- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:10-12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ガスによって生じる頭部血管内の空気圧と水分の鬱積から、カタルや胸部出血が引き起こされるメカニズムを解説し、さらに肉の裂傷や水腫による腹水の急激な再蓄積もすべて気が原因であることを論じる。
10. Ἴσως δ’ ἄν τις εἴποι· πῶς οὖν τὰ ῥεύματα γίνεται διὰ τὰς φύσας; ἢ τίνα τρόπον τῶν αἱμοῤῥαγιῶν τῶν περὶ τὰ στέρνα τοῦτο αἴτιόν ἐστιν; οἶμαι δὲ καὶ ταῦτα δηλώσειν διὰ τωὐτὸ γινόμενα. Ὅταν αἱ περὶ τὴν κεφαλὴν φλέβες γεμισθῶσιν ἠέρος, πρῶτον μὲν ἡ κεφαλὴ βαρύνεται τῶν φυσέων ἐγκειμένων· ἔπειτα εἰλεῖται τὸ αἷμα, οὐ διαχέειν δυναμένων1 διὰ τὴν στενότητα τῶν ὁδῶν· τὸ δὲ λεπτότατον τοῦ αἵματος διὰ τῶν φλεβῶν ἐκθλίβεται· τοῦτο δὴ τὸ ὑγρὸν ὅταν ἀθροισθῇ, ῥεῖ δι’ ἄλλων πόρων· ὅποι δ’ ἂν ἀθρόον ἀφίκηται τοῦ σώματος, ἐνταῦθα ξυνίσταται ἡ νοῦσος· ἢν μὲν οὖν ἐπὶ τὴν ὄψιν ἔλθῃ, ταύτης ὁ πόνος·2 ἢν δὲ ἐς τὰς ἀκοὰς, ἐνταῦθ’ ἡ νοῦσος· ἢν δὲ ἐς τὰς ῥῖνας, κόρυζα γίνεται· ἢν δὲ ἐς τὰ στέρνα, βράγχος καλέεται. Τὸ γὰρ φλέγμα δριμέσι χυμοῖσι μεμιγμένον, ὅποι ἂν προσπέσῃ ἐς ἀήθεας τόπους, ἑλκοῖ· τῇ δὲ φάρυγγι ἁπαλῇ ἐούσῃ ῥεῦμα προσπῖπτον τρηχύτητας ἐμποιέει· τὸ γὰρ πνεῦμα τὸ διαπνεόμενον διὰ τῆς φάρυγγος ἐς τὰ στέρνα βαδίζει, καὶ πάλιν ἐξέρχεται διὰ τῆς ὁδοῦ ταύτης· ὅταν οὖν ἀπαντήσῃ τῷ ῥεύματι τὸ πνεῦμα κάτωθεν ἰὸν κάτω ἰόντι, βὴξ ἐπιγίνεται, καὶ ἀναῤῥίπτεται ἄνω τὸ φλέγμα· τουτέων δὲ τοιουτέων ἐόντων, ἡ φάρυγξ ἑλκοῦται, καὶ τρηχύνεται, καὶ θερμαίνεται, καὶ ἕλκει τὸ ἐκ τῆς κεφαλῆς ὑγρὸν θερμὴ ἐοῦσα· ἡ δὲ κεφαλὴ πάλιν παρὰ τοῦ ἄλλου σώματος λαμβάνουσα ταύτῃ διδοῖ· ὁκόταν γοῦν ἐθισθῇ τὸ ῥεῦμα ταύτῃ ῥέειν καὶ χαραδρωθέωσιν οἱ πόροι, διαδιδοῖ ἤδη καὶ ἐς τὰ στέρνα, δριμὺ δὲ ἐὸν τὸ φλέγμα προσπῖπτόν τε τῇ σαρκὶ ἑλκοῖ καὶ ἀναῤῥηγνύει τὰς φλέβας. Ὁκόταν δὲ ἐκχυθῇ τὸ αἷμα ἐς ἀλλότριον τόπον, χρονιζόμενον καὶ σηπόμενον γίνεται πῦον, καὶ οὔτε ἄνω δύναται ἀνελθεῖν, οὔτε κάτω ὑπελθεῖν· ἄνω γὰρ οὐκ εὔπορος ἡ πορείη προσάντης τις οὖσα ὑγρῷ χρήματι καὶ ἑτέρῳ παντὶ βάρος ἔχοντι· κάτω δὲ κωλύει φραγμὸς ὁ τῶν φρενῶν. Διὰ τί δὲ δήποτε τὸ ῥεῦμα ἀναῤῥήγνυται τὸ μὲν αὐτόματον, τὸ δὲ διὰ πόνους; αὐτόματον μὲν οὖν, ὅταν αὐτόματος ὁ ἀὴρ ἐλθὼν ἐς τὰς φλέβας στενοχωρίην ποιήσῃ τῇσι τοῦ αἵματος διεξόδοισιν· τότε γὰρ πιεζεύμενον τὸ αἷμα πουλὺ γενόμενον ἀναῤῥηγνύει τοὺς πόρους, ᾗ ἂν ὡς τὰ μάλιστα βρίσῃ· ὅσοι δὲ διὰ πόνων πλῆθος ᾑμοῤῥάγησαν, καὶ τούτοισιν οἱ πόνοι πνεύματος ἐνέπλησαν τὰς φλέβας, ἀνάγκη γὰρ τὸν πονέοντα τόπον κατέχειν τὸ πνεῦμα, τὰ δὲ ἄλλα τοῖσιν εἰρημένοισιν ὅμοια γίνεται.
10. おそらく誰かがこう言うかもしれない。「それでは、どのようにしてカタルがガスのせいで生じるのか。あるいは、胸のあたりの出血に対して、これがどのような仕方で原因となるのか」。私は、これらもやはり同じ理由によって生じていることを示すことができると考えている。頭のあたりの血管が空気で満たされるとき、第一に、ガスが閉じ込められていることで頭が重くなる。次に、通路の狭さのために、血管が血液を循環させることができないので、血液が鬱積する。そして、血液の最も希薄な部分が血管を通って押し出される。この液体が蓄積すると、他の孔を通って流れる。そして身体のどこか一箇所に一挙に到達すると、そこに病気が発生する。もし眼に流れていくなら、そこ(眼)の痛みが生じ、もし耳に流れるなら、そこに病気が生じ、もし鼻に流れるなら、鼻カタルになり、もし胸に流れるなら、嗄声と呼ばれる。なぜなら、きつい体液と混ざり合った粘液は、刺激に不慣れな場所に突き当たるとどこであれ潰瘍を作るからである。喉は柔らかいので、カタルが衝突すると荒れを引き起こす。なぜなら、喉を通って呼吸される気は胸へと向かい、再びこの通路を通って出ていくからである。それゆえ、下から上がってくる気が、下に向かっているカタルと出くわすとき、咳が生じ、粘液が上へと吐き出される。このような状態になることで、喉は潰瘍化し、荒れ、熱を持ち、熱くなることで頭からの液体を引き寄せる。そして頭は再び、身体の他の部分からそれを受け取ってここに与える。かくして、カタルがこの方向に流れることに慣れ、通路が溝のようになると、すでに胸にまで広がり、粘液はきついので、肉に突き当たると潰瘍化させ、血管を破る。血液が異質の場所に流れ出すとき、時間が経って腐敗すると膿になり、上にも上れず、下にも下りられなくなる。なぜなら、上へは、液状のものや他のすべて重さのあるものにとって、登り坂であって通路が容易ではないからであり、下へは横隔膜の障壁が妨げるからである。それでは、なぜあるカタルは自然に破れ、あるものは苦痛によって破れるのだろうか。自然に破れるのは、空気が自然に血管に入り込んで血液の通路に狭窄をもたらすときである。そのとき、圧迫されて多量になった血液は、最も圧力がかかる箇所の通路を破るのである。他方、多大な苦痛によって出血した人々においては、その苦痛が血管を気で満たしたのである(苦痛のある部位を気が占拠することは不可避であるから)。そして、その他のことは、すでに述べたことと同様に生じるのである。
11. Τὰ δὲ ῥήγματα πάντα γίνεται διὰ τάδε· ὁκόταν ὑπὸ βίης διαστέωσιν αἱ σάρκες ἀπ’ ἀλλήλων, ἐς δὲ τὴν διάστασιν ὑποδράμῃ πνεῦμα, τοῦτο τὸν πόνον παρέχει.
11. すべての裂傷は次の理由によって生じる。力によって肉同士が互いに引き離され、その隙間に気が入り込むとき、これが痛みを引き起こすのである。
12. Ἢν δὲ διὰ τῶν σαρκῶν αἱ φῦσαι διεξιοῦσαι τοὺς πόρους τοῦ σώματος ἀραιοὺς ποιήσωσιν, ἕπεται δὲ τῇσι φύσῃσιν ὑγρασίη, ἧς τὴν ὁδὸν ὁ ἀὴρ ἀπειργάσατο· διαβρόχου δὲ γενομένου τοῦ σώματος, ὑπεκτήκονται μὲν αἱ σάρκες, οἰδήματα δὲ ἐς τὰς κνήμας καταβαίνει· καὶ λέγεται τὸ τοιοῦτον νόσημα ὕδρωψ. Μέγιστον δὲ σημεῖον, ὅτι φῦσαι τοῦ νουσήματός εἰσιν αἴτιαι, τόδε ἐστίν· ἤδη τινὲς ὀλεθρίως ἔχοντες ἐκαύθησαν καὶ ἐκενώθησαν τοῦ ὕδατος· παραυτίκα μὲν τὸ ἐξιὸν ἐκ τῆς κοιλίης ὕδωρ πολὺ φαίνεται, χρονιζόμενον δὲ ἔλασσον γίνεται. Διὰ τί οὖν γίγνεται καὶ τοῦτο, δῆλον· ὅτι παραυτίκα μὲν τὸ ὕδωρ ἠέρος πλῆρές ἐστιν· ὁ δὲ ἀὴρ ὄγκον παρέχεται μέγαν· ἀπιόντος δὲ τοῦ πνεύματος, ὑπολείπεται τὸ ὕδωρ αὐτό· διὸ δὴ φαίνεται μὲν μικρὸν ἐὸν, ἔστι δὲ ἴσον. Ἄλλο δὲ αὐτέων τόδε σημεῖον· κενωθείσης γὰρ παντελῶς τῆς κοιλίης, οὐδ’ ἐν τρισὶν ἡμέρῃσιν ὕστερον πάλιν πλήρεις γίνονται. Τί οὖν ἄρα ἐστὶ τὸ πληρῶσαν, ἀλλ’ ἢ πνεῦμα;3 τί γὰρ ἂν οὕτως ἄλλο ταχέως ἐξεπλήρωσεν; οὐ γὰρ δήπου ποτόν γε τοσοῦτον ἐσῆλθεν ἐς τὸ σῶμα· καὶ μὴν οὐδὲ σάρκες ὑπάρχουσιν ἔτι αἱ τηξόμεναι· λείπεται γὰρ ὀστέα καὶ νεῦρα καὶ ἶνες, ἀφ’ ὧν οὐδενὸς οὐδεμίη δύναιτ’ ἂν αὔξησις ὕδατος γεγενῆσθαι.
12. もし肉を通ってガスが通り抜けることで身体の孔を粗にし、そのガスに、空気が通路をあらかじめ作っておいた水分が続くなら、身体が浸水したようになり、肉は下から融解し、むくみが脛へと下りていく。そして、このような病気は水腫と呼ばれる。ガスがこの病気の原因であることの最大の兆候は次の通りである。すでに、死にかけている何人かの人々が焼灼され、水が排出された。直後には腹から出る水は多く見えるが、時間が経つと少なくなっている。これがなぜ起こるのかは明らかである。直後には水は空気で満ちており、空気は大きな容積を与える。しかし、気が去ると、水それ自体が残される。それゆえ、実際には少なく見えるが、量は等しいのである。彼らに関する別の兆候は次の通りである。腹部が完全に空にされた後、3日もしないうちに再び満たされる。それでは、これを満たしたものは、気以外の何であろうか。他の何がこのように速く満たし得ただろうか。これほど大量の飲み物が身体に入ったはずはない。また、溶けるべき肉ももはや存在しない。骨と腱と繊維が残されているだけであり、それらのいずれからも、水が増加することはあり得ないからである。
- 10οὐ διαχέειν δυναμένων
属格複数現在分詞。ここでは、直前の αἱ περὶ τὴν κεφαλὴν φλέβες(女性複数)を受けて血管が主語である、あるいは τῶν ὁδῶν(女性複数)を受けて通路が主語であると考えられるが、いずれにしても「血管が(血液を)循環させることができない」状況を示す。文脈上は血管の機能不全を指す。
- 10ἢν μὲν οὖν ἐπὶ τὴν ὄψιν ἔλθῃ, ταύτης ὁ πόνος
後半の ταύτης は指示代名詞女性単数属格で、直前の τὴν ὄψιν(眼、視力)を受ける。述語の動詞(γίνεται など)が省略されており、「これ(眼)の痛みが生じる」という意味になる。
- 12ἀλλ’ ἢ πνεῦμα
否定語や疑問文の後で用いられる慣用表現 ἀλλ’ ἤ(〜を除いて、〜以外に)のパターン。直前の「それを満たしたものは何か」という疑問に対して、「気以外に何があろうか」という反語的な強調を構成する。
