§33. Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν γίνεσθαι μὴ ἀφ’ ἑνός·
3. したがって、第一に、生成が単一のものから生じることは不可能である。
πῶς γὰρ ἂν ἕν γ’ ἐόν τι γεννήσειεν, εἰ μή τινι μιχθείη;
なぜなら、単一の存在である何かが、もし他の何かと混合されないならば、どうして生み出すことができようか。
ἔπειτα οὐδ’, ἐὰν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν αὐτὴν ἔχοντα δύναμιν, γεννᾷ, οὐδ’ ἂν ταῦτα ἡμῖν ξυντελέοιτο.
さらにまた、たとえ混合されるとしても、もしそれらが同族であり、かつ同じ能力を持つものでないならば、生み出すことはなく、これらが我々のために成就されることもないだろう。
Καὶ πάλιν, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ θάτερον θατέρου πουλὺ προέξει καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο.
また、もし熱が冷に対して、また乾燥が湿に対して、互いに適度にかつ均等に保たれず、一方が他方よりもはるかに優り、強いものが弱いものを凌駕するならば、生成は起こらないだろう。
Ὥστε πῶς εἰκὸς ἀπὸ ἑνός τι γεννηθῆναι, ὅτε γε οὐδ’ ἀπὸ τῶν πλειόνων γεννᾶται, ἢν μὴ τύχῃ καλῶς ἔχοντα τῆς κρήσιος τῆς πρὸς ἄλληλα;
したがって、複数のものからでさえ、それらが互いの混合において良好な状態にないならば生成が起こらないというのに、どうして単一のものから何かが生成されることがあり得ようか。
Ἀνάγκη τοίνυν, τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον, ἀλλ’ ἕκαστον τῶν ξυμβαλλομένων ἐς τὴν γένεσιν ἔχειν τὴν δύναμιν ἐν τῷ σώματι, οἵην περ ξυνεβάλετο.
それゆえ、他のすべてのものの本性も、人間の本性も、そのようである以上、人間は単一のものではなく、生成に寄与するそれぞれの要素が、寄与したときと同じ能力を身体の中で保持していることが必然である。
Καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν ἐς τὴν ἑωυτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τό τε ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν.
さらに、人間の身体が死を迎えるときには、各要素が自らの本性へと戻っていくことが必然であり、湿れるものは湿れるものへ、乾けるものは乾けるものへ、熱きものは熱きものへ、冷たきものは冷たきものへと戻っていく。
Τοιαύτη δὲ καὶ τῶν ζώων ἐστὶν ἡ φύσις, καὶ τῶν ἄλλων πάντων·
動物の本性も、他のすべてのものの本性も、これと同様である。
γίνεταί τε ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως πάντα·
すべてのものは同じように生じ、同じように死んでいく。
ξυνίσταταί τε γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν προειρημένων πάντων, καὶ τελευτᾷ κατὰ τὰ εἰρημένα ἐς τωὐτὸ ὅθεν περ ξυνέστη ἕκαστον, ἐνταῦθα οὖν καὶ ἀπεχώρησεν.
なぜなら、それらの本性は上述のこれらすべてから構成されており、また上述のように、それぞれが構成されたその同じ場所へと死んでいき、まさにそこへと戻っていくからである。
§44. Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτ’ ἐστὶν αὐτέῳ ἡ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει.
4. 人間の身体は、自らの中に血液と粘液、そして黄胆汁と黒胆汁を宿しており、これらが人間の身体の本性をなしている。 そしてこれらを通じて、人間は苦痛を感じ、また健康になる。
Ὑγιαίνει μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα κρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος, καὶ μάλιστα μεμιγμένα ᾖ·
さて、これらが、互いに対する調合、能力、および分量において適度であり、かつ最もよく混ざり合っているときに、人間は最も健康である。
ἀλγέει δὲ ὁκόταν τι τουτέων ἔλασσον ἢ πλέον ᾖ ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι ξύμπασιν.
これに対して、これらのいずれかが少なすぎたり多すぎたりするとき、あるいは身体の中で分離し、全体の他のものと混ざり合わずにいるときに、人間は苦痛を感じる。
Ἀνάγκη γὰρ, ὁκόταν τι τουτέων χωρισθῇ καὶ ἐφ’ ἑωυτοῦ στῇ, οὐ μόνον τοῦτο τὸ χωρίον, ἔνθεν ἐξέστη, ἐπίνοσον γίνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν ἐπιχυθῇ, ὑπερπιμπλάμενον ὀδύνην τε καὶ πόνον παρέχειν.
なぜなら、これら(の要素)のいずれかが分離してそれ自体で留まるときには、それが去ったその元の場所が病むだけでなく、それが流れ込む場所もまた、過剰に満たされることによって痛みと苦痛をもたらすことが必然だからである。
Καὶ γὰρ ὅταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις.
というのも、これら(の要素)のいずれかが、適量を超えて身体の外へと流出するときには、その枯渇が痛みをもたらすからである。
Ἤν τ’ αὖ πάλιν ποιήσηται ἔσω τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτέῳ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν.
あるいは逆に、もしその分離、移動、および他のものからの隔絶が体内で行われるならば、上述のように、それが去った場所と、それが過剰に流入した場所の双方において、二重の痛みをもたらすことがきわめて必然である。