- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg011.humanitext-grc1:16-20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
手首、指、および股関節(大腿関節)の脱臼について、それぞれの脱臼方向による徴候、整復の手順、および長期的な予後(成長期以前の脱臼による骨の短縮や筋肉の萎縮、歩行への影響など)を説明する。
16. Χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα. Σημεῖα δ᾿ εὔσημα· ἢν μὲν ἔσω, ξυγκάμπτειν ὅλως σφῶν τοὺς δακτύλους οὐ δύνανται· ἢν δ᾿ ἔξω, ἐκτείνειν. ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δ᾿ ἀντιτείνειν,1 τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθέειν πρόσω καὶ κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον τε μαλθακὸν ὑποθεὶς, κἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. Ἴησις, ὀθονίοισιν.
16. 手首の関節は内側または外側に脱臼し、多くは内側である。その徴候は明らかである。内側の場合、指を完全に曲げることがまったくできない。外側の場合、伸ばすことができない。整復法は、テーブルの上に指を置かせ、ある者たちが牽引し、他の者たちが対向牽引を行い、突出している部分を手のひらまたは踵(手のヒール)で前方へと押し戻し、同時に他の骨の下から、柔らかい詰め物を下に置いて、もし上向きなら手を回内し、下向きなら回外する。治療は包帯による。
17. Ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει ἢ ἔσω ἢ ἔξω, μάλιστα δὲ ἔσω, ἢ ἔνθα ἢ ἔνθα· ἔστι δ᾿ ὅτε ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δ᾿ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. Τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη, καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δ᾿ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, καὶ ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ. Παλίγκοτα δὲ καὶ ἀσχήμονα, τῷ χρόνῳ δὲ κρατύνεται ἐς χρῆσιν. Ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ, καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι· ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλέονι χρῆσθαι.
17. 手全体が内側または外側に、最も一般的には内側に、あるいはあちらこちらに脱臼する。時には骨端が移動することもあり、時には二つの骨の一方が離開することもある。これらに対しては強力な牽引を行わねばならず、突出した部分を押し戻し、他方を押し返す。二つの方向、すなわち後方と側方へ同時に、テーブルの上で手を用いるか、あるいは踵を用いて行う。これらは厄介で不格好であるが、時間が経てば使用に耐えるほど頑健になる。治療は、手と前腕を一緒に包帯で巻き、指に届くまで副木を当てる。副木を当てた場合は、骨折の場合よりも頻繁にこれらを解き、より多くの温水を注ぐべきである。
18. Ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ ἡ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.
18. 生まれつきの場合、手は短くなり、肉の減少は主に脱臼した方向とは反対側に起こる。しかし、成長した後の場合、骨はそのままの長さで維持される。
19. Δακτύλου δὲ ἄρθρον ὀλισθὸν μὲν, εὔσημον, οὐ δεῖ γράφειν. ἐμβολὴ δὲ αὐτοῦ ἥδε· κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν. Ἴησις δὲ ἡ προσήκουσα, τοῖσιν ὀθονίοισιν ἐπίδεσις. Μὴ ἐμπεσὸν γὰρ ἐπιπωροῦται ἔξωθεν. Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα τὰ ὀστέα βραχύνεται κάτω τοῦ ὀλισθήματος· καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.
19. 指の関節の脱臼は明らかであり、書く必要はない。その整復法は以下の通りである。直線上に牽引して、突出した部分を押し戻し、反対側を押し返す。適切な治療は、包帯による結紮である。整復されないと、外側に仮骨が形成されて固着する。生まれつき、または成長期に脱臼した場合、骨は脱臼部より下で短くなる。そして肉は主に脱臼した方向とは反対側に減少する。しかし、成長した後の場合、骨はそのままの長さで維持される。
20. Μηροῦ ἄρθρον ἐκπίπτει κατὰ τρόπους τέσσαρας· ἔσω πλεῖστα, ἔξω δεύτερον, τὰ δ᾿ ἄλλα ὁμοίως. Σημεῖα· κοινὸν μὲν τὸ ἕτερον σκέλος· ἴδιον δὲ τοῦ μὲν εἴσω· παρὰ τὸν περίνεον ψαύεται ἡ κεφαλὴ, ξυγκάμπτουσιν οὐχ ὁμοίως, δοκέει δὲ μακρότερον τὸ σκέλος, καὶ πουλὺ, ἢν μὴ ἐς μέσον ἀμφότερα ἄγων παρατείνῃς·2 καὶ γὰρ οὖν ἔξω ὁ ποὺς καὶ τὸ γόνυ ῥέπει. Ἢν μὲν οὖν ἐκ γενεῆς ἢ ἐν αὐξήσει ἐκπέσῃ, βραχύτερος ὁ μηρὸς, ἧσσον δὲ κνήμη, κατὰ λόγον δὲ τἄλλα· μινύθουσι δὲ σάρκες, μάλιστα δὲ ἔξω. Οὗτοι κατοκνέουσιν ὀρθοῦσθαι, καὶ εἰλέονται ἐπὶ τὸ ὑγιές· ἢν δὲ ἀναγκάζωνται, σκίμπονι ἑνὶ ἢ δυσὶν ὁδοιπορέουσι, τὸ δὲ σκέλος αἴρουσιν· ὅσῳ γὰρ μεῖον, τόσῳ ῥᾷον. Ἢν δ᾿ ηὐξημένοισι, τὰ μὲν ὀστέα μένει, αἱ δὲ σάρκες μινύθουσιν, ὡς προείρηται· ὁδοιπορέουσι δὲ περιστροφάδην ὡς βόες, ἐν δὲ τῷ κενεῶνι καμπύλοι, ἐπὶ τὸ ὑγιὲς ἐξίσχιοι ἐόντες· τῷ μὲν γὰρ ἀνάγκη ὑποβαίνειν, ὡς ὀχέῃ, τῷ δ᾿ ἀποβαίνειν (οὐ γὰρ δύναται ὀχέειν), ὥσπερ οἱ ἐν ποδὶ ἕλκος ἔχοντες. Κατὰ δὲ τὸ ὑγιὲς, πλάγιον ξύλῳ τῷ σώματι ἀντικοντέουσι, τὸ δὲ σιναρὸν τῇ χειρὶ ὑπὲρ τοῦ γούνατος καταναγκάζουσιν, ὡς ὀχέειν ἐν τῇ μεταβάσει τὸ σῶμα. Ἰσχίων κάτωθεν, εἰ χρῆται, κάτωθεν ἧσσον μινύθει καὶ ὀστέα, μᾶλλον δὲ σάρκες.
20. 大腿の関節(股関節)は4つの方法で脱臼する。内側が最も多く、外側が2番目で、残りのものは同様である。徴候:共通の徴候はもう一方の脚(との比較)であり、内側脱臼に特有のものは、会陰の傍らで(大腿骨)頭が触知され、同様には曲げられず、脚は長く見える、それも非常に、もし両方の脚を中央に寄せて引き伸ばさないならば。実際、足と膝は外側に傾く。したがって、もし生まれつき、または成長期に脱臼した場合、大腿は短くなり、下腿はそれほどでもなく、他の部分も比例して短くなる。肉は減少し、特に外側で減少する。これらの患者は直立することを恐れ、健常な側に身をかがめる。もし強制されるなら、一本または二本の杖で歩き、患肢を持ち上げる。短ければ短いほど、それだけ楽だからである。もし成長した人々の場合は、骨はそのまま維持されるが、肉は前述のように減少する。彼らは牛のように円を描くように回りながら歩き、健常な側の臀部を突き出すように、腰のところで屈曲している。なぜなら、一方(健全な脚)は体重を支えるために下に入れねばならず、他方(患肢)は遠ざけねばならないからである(体重を支えることができないため)、足に傷を持つ人々のようである。そして健全な側において、身体に対して斜めに杖を突いて支え、患肢の方は膝の上を手で押し下げて、歩行の移行期に身体を支えるようにする。股関節より下を、もし使うならば、その下の骨はそれほど減少せず、むしろ肉が減少する。
- 16τοὺς μὲν τείνειν, τοὺς δ᾿ ἀντιτείνειν
ここでの τοὺς μὲν... τοὺς δὲ(対格複数形)は、直前の τοὺς δακτύλους(指)ではなく、治療に当たる助手たち(明示されていない行為者)を指している。そのため「(指の一部を引っ張り、他の指を反対に引っ張る」のではなく、「一方の助手たちが牽引し、他方の助手たちが対向牽引する」と解釈される。不定詞 τείνειν と ἀντιτείνειν は命令的(独立)不定詞である。
- 20ἢν μὴ ἐς μέσον ἀμφότερα ἄγων παρατείνῃς
条件節 ἢν μὴ... παρατείνῃς は「両脚を(身体の対称軸である)中央に引き寄せて引き伸ばさない限りは」という意味。股関節内側脱臼の際、患肢が不自然に外転・外旋するため、単に並べて置くだけでは患肢が長く見えてしまうが、両脚を中央に寄せて直線上に並べて比較すると、その長さの差が正確に(あるいは見かけ上の誇張なしに)評価できることを示している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 1 件
