§77. Αὔξεται δὲ ἐν τῷ ἀνθρώπῳ τὸ μὲν φλέγμα τοῦ χειμῶνος·
7. 人間において、粘液は冬に増加する。
τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν ἐστὶ μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων, ψυχρότατον γάρ ἐστιν.
なぜなら、これは体内に存在するもののうちで、最も冬の本性に合致しているからであり、最も冷たいからである。
Τεκμήριον δὲ τουτέου, ὅτι τὸ μὲν φλέγμα ψυχρότατον, εἰ ἐθέλεις ψαῦσαι φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις ψυχρότατον ἐόν·
粘液が最も冷たいことの証拠は次の通りである。 もしあなたが粘液と胆汁と血液に触れてみようとするなら、粘液が最も冷たいものであることを見出すだろう。
καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα ἄγεται μετὰ χολὴν μέλαιναν·
もっとも、それは最も粘り気があり、黒胆汁に次いで最も力を伴って排出されるのではあるが。
ὁκόσα δὲ βίῃ ἔρχεται, θερμότερα γίνεται, ἀναγκαζόμενα ὑπὸ τῆς βίης·
力を伴って出てくるものはすべて、その力の強制によって、より温かくなる。
ἀλλ’ ὅμως καὶ πρὸς πάντα ταῦτα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ.
しかしそれにもかかわらず、これらすべてのことに対しても、粘液はそれ自身の本性によって最も冷たいものであることが明らかである。
Ὅτι δὲ ὁ χειμὼν πληροῖ τὸ σῶμα φλέγματος, γνοίης ἂν τοῖσδε·
冬が身体を粘液で満たすことは、次のことから知るだろう。
οἱ ἄνθρωποι πτύουσί τε καὶ ἀπομύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα αὐτέοισι λευκὰ γίνεται μάλιστα ταύτην τὴν ὥρην, καὶ τἄλλα νοσήματα φλεγματώδεα.
人々は冬に最も粘液質のものを吐き出し、また鼻をかみ、この季節には彼らの腫れものが最も白くなり、その他の病気も粘液質のものとなる。
Τοῦ δὲ ἦρος τὸ φλέγμα ἔτι μένει ἰσχυρὸν ἐν τῷ σώματι, καὶ τὸ αἷμα αὔξεται·
春になると、粘液は依然として体内で強いままであり、かつ血液が増加する。
τά τε γὰρ ψύχεα ἐξανίει, καὶ τὰ ὕδατα ἐπιγίνεται, τὸ δὲ αἷμα κατὰ ταῦτα αὔξεται ὑπό τε τῶν ὄμβρων καὶ τῶν θερμημεριῶν·
なぜなら、寒さは和らぎ、雨が多くなり、血液はこれらに応じて雨水と温かい日々によって増加するからである。
κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτά ἐστι μάλιστα τοῦ ἐνιαυτοῦ· ὑγρόν τε γάρ ἐστι καὶ θερμόν.
というのも、これらは血液にとって一年のうちで最もその自然に合致しているからであり、血液は湿っていて温かいからである。
Γνοίης δ’ ἂν τοῖσδε·
あなたは次のことからそれを知るだろう。
οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπό τε τῶν δυσεντεριῶν ἁλίσκονται, καὶ ἐκ τῶν ῥινέων τὸ αἷμα ῥεῖ αὐτέοισι, καὶ θερμότατοί εἰσι καὶ ἐρυθροί·
人々は春と夏のあいだに最も赤痢にかかりやすく、鼻から血液が流れ、最も体が温まり、赤くなる。
τοῦ δὲ θέρεος τό τε αἷμα ἰσχύει ἔτι, καὶ ἡ χολὴ ἀείρεται ἐν τῷ σώματι καὶ παρατείνει ἐς τὸ φθινόπωρον·
夏になると、血液は依然として強いままであるが、胆汁が体内で上昇し、秋まで持続する。
ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεται, ἐναντίον γὰρ αὐτέου τὸ φθινόπωρον τῇ φύσει ἐστίν·
秋になると、血液は少なくなる。 なぜなら、秋は血液の本性と反対だからである。
ἡ δὲ χολὴ τὴν θερίην κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον.
他方、胆汁は夏と秋に身体を支配する。
Γνοίης δ’ ἂν τοῖσδε·
あなたは次のことからそれを知るだろう。
οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι, καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστατα καθαίρονται, δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τῶν ἀνθρώπων.
人々はこの季節に自然と胆汁を吐き出し、薬を飲むと最も胆汁に富んだ排出をし、またそれは人々の熱病やその皮膚の色からも明らかである。
Τὸ δὲ φλέγμα τῆς θερίης ἀσθενέστατόν ἐστιν αὐτὸ ἑωυτοῦ·
粘液は夏に、それ自身のうちで最も弱くなる。
ἐναντίη γὰρ αὐτέου τῇ φύσει ἐστὶν ἡ ὥρη, ξηρή τε γάρ ἐστι καὶ θερμή.
なぜなら、この季節は粘液の本性と反対であり、乾燥していて温かいからである。
Τὸ δὲ αἷμα τοῦ φθινοπώρου ἐλάχιστον γίνεται ἐν τῷ ἀνθρώπῳ, ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον·
血液は秋に人間において最も少なくなる。 なぜなら、秋は乾燥しており、すでに人間を冷やし始めているからである。
ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη ἐστίν.
他方、黒胆汁は秋に最も多く、最も強くなる。
Ὁκόταν δὲ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίνεται, καὶ τὸ φλέγμα αὔξεται πάλιν ὑπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ τῶν νυκτῶν τοῦ μήκεος.
冬が訪れると、胆汁は冷やされて少なくなり、粘液は雨の多さと夜の長さによって再び増加する。
Ἔχει μὲν οὖν ταῦτα πάντα αἰεὶ τὸ σῶμα τοῦ ἀνθρώπου, ὑπὸ δὲ τῆς περιισταμένης ὥρης ποτὲ μὲν πλείω γίνεται αὐτὰ ἑωυτέων, ποτὲ δὲ ἐλάσσω, ἕκαστα κατὰ μέρος καὶ κατὰ φύσιν.
したがって、人間の身体は常にこれらすべてを保持しているが、巡り来る季節によって、それらはある時は自身よりも多くなり、ある時は少なくなる。 それぞれ順次に、そしてその本性に従って。
Ὡς γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν, οὐ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ’ εἰ ἕν τί γε ἐκλίποι, πάντ’ ἂν ἀφανισθείη·
というのも、一年の全体が熱いもの、冷たいもの、乾いたもの、湿ったもののすべてを分かち持っているように ―― なぜなら、この世界に存在するすべてのものなしには、これらの中のいかなるものも一瞬たりとも存続し得ないからであり、もしそのうちの一つでも欠けるならば、すべてが消滅してしまうだろうからである。
ἀπὸ γὰρ τῆς αὐτέης ἀνάγκης πάντα ξυνέστηκέ τε καὶ τρέφεται ὑπ’ ἀλλήλων· οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλίποι τουτέων τῶν ξυγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὥνθρωπος.
なぜなら、同じ必然性によって、すべてのものは構成され、互いによって養われているからである ―― 同様に、もし人間の体内から、これら生まれつき備わっているもののいずれかが欠けるならば、人間は生きることができないだろう。
Ἰσχύει δὲ ἐν τῷ ἐνιαυτῷ τοτὲ μὲν ὁ χειμὼν μάλιστα, τοτὲ δὲ τὸ ἦρ, τοτὲ δὲ τὸ θέρος, τοτὲ δὲ τὸ φθινόπωρον·
そして、一年のうちである時は冬が最も強く、ある時は春が、ある時は夏が、ある時は秋が強い。
οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ τοτὲ μὲν τὸ φλέγμα ἰσχύει, τοτὲ δὲ τὸ αἷμα, τοτὲ δὲ ἡ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δ’ ἡ μέλαινα καλεομένη.
同様に、人間においても、ある時は粘液が強く、ある時は血液が、ある時は胆汁、すなわち最初は黄胆汁、次いで黒胆汁と呼ばれるものが強い。
Μαρτύριον δὲ σαφέστατον, εἰ ἐθέλεις τῷ αὐτέῳ ἀνθρώπῳ δοῦναι τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμέεταί σοι τοῦ μὲν χειμῶνος φλεγματωδέστατα, τοῦ δὲ ἦρος ὑγρότατα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα.
最も明確な証拠は次の通りである。 もしあなたが同じ人間に一年のうちに四回、同じ薬を与えるとするなら、彼は冬には最も粘液質のものを、春には最も湿ったものを、夏には最も胆汁質のものを、秋には最も黒いものをあなたに対して吐き出すだろう。