Humanitext Reader

ヒポクラテス · 体内風気について §13-15

気による卒中や聖なる病の機序と病因の結論

5 / 5 箇所 · ギリシア語

要旨

著者は卒中と「聖なる病(てんかん)」が体内のガス(気)と血液の相互作用によって生じる仕組みを説明し、ガスこそがすべての病気の主要な原因であることを宣言する。

§1313. Τὸ μὲν οὖν αἴτιον τοῦ ὕδρωπος ἤδη εἴρηται·
13. 水腫の原因はすでに述べられた。
αἱ δὲ ἀποπληξίαι γίνονται καὶ αὐταὶ διὰ τὰς φύσας·
卒中もまた、ガスによって生じる。
ὅταν γὰρ αἱ φῦσαι ψυχραὶ οὖσαι καὶ πολλαὶ διαδύνωσι καὶ ἐμφυσήσωσι τὰς σάρκας, ἀναίσθητα ταῦτα γίνεται τοῦ σώματος·
というのも、冷たく多量なガスが肉に入り込んで膨らませるとき、身体のこれらの部分が感覚を失うからである。
ἢν μὲν οὖν πολλαὶ φῦσαι ἐν ὅλῳ τῷ σώματι διατρέχωσιν, ὅλος ὥνθρωπος ἀπόπληκτος γίνεται·
もし多量のガスが全身を駆け巡るなら、人間は全身が卒中状態になる。
ἢν δὲ ἐν μέρει τινὶ, τοῦτο τὸ μέρος·
もし一部分にとどまるなら、その部分が(卒中状態に)なる。
καὶ ἢν μὲν ἀπέλθωσιν αὗται, παύεται ἡ νοῦσος· ἢν δὲ παραμείνωσι, παραμένει·
そして、もしこれらが去るなら病気は治まり、もし留まるなら(病気も)留まる。
ὅτι δὲ ταῦτα οὕτως ἔχει, χασμῶνται συνεχῶς.
これらがそのようになっていることについては、彼らが絶えずあくびをすることが(証拠である)。
§1414. Δοκέει δέ μοι καὶ τὴν ἱερὴν καλεομένην νοῦσον τοῦτο εἶναι τὸ παρεχόμενον·
14. そして、いわゆる「聖なる病」をも、これがもたらしているように私には思われる。
οἷσι δὲ λόγοισιν ἐμαυτὸν ἔπεισα, τούτοισιν αὐτέοισι καὶ τοὺς ἀκούοντας πείσειν πειράσομαι.
私が自分自身を納得させたのと同じ議論によって、聞き手をも納得させようと試みるつもりである。
Ἡγεῦμαι δὲ ἔμπροσθεν, μηδὲν εἶναι μᾶλλον τῶν ἐν τῷ σώματι ξυμβαλλόμενον ἐς φρόνησιν, ἢ τὸ αἷμα·
まず私は、身体の中にあるもののうち、血液ほど知性に寄与するものは他にないと考える。
τοῦτο δὲ ὅταν μὲν ἐν τῷ καθεστεῶτι μένῃ, μένει καὶ ἡ φρόνησις· ἐξαλλάσσοντος δὲ τοῦ αἵματος, μεταπίπτει καὶ ἡ φρόνησις.
そして、血液が安定した状態にとどまるときは知性もとどまり、血液が変化するときは知性もまた変化する。
Ὅτι δὲ ταῦθ’ ὧδ’ ἔχει, πολλὰ τὰ μαρτυρέοντα·
これらがそのようになっていることについては、多くの証拠がある。
πρῶτον μὲν, ὅπερ ἅπασι ζώοισι κοινόν ἐστιν, ὁ ὕπνος, οὗτος μαρτυρέει τοῖσιν εἰρημένοισιν·
第一に、すべての動物に共通するものである睡眠が、述べられたことの証拠となる。
ὅταν γὰρ ἐπέλθῃ τῷ σώματι ὁ ὕπνος, τότε τὸ αἷμα ψύχεται, φύσει γὰρ πέφυκεν ὁ ὕπνος ψύχειν·
なぜなら、睡眠が身体に訪れるとき、そのとき血液は冷やされるからである。 睡眠は本性的に冷やす性質を持っているのである。
ψυχθέντι δὲ τῷ αἵματι νωθρότεραι γίνονται αἱ διέξοδοι·
血液が冷やされると、通路(での流れ)はより遅くなる。
δῆλον δέ·
それは明らかである。
ῥέπει γὰρ τὰ σώματα καὶ βαρύνεται (πάντα γὰρ τὰ βαρέα πέφυκεν ἐς βυθὸν φέρεσθαι), καὶ τὰ ὄμματα συγκλείεται, καὶ ἡ φρόνησις ἀλλοιοῦται, δόξαι δέ τινες ἕτεραι ἐνδιατρίβουσιν, ἃ δὴ ἐνύπνια καλέονται.
身体は傾いて重くなり(重いものはすべて底へと運ばれる本性があるからである)、眼は閉じ、知性は変化し、別の何らかの思念が入り込むが、これらがいわゆる「夢」と呼ばれるものである。
Πάλιν ἐν τῇσι μέθῃσι, πλέονος ἐξαίφνης γενομένου τοῦ αἵματος, μεταπίπτουσιν αἱ ψυχαὶ καὶ τὰ ἐν τῇσι ψυχῇσι φρονήματα, καὶ γίνονται τῶν μὲν παρεόντων κακῶν ἐπιλήσμονες, τῶν δὲ μελλόντων εὐέλπιδες ἀγαθῶν.
また、泥酔においては、血液が急激に多くなることで、魂や魂の中の考えが変化し、現在ある悪については忘れるようになり、未来の善については楽観的になる。
Ἔχοιμι δ’ ἂν πολλὰ τοιαῦτα εἰπεῖν, ἐν οἷσιν αἱ τοῦ αἵματος ἐξαλλαγαὶ τὴν φρόνησιν ἐξαλλάσσουσιν.
私は、血液の変化が知性を変化させるこのような事例を、他にも多く挙げることができる。
Ἢν μὲν οὖν παντελῶς ἅπαν ἀναταραχθῇ τὸ αἷμα, παντελῶς ἡ φρόνησις ἐξαπόλλυται·
それゆえ、もし血液が完全にすべて攪乱されるなら、知性は完全に失われる。
τὰ γὰρ μαθήματα καὶ τὰ ἀναγνωρίσματα ἐθίσματά ἐστίν· ὅταν οὖν ἐκ τοῦ εἰωθότος ἔθεος μεταστέωμεν, ἀπόλλυται ἡμῖν ἡ φρόνησις.
なぜなら、学習や再認は習慣によるものであり、それゆえ、私たちがいつもの習慣から外れるとき、私たちの知性は失われるからである。
Φημὶ δὲ τὴν ἱερὴν νοῦσον ὧδε γίνεσθαι·
私は、聖なる病は次のようにして生じると主張する。
ὅταν πουλὺ πνεῦμα κατὰ πᾶν τὸ σῶμα παντὶ τῷ αἵματι μιχθῇ, πολλὰ ἐμφράγματα γίνεται πολλαχῆ ἀνὰ τὰς φλέβας·
多量の気が全身においてすべての血液と混ざり合うとき、血管のあちこちで多くの閉塞が生じる。
ἐπειδὰν οὖν ἐς τὰς παχείας καὶ πολυαίμους τῶν φλεβῶν πολὺς ἀὴρ βρίσῃ, βρίσας δὲ μένῃ, κωλύεται τὸ αἷμα διεξιέναι·
それゆえ、太くて血の多い血管に多量の空気が押し入り、押し入ったまま留まるとき、血液が通り抜けるのが妨げられる。
τῇ μὲν οὖν ἐνέστηκε, τῇ δὲ νωθρῶς ὃιεξέρχεται, τῇ δὲ θᾶσσον·
かくて、あるところでは滞り、あるところでは遅く通り抜け、あるところではより速く通り抜ける。
ἀνομοίης δὲ τῆς πορείης τῷ αἵματι διὰ τοῦ σώματος γενομένης, παντοῖαι αἱ ἀνομοιότητες·
身体を通る血液の運行が不均等になると、あらゆる不均等な状態が生じる。
πᾶν γὰρ τὸ σῶμα πανταχόθεν ἕλκεται, καὶ τετίνακται τὰ μέρη τοῦ σώματος ὑπηρετοῦντα τῷ θορύβῳ καὶ ταράχῳ τοῦ αἵματος, διαστροφαί τε παντοῖαι παντοίως γίνονται·
なぜなら、全身があらゆる方向から引っ張られ、身体の諸部分は血液の騒乱と攪乱に従って揺さぶられ、あらゆる種類の歪みが様々な形で生じるからである。
κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀναίσθητοι πάντων εἰσὶ, κωφοί τε τῶν λεγομένων, καὶ τυφλοὶ τῶν γινομένων, ἀνάλγητοί τε πρὸς τοὺς πόνους·
この時期において、彼らはすべてのものに対して無感覚であり、語られることに対しては耳が聞こえず、起こることに対しては見えず、苦痛に対しても痛みを感じない。
οὕτως ὁ ἀὴρ ταραχθεὶς ἀνετάραξε τὸ αἷμα καὶ ἐμίηνε.
このようにして、乱れた空気が血液を攪乱し、汚染したのである。
Καὶ ἀφροὶ διὰ τοῦ στόματος ἀνατρέχουσιν εἰκότως·
また、口から泡が湧き上がるのも道理である。
διὰ γὰρ τῶν σφαγιτίδων φλεβῶν διαδύνων ὁ ἀὴρ, ἀνέρχεται μὲν αὐτὸς, ἀνάγει δὲ μεθ’ ἑωυτοῦ τὸ λεπτότατον τοῦ αἵματος·
なぜなら、頸動脈を通って入り込む空気が、それ自体上昇しつつ、血液の最も希薄な部分を自分と一緒に引き上げるからである。
τὸ δὲ ὑγρὸν τῷ ἠέρι μιγνύμενον λευκοῦται·
この液体は空気と混ざり合うことで白くなる。
διὰ λεπτῶν γὰρ ὑμένων καθαρὸς ἐὼν ὁ ἀὴρ διαφαίνεται· διὸ δὴ λευκοὶ φαίνονται πάντες οἱ ἀφροί.
なぜなら、清らかな空気は薄い膜を通して透けて見えるからであり、それゆえにすべての泡は白く見えるのである。
Πότε μὲν οὖν παύονται τῆς νούσου καὶ τοῦ παρεόντος χειμῶνος οἱ ὑπὸ τούτου τοῦ νοσήματος ἁλισκόμενοι, ἐγὼ φράσω.
それでは、この病気に罹っている人々が、いつ病気や現在の嵐から解放されるのか、私は説明しよう。
Ὁκόταν γυμνασθὲν ὑπὸ τῶν πόνων τὸ σῶμα θερμανθῇ, θερμαίνεται καὶ τὸ αἷμα·
苦痛によって運動させられた身体が温まるとき、血液もまた温まる。
τὸ δὲ αἷμα θερμανθὲν ἐξεθέρμηνε τὰς φύσας·
温められた血液はガスを十分に温め、十分に温められたガスは拡散し、血液の凝縮を融解させる。
αὗται δὲ διαθερμανθεῖσαι διαλύονται καὶ διαλύουσι τὴν ξύστασιν τοῦ αἵματος, αἱ μὲν συνεξελθοῦσαι μετὰ τοῦ πνεύματος, αἱ δὲ μετὰ τοῦ φλέγματος·
そして、あるものは息とともに、あるものは粘液とともに一緒に出ていく。
ἀποζέσαντος δὲ τοῦ ἀφροῦ, καὶ καταστάντος τοῦ αἵματος, καὶ γαλήνης ἐν τῷ σώματι γενομένης, πέπαυται τὸ νόσημα.
泡が沸き立つのをやめ、血液が落ち着き、身体に平穏がもたらされるとき、病気は終息する。
§1515. Φαίνονται οὖν αἱ φῦσαι διὰ πάντων τῶν νοσημάτων μάλιστα πολυπραγμονοῦσαι·
15. かくして、ガスがあらゆる病気において最も活発に働いているように思われる。
τὰ δ’ ἄλλα πάντα συναίτια καὶ μεταίτια, τὸ δὲ αἴτιον τῶν νούσων ἐὸν τοῦτο ἐπιδέδεικταί μοι.
他のすべてのものは共同の原因あるいは間接的な原因にすぎず、これが病気の原因であることが私によって証明された。
Ὑπεσχόμην δὲ τὸ αἴτιον τῶν νουσημάτων φράσαι, ἐπέδειξα δὲ τὸ πνεῦμα καὶ ἐν τοῖσιν ἄλλοισι πρήγμασι δυναστεῦον καὶ ἐν τοῖσι σώμασι τῶν ζώων·
私は病気の原因を語ることを約束したが、気が他の事象においても、また動物の身体においても支配的であることを示した。
ἤγαγον δὲ τὸν λόγον ἐπὶ τὰ γνώριμα τῶν ἀῤῥωστημάτων, ἐν οἷσιν ἀληθὴς ἡ ὑπόθεσις ἐφάνη·
そして私は議論をよく知られた病気へと導き、そこにおいて仮説が真実であることが示された。
εἰ γὰρ περὶ πάντων τῶν ἀῤῥωστημάτων λέγοιμι, μακρότερος μὲν ὁ λόγος ἂν γένοιτο, ἀτρεκέστερος δὲ οὐδαμῶς, οὐδὲ πιστότερος.
もし私がすべての疾病について語るなら、議論はより長くなるだろうが、決してより正確になることも、より信頼されるようになることもないからである。

語釈・文法注

  1. 13ὅτι δὲ ταῦτα οὕτως ἔχει, χασμῶνται συνεχῶς. — この文は、`ὅτι δὲ ταῦτα οὕτως ἔχει`(これらがこのようであるということについては)という事実提示の節の後に、その直接的な証拠となる事態を直接並置している。`μαρτύριόν ἐστιν`(〜が証拠である)のような主節の述語が省略された一種の縮約的表現と解される。
  2. 14ἃ δὴ ἐνύπνια καλέονται — 関係代名詞 `ἃ`(中性複数)は、先行詞である女性複数の `δόξαι τινες ἕτεραι` ではなく、関係節内の述語補語である中性名詞 `ἐνύπνια`(中性名詞 `ἐνύπνιον` の複数形)に性と数が同化したものである(引入れの一例)。
  3. 14ὑπηρετοῦντα τῷ θορύβῳ καὶ ταράχῳ τοῦ αἵματος — 現在分詞中性複数の `ὑπηρετοῦντα` は、先行する `τὰ μέρη`(身体の諸部分、中性複数)を修飾し、与格支配の動詞 `ὑπηρετέω`(従う、仕える)の性質から `τῷ θορύβῳ καὶ ταράχῳ`(与格)を補語として取っている。
  4. 14αἱ μὲν συνεξελθοῦσαι μετὰ τοῦ πνεύματος, αἱ δὲ μετὰ τοῦ φλέγματος — `αὗται`(これらのガス、女性複数)を主語とする文において、`αἱ μὲν... αἱ δὲ...` が部分を表す主格として挿入され、それぞれ分詞 `συνεξελθοῦσαι` を伴っている。厳密な文法上は動詞の欠落を伴う主格独立(anacoluthon)に近い形となっているが、先行する `διαλύονται` の主格として割り振られている。

この箇所を引用する

ヒポクラテス, 体内風気について §13-15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:13-15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。