Humanitext Reader

ヒポクラテス · 急性病の養生法について(付録) §9

病日の計算と各部位の観察による熱病の予後

5 / 12 箇所 · ギリシア語

要旨

病者の病相や病日の計算による観察、各身体部位の精査法が語られ、特に三日目・四日目の熱病の推移、排泄や痙攣等の予後判断の兆候について論じている。

§99. Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων·
9. 病者には多くの病相がある。
διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεται τῶν προφασίων, μήτε τῶν κατὰ λογισμὸν, μήτε ὁκόσα ἐς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι·
それゆえ治療に当たる者は、兆候も見落とさず、推論による判断も見落とさず、偶数日あるいは奇数日に現れるべき事柄も見落とさないように、注意を払わねばならない。
μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥοπέας ποιέουσι τοὺς κάμνοντας.
それゆえ、何よりも奇数の日に警戒せねばならない。 これらの日が病者に決定的な転機をもたらすからである。
Φυλάσσεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέρην, ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ διότι·
それゆえ、病者が病み始めた最初の日を警戒して見守り、何から、またどのような理由でそれが始まったのか、その始まりを観察しなければならない。
ἡγέεται γὰρ τοῦτο πρῶτον εἰδῆσαι.
なぜなら、これをまず知ることが第一と考えられているからである。
Ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ ταῦτα πάντα, πρῶτον μὲν κεφαλὴν ὅκως ἔχει, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχει ἐν ἑωυτῇ·
彼に尋ね、これらすべてを精査したなら、まずは頭がどのような状態にあるか、すなわち痛みがなく、頭自体のうちに重みがないかどうか。
ἔπειτα ὑποχόνδρια καὶ πλευρὰ, εἰ ἀνάλγητα·
次いで、下肋部と脇腹に痛みがないかどうか。
ὑποχόνδριον μὲν γὰρ, εἰ ἐπίπονόν ἐστιν ἢ ἐπηρμένον ἢ ἔχει τινὰ σκολιότητα ἢ κόρον, ἢ πλευροῦ ἀλγηδὼν ἐνείη, καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον, ᾖ στρόφος ἠ πόνος κοιλίης·
というのも、下肋部については、それが痛むか、腫れているか、あるいは何らかの歪みや膨満感があるか、また脇腹の痛みがあるか、そしてその痛みとともに軽い咳、あるいは疝痛、腹痛があるかどうか。
ὅταν δέ τι τούτέων παρῇ, ἐν ὑποχονδρίῳ μὲν μάλιστα, λύειν τὴν κοιλίην κλυσμοῖσιν·
そしてこれらのいずれかが存在するとき、特に下肋部にある場合には、浣腸によって腹を緩めよ。
πινέτω δὲ. μελίκρητον θερμὸν ἀφηψημένον.
そして熱く煮沸した蜂蜜水を飲ませよ。
Καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν εἰ λειποθυμέει, καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει, ἰδεῖν τε τὴν διαχώρησιν, μή τι μέλαν διεχώρησεν ἰσχυρῶς χρῶμα, καὶ εἰ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα, καὶ ὁ πυρετὸς ἐς τὴν τρίτην ἐπιπαροξυνόμενος·
また、起き上がるときに失神するかどうか、呼吸が楽であるかどうかを観察し、また便を見て、非常に黒い色の便が排出されていないか、それとも健康な人の便のように澄んでいるか、そして熱が三日目にさらに激発するかどうかを確かめよ。
κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοιστ τριταίους, πρὸς ταάτην ἤδη καὶ τὰ ἄλλα συνορῇν·
これらの病気において、このような患者たちの三日目の状態を非常によく観察した上で、すでにこの日に照らして他のすべてのことも合わせて観察せよ。
καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρῃ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τουτέων, κινδυνώδης ὁ κάμνων γίγνεται.
そしてもし四日目が、これらと同じ症状のいずれかにおいて三日目と類似しているなら、病者は危険な状態に陥る。
Τὰ δὲ σημεῖα·
その兆候は以下の通りである。
ἡ μὲν μέλαινα διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι ὁκόταν πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον·
黒い便は死を意味し、他方、健康な人の便に似たものがすべての日において見られるなら、救命を意味する。
ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ, ἢν ἀψυχίη ἐγγένηται, ταῦτα ὁκόταν προσῇ τῷ κάμνοντι ἢ τῇ καμνούσῃ κατ᾿ ἀρχὰς, παραφροσύνην οἴου ἐσομένην.
しかし、坐薬に反応がないのに、呼吸は楽であり、便座へ、あるいはその場ベッドの上で起き上がるときに、もし気が遠くなることが起こるなら、これらが病み始めに男女の病者に伴うとき、せん妄が起こるものと思え。
Προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν·
また、手にも注意を払わねばならない。
ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος ἐκ ῥινῶν ἐσομένην·
というのも、もし手が震えているなら、そのような患者には鼻からの出血が起こることを予想せよ。
ὁρῇν δὲ χρὴ καὶ τοὺς μυκτῆρας·
また、鼻孔も観察しなければならない。
ἢν ὁμοίως τὸ πνεῦμα δι᾿ ἀμφοτέρων ἕλκηται, καὶ ἢν πουλὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίγνεσθαι σπασμός·
もし息が両方の鼻孔から均等に吸い込まれ、かつ鼻孔から多くが運び出されるなら、痙攣が起こりやすい。
ἢν δὲ σπκσμὸς γένηται τῷ τοιῷδε, θάνατος προσδόκιμος, καὶ καλῶς ἔχει προλέγειν.
そして、もしそのような患者に痙攣が起こるなら、死が予想されるのであり、あらかじめ告げておくのがよい。

語釈・文法注

  1. p.436ὅκως μὴ διαλήσεται τῶν προφασίων — ὅκως μὴ に未来直説法(διαλήσεται, διαλανθάνω の未来中間相)が続く、前節の προσεκτέον から導かれる懸念・予防を示す副詞節。他方で διαλανθάνω は属格を支配するため、τῶν προφασίων 以下の属格がこれに係っている。
  2. p.438κεφαλὴν ὅκως ἔχει — 先取り(prolepsis)の対格。間接疑問節 ὅκως ἔχει の本来の主語(κεφαλή)が、主節の検討対象(対格 κεφαλὴν)として前置されている。
  3. p.440κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοιστ τριταίους, πρὸς ταύτην ἤδη καὶ τὰ ἄλλα συνορῇν — 形容詞 τριταίους は「三日目に」という時間関係を表す副詞的用法。πρὸς ταύτην は「この日(三日目)に照らして/この日を基準にして」を意味する。不定詞 συνορῇν は命令の機能(命令法的不定詞)を果たしている。
  4. p.440παραφροσύνην οἴου ἐσομένην — οἴου は οἴομαι(思う、予期する)の命令法現在二人称単数。その目的語として、対格の主語 παραφροσύνην と未来分詞 ἐσομένην(εἶναι の未来分詞で、間接話法における「〜が起こるであろうこと」を表す述語)を伴う「対格と分詞」の構文である。

この箇所を引用する

ヒポクラテス, 急性病の養生法について(付録) §9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。