Humanitext Reader

希波克拉底 · 论人的本性 §5-6

四种体液的固有本质与单一论的反证

第 3 段,共 8 段 · 希腊语

内容简介

作者阐明人是由血液、粘液、黄胆汁和黑胆汁四种体液组成的,每种体液都具有独特的名称、形态和本性。此外,作者通过观察药物引起的过度排泄和流血过程,驳斥了身体单一构成论。

§55. Εἶπον δὴ, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταὐτὰ ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύσιν·
5. 我已经说过,无论我声称人是由什么构成的,我都将证明这些东西在习惯(名义)和自然(本性)上始终是相同的。
φημὶ δὴ εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν.
我声称它们是血液、粘液、黄胆汁和黑胆汁。
Καὶ τουτέων πρῶτον μὲν κατὰ νόμον τὰ οὐνόματα διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐτέων τωὐτὸ οὔνομα εἶναι, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι.
在这些要素中,我首先声明,它们的名字在习惯上是区分开的,它们中没有一个拥有与其他要素相同的名字;其次,它们的形态在自然上是分立的,粘液绝不类似于血液,血液不类似于胆汁,胆汁也不类似于粘液。
Πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτα ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαύοντι ὅμοια δοκέει εἶναι;
因为,既然这些要素在观看者眼中颜色并不相似,用手触摸时感觉也不相同,它们又怎能彼此相似呢?
οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε ξηρὰ, οὔτε ὑγρά.
因为它们既非同样炎热,亦非同样寒冷,既非同样干燥,亦非同样潮湿。
Ἀνάγκη τοίνυν, ὅτε τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέην τε καὶ τὴν δύναμιν, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ἕν τε καὶ ταὐτόν ἐστιν.
因此,既然它们在形态和能力上彼此相差如此之大,它们必然不是一体,除非水与火是一件而且是同一件东西。
Γνοίης δ’ ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ’ ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτέου· ἢν γάρ τινι διδῷς ἀνθρώπῳ φάρμακον ὅ τι φλέγμα ἄγει, ἐμέεταί σοι φλέγμα, καὶ ἢν διδῷς φάρμακον ὅ τι χολὴν ἄγει, ἐμέεταί σοι χολή.
你可以通过以下事实了解到,所有这些并非一体,而是它们中的每一个都具有其自身的能力和本性:因为如果你给某人一种能排出粘液的药,他就会为你吐出粘液;如果你给他一种能排出胆汁的药,他就会为你吐出胆汁。
Κατὰ ταὐτὰ δὲ καὶ χολὴ μέλαινα καθαίρεται, ἢν διδῷς φάρμακον ὅ τι χολὴν μέλαιναν ἄγει· καὶ ἢν τρώσῃς αὐτοῦ τοῦ σώματος μέρος τι ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αὐτέῳ αἷμα.
同样地,如果你给一种能排出黑胆汁的药,黑胆汁就会被排出;如果你伤害他身体的某个部位以致形成伤口,血液就会流出来。
Καὶ ταῦτα ποιήσει σοι πάντα πᾶσαν ἡμέρην καὶ νύκτα καὶ χειμῶνος καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν ἐς ἑωυτὸν καὶ πάλιν μεθιέναι, δυνατὸς δὲ ἔσται ἔστ’ ἄν τινος τουτέων στερηθῇ τῶν ξυγγεγονότων.
只要他能够将气息吸入自身并再次呼出,所有这些事情都将在每一天每一夜、冬季和夏季为你发生;而他将能够做到这一点,直到他被剥夺了这些天生并存的要素中的某一个。
Ξυγγέγονε δὲ ταῦτα τὰ εἰρημένα· πῶς γὰρ οὐ ξυγγέγονε;
而这些上述的要素确实是天生并存的,因为怎能不是呢?
Πρῶτον μὲν φανερός ἐστιν ὥνθρωπος ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα αἰεὶ ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, τέθραπταί τε ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁκόσα ἐγώ γε νῦν φημί τε καὶ ἀποδείκνυμι.
首先,显而易见的是,只要人活着,他就始终在自身中拥有所有这些东西;其次,他出生于一个拥有所有这些东西的人,并且是在一个拥有所有这些东西的人体内被抚育的,正如我现在所声称和证明的这一切。
§66. Οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὥνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι· ὁρέοντες τοὺς πίνοντας τὰ φάρμακα καὶ ἀπολλυμένους ἐν τῇσιν ὑπερκαθάρσεσι, τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦτο ἕκαστον αὐτέων ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅ τι καθαιρόμενον εἶδον αὐτὸν ἀποθανόντα·
6. 那些宣称人是单一整体的人,在我看来是采用了这样一种观点:他们看到人们服下药物并在过度的排泄中死去,有的人吐出胆汁,有的人吐出粘液,他们便认为,他们看到那个人在死时排出的那每一个东西就是人本身。
καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτέῃ γνώμῃ χρέονται· ὁρέοντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα ῥέον ἐκ τοῦ σώματος, τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῷ ἀνθρώπῳ· καὶ μαρτυρίοισι τουτέοισι πάντες χρέονται ἐν τοῖσι λόγοισιν.
而那些宣称血液就是人本身的人,也采用了同样的观点:他们看到人们被宰杀,血液从身体中流出,便认为这就是人的灵魂(生命力);而且他们都在论证中采用这些证据。
Καίτοι τὸ μὲν πρῶτον ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς πω ἀπέθανε χολὴν μοῦνον καθαρθείς·
然而,首先,在过度的排泄中,至今还没有人是仅排空了胆汁而死去的。
ἀλλ’ ὁκόταν τις πίῃ φάρμακον ὅ τι χολὴν ἐμέει, ἔπειτα δὲ φλέγμα· ἔπειτα δὲ ἐπὶ τούτοισιν ἐμέουσί χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντες δὲ καὶ αἷμα ἐμέουσι καθαρόν.
相反,当有人服下吐胆汁的药时,他首先吐出胆汁,然后是粘液;接着在这些之后,他们被迫吐出黑胆汁,最后他们还吐出纯净的血液。
Τὰ αὐτὰ δὲ πάσχουσι καὶ ὑπὸ τῶν φαρμάκων τῶν τὸ φλέγμα ἀγόντων· πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα χολὴν ξανθὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν, καὶ ἐν τῷδε ἀποθνήσκουσιν.
他们在使用排出粘液的药物时也经历同样的事情:因为他们首先吐出粘液,然后是黄胆汁,接着是黑胆汁,最后吐出纯净的血液,并在这种状态下死去。
Τὸ γὰρ φάρμακον, ὁκόταν ἐσέλθῃ ἐς τὸ σῶμα, πρῶτον μὲν ἄγει ὃ ἂν αὐτέῳ κατὰ φύσιν μάλιστα ᾖ τῶν ἐν τῷ σώματι ἐνεόντων, ἔπειτα δὲ καὶ τἄλλα ἕλκει τε καὶ καθαίρει.
因为药物进入身体时,首先排出的是体内存在的要素中与它自身本性最相合的东西,然后它也牵引并排空其他的要素。
Ὡς γὰρ τὰ φυόμενά τε καὶ σπειρόμενα, ὁκόταν ἐς τὴν γῆν ἔλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν αὐτῷ ἐνεὸν ἐν τῇ γῇ, ἔνι δὲ καὶ ὀξὺ καὶ πικρὸν καὶ γλυκὺ καὶ ἁλμυρὸν καὶ παντοῖον· πρῶτον μὲν οὖν πλεῖστον τουτέου εἵλκυσεν ἐς ἑωυτὸ, ὁ τι ἂν ᾖ αὐτῷ κατὰ φύσιν μάλιστα, ἔπειτα δὲ ἕλκει καὶ τἄλλα·
因为正如生长和播种的植物在进入泥土时,各自会牵引泥土中存在的与其自身本性相合的东西——泥土中含有酸、苦、甜、咸以及各种各样的成分——因此,首先,它会把自己体内最契合其本性的那种成分最大量地吸引到自身中,然后也牵引其他的成分。
τοιοῦτον δέ τι καὶ τὰ φάρμακα ποιέει ἐν τῷ σώματι· ὁκόσα ἂν χολὴν ἄγῃ, πρῶτον μὲν ἀκρητεστάτην ἐκάθηρε τὴν χολὴν, ἔπειτα δὲ μεμιγμένην· καὶ πάλιν τὰ τοῦ φλέγματος φάρμακα πρῶτον μὲν ἀκρητέστατον τὸ φλέγμα ἄγει, ἔπειτα δὲ μεμιγμένον· καὶ τοῖσιν ἀποσφαζομένοισι πρῶτον μὲν τὸ αἷμα ῥέει θερμότατόν τε καὶ ἐρυθρότατον, ἔπειτα δὲ ῥέει φλεγματωδέστερον καὶ χολωδέστερον.
药物在体内也起到了类似的作用:那些排出胆汁的药,首先排空最纯净的胆汁,然后排出混杂的;同样地,排出粘液的药,首先排出最纯净的粘液,然后排出混杂的;而在被宰杀的人身上,首先流出的是最温热、最红的血液,然后流出的则是更具粘液性质和更具胆汁性质的液体。

词汇与语法注释

  1. p.42Εἶπον δὴ, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταὐτὰ ἐόντα — 依附于主句动词 `εἶπον`(我说)的不定式 `ἀποφανεῖν`(表明、证明)的主语与主句主语(“我”)相同,因而省略。关系从句 `ἃ 批 ἂν φήσω τὸν ἄνθρωπον εἶναι`(无论我声称人是由什么构成的)中,关系代词 `ἃ` 搭配 ἄν + 虚拟语气(φήσω),表示对未来的普遍性假设。
  2. p.42οὐδενὶ αὐτέων τωὐτὸ οὔνομα εἶναι — 这是由 `φημί`(我声称)引导的带对格的不定式(AcI)结构的一部分。不定式 `εἶναι`(存在、有)的主语是处于对格的 `τωὐτὸ οὔνομα`(相同的名字),而 `οὐδενὶ αὐτέων`(对它们中的任何一个)则是占有与格。
  3. p.42ὅτε τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέην τε καὶ τὴν δύναμιν — 现在完成时不及物动词 `διήλλακται`(不同)支配表示分离/比较的属格 `ἀλλήλων`(与彼此)。其后的 `τὴν ἰδέην τε καὶ τὴν δύναμιν`(在形态和能力上)是关系对格,用于限定它们在哪些方面存在差异。
  4. p.42δυνατὸς δὲ ἔσται ἔστ’ ἄν τινος τουτέων στερηθῇ τῶν ξυγγεγονότων — 主格形容词 `δυνατός`(能够的)承接前一句中的不定式 `τὸ πνεῦμα ἕλκειν...`(吸入并呼出气息),整体意为“他将能够(呼吸并存活)”。接续词 `ἔστ’ ἄν`(直到……)搭配虚拟语气 `στερηθῇ`(被剥夺,无定过去被动式),指明了未来的时间界限。`τινὸς τῶν ξυγγεγονότων` 是受动词支配、表示剥夺的属格。
  5. p.44ὅ τι καθαιρόμενον εἶδον αὐτὸν ἀποθανόντα — 关系代词 `ὅ τι`(在从句中作对格,指被排出的物质)的先行词是 `τοῦτο ἕκαστον`(这每一个要素)。现在时被动分词 `καθαιρόμενον`(被排空)和无定过去时主动分词 `ἀποθανόντα`(死去)均修饰感官动词 `εἶδον`(他们看见)的直接宾语 `αὐτόν`(他/病人,对格),充当分词补足语。
  6. p.46τοῖσιν ἀποσφαζομένοισι — 现在时被动分词 `ἀποσφαζόμενος`(被宰杀、被割喉)的阳性复数与格形式。在此处的语境中(呼应 §6 开头的 `ἀποσφαζομένους τοὺς ἀνθρώπους`),它指代“被宰杀/割喉的人们”。该与格用作关系与格或关涉与格,用于指出该现象发生的对象或场合。

引用这一段

希波克拉底, 论人的本性 §5-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg019.humanitext-grc1:5-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。