§55. Εἶπον δὴ, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταὐτὰ ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύσιν·
5. さて、私はすでに、人間がそれであると主張するであろうそれらのものが、慣習(名目)においても自然(本性)においても、常に同一のものであることを明らかにすると言った。
φημὶ δὴ εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν.
私は、それらが血液、粘液、黄胆汁、そして黒胆汁であると主張する。
Καὶ τουτέων πρῶτον μὲν κατὰ νόμον τὰ οὐνόματα διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐτέων τωὐτὸ οὔνομα εἶναι, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι.
そして、これらについて、第一に慣習上その名称が区別されており、それらのいずれもが同じ名前を持たないこと、第二に自然上その形態(性質)が異なっており、粘液は血液に全く似ておらず、血液は胆汁に似ておらず、胆汁は粘液に似ていないことを私は主張する。
Πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτα ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαύοντι ὅμοια δοκέει εἶναι;
なぜなら、これら互いが見た目にその色も似ておらず、手で触れてみても同じであるとは思われないのに、どうして互いに似ていることがあろうか。
οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε ξηρὰ, οὔτε ὑγρά.
それらは同じように熱くもなく、冷たくもなく、乾いてもおらず、湿ってもいないからである。
Ἀνάγκη τοίνυν, ὅτε τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέην τε καὶ τὴν δύναμιν, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ἕν τε καὶ ταὐτόν ἐστιν.
それゆえ、それらが形態においても能力においてもこれほど互いに異なっている以上、火と水が同一のものでない限り、それらが一つであることはあり得ない。
Γνοίης δ’ ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ’ ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτέου·
あなたは次のことによって、これらすべてが一つではなく、それぞれがそれ自身の能力と本性を持っていることを知るだろう。
ἢν γάρ τινι διδῷς ἀνθρώπῳ φάρμακον ὅ τι φλέγμα ἄγει, ἐμέεταί σοι φλέγμα, καὶ ἢν διδῷς φάρμακον ὅ τι χολὴν ἄγει, ἐμέεταί σοι χολή.
というのも、もしあなたが誰かに粘液を排出させる薬を与えるならば、その人はあなたに対して粘液を吐き出すだろうし、もし胆汁を排出させる薬を与えるならば、胆汁を吐き出すだろう。
Κατὰ ταὐτὰ δὲ καὶ χολὴ μέλαινα καθαίρεται, ἢν διδῷς φάρμακον ὅ τι χολὴν μέλαιναν ἄγει·
同様に、もしあなたが黒胆汁を排出させる薬を与えるならば、黒胆汁が排出される。
καὶ ἢν τρώσῃς αὐτοῦ τοῦ σώματος μέρος τι ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αὐτέῳ αἷμα.
また、もしあなたが彼の身体のどこかを傷つけて傷口を作るならば、彼から血液が流れるだろう。
Καὶ ταῦτα ποιήσει σοι πάντα πᾶσαν ἡμέρην καὶ νύκτα καὶ χειμῶνος καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν ἐς ἑωυτὸν καὶ πάλιν μεθιέναι, δυνατὸς δὲ ἔσται ἔστ’ ἄν τινος τουτέων στερηθῇ τῶν ξυγγεγονότων.
そして、これらすべてのことは、彼が自らの中に息を吸い込み、再び吐き出すことができる限り、昼も夜も、冬も夏も、あなたに対して常に起こるだろう。 そして、彼がこれら生まれつき備わっているもののいずれかを奪われるまでは、そうすることができるだろう。
Ξυγγέγονε δὲ ταῦτα τὰ εἰρημένα·
そして、これら言及されたものは生まれつき備わっている。
πῶς γὰρ οὐ ξυγγέγονε;
なぜなら、どうして備わっていないことがあろうか。
Πρῶτον μὲν φανερός ἐστιν ὥνθρωπος ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα αἰεὶ ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, τέθραπταί τε ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁκόσα ἐγώ γε νῦν φημί τε καὶ ἀποδείκνυμι.
第一に、人間が生きている限り、これらすべてを常に自らの中に持っていることは明らかであり、第二に、これらすべてを持っている人間から生まれ、これらすべてを持っている人間の中で育てられたからである。 まさに私が今、主張し証明しているこれらすべてを。
§66. Οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὥνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι·
6. 人間は単一であると主張する人々は、私には次のような考えに基づいていると思われる。
ὁρέοντες τοὺς πίνοντας τὰ φάρμακα καὶ ἀπολλυμένους ἐν τῇσιν ὑπερκαθάρσεσι, τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦτο ἕκαστον αὐτέων ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅ τι καθαιρόμενον εἶδον αὐτὸν ἀποθανόντα·
彼らは、薬を飲んで過剰な排出のために死んでいく人々が、ある者は胆汁を、ある者は粘液を吐き出すのを見て、排出されてその人が死んでいくのを自分たちが見たその各々のものこそが、人間であると考えたのである。
καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτέῃ γνώμῃ χρέονται·
また、血液こそが人間であると主張した人々も同じ考えに基づいている。
ὁρέοντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα ῥέον ἐκ τοῦ σώματος, τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῷ ἀνθρώπῳ· καὶ μαρτυρίοισι τουτέοισι πάντες χρέονται ἐν τοῖσι λόγοισιν.
彼らは、首を切られて殺される人々や、身体から血液が流れ出るのを見て、これこそが人間の魂(生気)であると考え、誰もが議論においてこれらの証拠を用いるのである。
Καίτοι τὸ μὲν πρῶτον ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς πω ἀπέθανε χολὴν μοῦνον καθαρθείς·
しかしながら、第一に、過剰な排出において、胆汁だけを排出して死んだ者は誰もいない。
ἀλλ’ ὁκόταν τις πίῃ φάρμακον ὅ τι χολὴν ἐμέει, ἔπειτα δὲ φλέγμα· ἔπειτα δὲ ἐπὶ τούτοισιν ἐμέουσί χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντες δὲ καὶ αἷμα ἐμέουσι καθαρόν.
そうではなく、誰かが胆汁を吐き出させる薬を飲むと、まず胆汁を、次に粘液を吐き出し、次いでこれらに加えて、やむを得ず黒胆汁を吐き出し、最後には純粋な血液をも吐き出すのである。
Τὰ αὐτὰ δὲ πάσχουσι καὶ ὑπὸ τῶν φαρμάκων τῶν τὸ φλέγμα ἀγόντων·
これと同様のことが、粘液を排出させる薬を投与された場合にも起こる。
πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα χολὴν ξανθὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν, καὶ ἐν τῷδε ἀποθνήσκουσιν.
なぜなら、彼らは最初に粘液を吐き出し、次に黄胆汁を、次に黒胆汁を、そして最後には純粋な血液を吐き出し、この状態において死に至るからである。
Τὸ γὰρ φάρμακον, ὁκόταν ἐσέλθῃ ἐς τὸ σῶμα, πρῶτον μὲν ἄγει ὃ ἂν αὐτέῳ κατὰ φύσιν μάλιστα ᾖ τῶν ἐν τῷ σώματι ἐνεόντων, ἔπειτα δὲ καὶ τἄλλα ἕλκει τε καὶ καθαίρει.
薬は、身体に入ると、体内に存在するもののうち、自らの性質に最も適合するものを最初に排出し、その後、他のものをも引きずり出して排出させるからである。
Ὡς γὰρ τὰ φυόμενά τε καὶ σπειρόμενα, ὁκόταν ἐς τὴν γῆν ἔλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν αὐτῷ ἐνεὸν ἐν τῇ γῇ, ἔνι δὲ καὶ ὀξὺ καὶ πικρὸν καὶ γλυκὺ καὶ ἁλμυρὸν καὶ παντοῖον·
というのも、植えられたり蒔かれたりした植物が、地面に入ると、地中にある自らの性質に適合したものを引き出すが、地中には酸っぱいもの、苦いもの、甘いもの、塩辛いもの、その他あらゆる種類のものが含まれているからである。
πρῶτον μὲν οὖν πλεῖστον τουτέου εἵλκυσεν ἐς ἑωυτὸ, ὁ τι ἂν ᾖ αὐτῷ κατὰ φύσιν μάλιστα, ἔπειτα δὲ ἕλκει καὶ τἄλλα·
したがって、それはまず、自らの性質に最も適合するものを、それらの中から最も多く自分へと引きつけ、その後、他のものをも引き出す。
τοιοῦτον δέ τι καὶ τὰ φάρμακα ποιέει ἐν τῷ σώματι·
薬もまた、体内においてこれと似たような働きをする。
ὁκόσα ἂν χολὴν ἄγῃ, πρῶτον μὲν ἀκρητεστάτην ἐκάθηρε τὴν χολὴν, ἔπειτα δὲ μεμιγμένην·
胆汁を排出させる薬は、最初は最も純粋な胆汁を排出し、次に混ざり合ったものを排出する。
καὶ πάλιν τὰ τοῦ φλέγματος φάρμακα πρῶτον μὲν ἀκρητέστατον τὸ φλέγμα ἄγει, ἔπειτα δὲ μεμιγμένον·
また、粘液を排出させる薬も、最初は最も純粋な粘液を排出し、次に混ざり合ったものを排出する。
καὶ τοῖσιν ἀποσφαζομένοισι πρῶτον μὲν τὸ αἷμα ῥέει θερμότατόν τε καὶ ἐρυθρότατον, ἔπειτα δὲ ῥέει φλεγματωδέστερον καὶ χολωδέστερον.
さらに、首を切られて殺される人々においても、最初は最も温かく最も赤い血液が流れ、その後、より粘液質で、より胆汁を多く含んだものが流れるのである。