι κακῶν;
そのような問題の一つに、次のことがある。 すなわち、病気の原因は一体何であり、身体の中の悪の始まりと源は何であるか、ということである。
εἰ γάρ τις εἰδείη τὴν αἰτίην τοῦ νοσήματος, οἷός τ’ ἂν εἴη προσφέρειν τὰ ξυμφέροντα τῷ σώματι, ἐκ τῶν ἐναντίων ἐπιστάμενος τὰ βοηθήματα.
なぜなら、もし人が病気の原因を知るならば、身体に益するものを施すことができるからである。 反対のものから治療手段を心得ることによって。
Αὕτη γὰρ ἡ ἰητρικὴ μάλιστα κατὰ φύσιν ἐστίν·
なぜなら、この医術こそが最も自然にかなっているからである。
αὐτίκα γὰρ λιμὸς νοῦσός ἐστιν·
例えば、飢えは病気である。
ὅ τι γὰρ ἂν λυπέῃ τὸν ἄνθρωπον, τοῦτο καλέεται νοῦσος·
人を苦しめるものはすべて病気と呼ばれるのだから。
τί οὖν λιμοῦ φάρμακον;
では、飢えの薬とは何か。
ὃ παύει λιμόν·
飢えを止めるものである。
τοῦτο δ’ ἐστὶ βρῶσις·
そしてこれは食事である。
τούτῳ ἄρα ἐκεῖνο ἰητέον.
したがって、これによってあれは治療されねばならない。
Αὖθις αὖ δίψαν ἔπαυσε πόσις· πάλιν αὖ πλησμονὴν ἰῆται κένωσις· κένωσιν δὲ πλησμονή· πόνον δὲ ἀπονίη· ἀπονίην δὲ πόνος.
同様に、渇きを止めるのは飲み物であり、過満を治療するのは排出であり、排出には過満であり、労苦には休息であり、休息には労苦である。
Ἑνὶ δὲ συντόμῳ λόγῳ, τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰήματα·
一言で要約すれば、反対のものは反対のものの治療法である。
ἰητρικὴ γάρ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις, ἀφαίρεσις μὲν τῶν ὑπερβαλλόντων, πρόσθεσις δὲ τῶν ἐλλειπόντων·
なぜなら、医術とは付加と除去であり、過剰なものの除去であり、不足しているものの付加だからである。
ὁ δὲ τοῦτ’ ἄριστα ποιέων ἄριστος ἰητρός· ὁ δὲ τουτέου πλεῖστον ἀπηλλαγμένος πλεῖστον ἀπήλλακται καὶ τῆς τέχνης.
そして、これを最も見事に成し遂げる者が最良の医師であり、これから最も遠ざかっている者は、その技術からも最も遠ざかっているのである。
Τὰ μὲν οὖν ἐν παρέργῳ τοῦ λόγου τοῦ μέλλοντος εἴρηται.
さて、以上のことはこれからの議論の導入として述べられた。
§22. Τῶν δὲ δὴ νούσων ἁπασέων ὁ μὲν τρόπος ὁ αὐτὸς, ὁ δὲ τόπος διαφέρει·
2. すべての病気において、あり方は同一であるが、部位が異なる。
δοκέει μὲν οὖν τὰ νουσήματα οὐδὲν ἀλλήλοισιν ἐοικέναι διὰ τὴν ἀλλοιότητα καὶ ἀνομοιότητα τῶν τόπων.
したがって、病気は部位の異質性と不均一性のために、互いにまったく似ていないように思われる。
Ἔστι δὲ μία ἁπασέων νούσων καὶ ἰδέη καὶ αἰτίη ἡ αὐτή·
しかし、すべての病気の本質と原因は同一であり一つである。
ταύτην δὲ, ἥ τις ἐστὶ, διὰ τοῦ μέλλοντος λόγου φράσαι πειρήσομαι.
これが何であるかを、これからの議論を通じて説明することを試みよう。
§33. Τὰ γὰρ σώματα τῶν τε ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ὑπὸ τρισσέων τροφῶν τρέφεται·
3. 人間や他の動物の身体は、3種類の栄養によって養われている。
ἔστι δὲ τῇσι τροφῇσι ταύτῃσι ταῦτα τὰ οὐνόματα, σῖτα, ποτὰ, πνεύματα.
そしてこれらの栄養には、食事、飲み物、気という名前がある。
Πνεύματα δὲ τὰ μὲν ἐν τοῖσι σώμασι φῦσαι καλέονται, τὰ δὲ ἔξω τῶν σωμάτων ἀήρ.
気のうち、身体の中にあるものはガスと呼ばれ、身体の外にあるものは空気と呼ばれる。
Οὗτος δὲ μέγιστος ἐν τοῖσι πᾶσι τῶν πάντων δυνάστης ἐστίν·
この空気こそが、森羅万象の中で最も偉大な支配者である。
ἄξιον δὲ αὐτοῦ θεήσασθαι τὴν δύναμιν.
その力を観察することは価値がある。
Ἄνεμος γάρ ἐστιν ἠέρος ῥεῦμα καὶ χεῦμα·
なぜなら、風とは空気の流れと奔流だからである。
ὅταν οὖν πολὺς ἀὴρ ἰσχυρὸν τὸ ῥεῦμα ποιήσῃ, τά τε δένδρεα ἀνασπαστὰ πρόῤῥιζα γίνεται διὰ τὴν βίην τοῦ πνεύματος, τό τε πέλαγος κυμαίνεται, ὁλκάδες τε ἄπειροι τῷ μεγέθει ἐς ὕψος διαῤῥιπτεῦνται.
したがって、多くの空気が強い流れを作るとき、樹木は風の力によって根こそぎ引き抜かれ、海は波立ち、巨大な商船が高く投げ上げられる。
Τοιαύτην μὲν οὖν ἐν τουτέοισιν ἔχει δύναμιν·
このように、風はこれらのものにおいてそのような力を持っている。
ἀλλὰ μήν ἐστί γε τῇ μὲν ὄψει ἀφανὴς, τῷ δὲ λογισμῷ φανερός·
しかしながら、それは目には見えないが、理性には明らかである。
τί γὰρ ἄνευ τουτέου γένοιτο ἄν;
なぜなら、これなしに何が起こり得ようか。
ἢ τίνος οὗτος ἄπεστιν;
あるいは、これは何から欠けているだろうか。
ἢ τίνι οὐ ξυμπάρεστιν;
あるいは、何にこれが伴っていないだろうか。
ἅπαν γὰρ τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ πνεύματος ἔμπλεον ἐστιν.
地と天の間のすべては気で満ちているからである。
Τοῦτο καὶ χειμῶνος καὶ θέρεος αἴτιον, ἐν μὲν τῷ χειμῶνι πυκνὸν καὶ ψυχρὸν γινόμενον, ἐν δὲ τῷ θέρει πρηῢ καὶ γαληνόν.
これは冬と夏の原因でもあり、冬には濃く冷たくなり、夏には穏やかで静かになる。
Ἀλλὰ μὴν ἡλίου τε καὶ σελήνης καὶ ἄστρων ὁδὸς διὰ τοῦ πνεύματός ἐστιν·
さらに、太陽、月、星々の運行も気を通じて行われる。
τῷ γὰρ πυρὶ τὸ πνεῦμα τροφή· τοῦ δὲ πνεύματος τὸ πῦρ στερηθὲν οὐκ ἂν δύναιτο ζῇν·
火にとって気は栄養だからであり、火は気を奪われれば生きることができないからである。
ὥστε καὶ τὸν τοῦ ἡλίου δρόμον ἀένναον ὁ ἀὴρ ἀένναος καὶ λεπτὸς ἐὼν παρέχεται.
したがって、絶え間なく希薄である空気が、太陽の運行をも絶え間ないものにしているのである。
Ἀλλὰ μὴν ὅτι καὶ τὸ πέλαγος μετέχει πνεύματος, φανερόν·
さらに、海もまた気にあずかっていることは明らかである。
οὐ γὰρ ἄν ποτε τὰ πλωτὰ ζῶα ζῇν ἠδύνατο, μὴ μετέχοντα πνεύματος·
なぜなら、泳ぐ動物は気にあずからなければ、決して生きることができないからである。
μετέχοιεν δὲ πῶς ἂν ἄλλως, ἀλλ’ ἢ διὰ τοῦ ὕδατος, κἀκ τοῦ ὕδατος ἕλκοντα τὸν ἠέρα;
彼らは水を通じて、また水から空気を吸い込むこと以外に、どうやってあずかることができようか。
καὶ μὴν ἥ τε γῆ τουτέου βάθρον, οὗτός τε τῆς γῆς ὄχημα, κενεόν τε οὐδέν ἐστιν τούτου.
そして実に、地はこれの基礎であり、これは地の支持者であり、これのない空白は存在しない。

語釈・文法注

  1. §1τοῖσιν ἰητροῖσι μούνοισίν ἐστιν εἰδέναι — 与格 τοῖσιν ἰητροῖσι μούνοισιν(医師たちだけに)が非人称の ἐστίν + 不定詞 εἰδέναι(知ること)と結びつき、「〜を知ることは医師たちだけに可能である/許されている」あるいは「知ることは医師たちだけの専権事項である」という意味を表す。
  2. §1εἰ γάρ τις εἰδείη... οἷός τ’ ἂν εἴη — 条件節(εἰ + 希求法 εἰδείη)と帰結節(潜在の ἄν + 希求法 εἴη)からなる条件文。将来の可能性または仮定的な主張を表し、「もし知るならば、〜できるであろう」というニュアンスになる。
  3. §3μετέχοιεν δὲ πῶς ἂν ἄλλως, ἀλλ’ ἢ διὰ τοῦ ὕδατος — ἀλλ’ ἤ は「〜以外に、〜を除いて」を意味する。直前の πῶς ἂν ἄλλως(他の方法でどうして〜できようか、反語)と組み合わされ、「水を通じて以外に、どうしてあずかることができようか(=水を通じてあずかるほかない)」という強い肯定を形成する。

この箇所を引用する

ヒポクラテス, 体内風気について §1-3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:1-3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。