- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
病者の病相や病日の計算による観察、各身体部位の精査法が語られ、特に三日目・四日目の熱病の推移、排泄や痙攣等の予後判断の兆候について論じている。
9. Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων· διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεται τῶν προφασίων,1 μήτε τῶν κατὰ λογισμὸν, μήτε ὁκόσα ἐς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι· μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥοπέας ποιέουσι τοὺς κάμνοντας. Φυλάσσεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέρην, ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ διότι· ἡγέεται γὰρ τοῦτο πρῶτον εἰδῆσαι. Ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ ταῦτα πάντα, πρῶτον μὲν κεφαλὴν ὅκως ἔχει,2 εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχει ἐν ἑωυτῇ· ἔπειτα ὑποχόνδρια καὶ πλευρὰ, εἰ ἀνάλγητα· ὑποχόνδριον μὲν γὰρ, εἰ ἐπίπονόν ἐστιν ἢ ἐπηρμένον ἢ ἔχει τινὰ σκολιότητα ἢ κόρον, ἢ πλευροῦ ἀλγηδὼν ἐνείη, καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον, ᾖ στρόφος ἠ πόνος κοιλίης· ὅταν δέ τι τούτέων παρῇ, ἐν ὑποχονδρίῳ μὲν μάλιστα, λύειν τὴν κοιλίην κλυσμοῖσιν· πινέτω δὲ. μελίκρητον θερμὸν ἀφηψημένον. Καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν εἰ λειποθυμέει, καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει, ἰδεῖν τε τὴν διαχώρησιν, μή τι μέλαν διεχώρησεν ἰσχυρῶς χρῶμα, καὶ εἰ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα, καὶ ὁ πυρετὸς ἐς τὴν τρίτην ἐπιπαροξυνόμενος· κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοισι τριταίους, πρὸς ταύτην ἤδη καὶ τὰ ἄλλα συνορῇν·3 καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρῃ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τουτέων, κινδυνώδης ὁ κάμνων γίγνεται. Τὰ δὲ σημεῖα· ἡ μὲν μέλαινα διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι ὁκόταν πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον· ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ, ἢν ἀψυχίη ἐγγένηται, ταῦτα ὁκόταν προσῇ τῷ κάμνοντι ἢ τῇ καμνούσῃ κατ᾿ ἀρχὰς, παραφροσύνην οἴου ἐσομένην.4 Προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν· ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος ἐκ ῥινῶν ἐσομένην· ὁρῇν δὲ χρὴ καὶ τοὺς μυκτῆρας· ἢν ὁμοίως τὸ πνεῦμα δι᾿ ἀμφοτέρων ἕλκηται, καὶ ἢν πουλὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίγνεσθαι σπασμός· ἢν δὲ σπασμὸς γένηται τῷ τοιῷδε, θάνατος προσδόκιμος, καὶ καλῶς ἔχει προλέγειν.
9. 病者には多くの病相がある。それゆえ治療に当たる者は、兆候も見落とさず、推論による判断も見落とさず、偶数日あるいは奇数日に現れるべき事柄も見落とさないように、注意を払わねばならない。それゆえ、何よりも奇数の日に警戒せねばならない。これらの日が病者に決定的な転機をもたらすからである。それゆえ、病者が病み始めた最初の日を警戒して見守り、何から、またどのような理由でそれが始まったのか、その始まりを観察しなければならない。なぜなら、これをまず知ることが第一と考えられているからである。彼に尋ね、これらすべてを精査したなら、まずは頭がどのような状態にあるか、すなわち痛みがなく、頭自体のうちに重みがないかどうか。次いで、下肋部と脇腹に痛みがないかどうか。というのも、下肋部については、それが痛むか、腫れているか、あるいは何らかの歪みや膨満感があるか、また脇腹の痛みがあるか、そしてその痛みとともに軽い咳、あるいは疝痛、腹痛があるかどうか。そしてこれらのいずれかが存在するとき、特に下肋部にある場合には、浣腸によって腹を緩めよ。そして熱く煮沸した蜂蜜水を飲ませよ。また、起き上がるときに失神するかどうか、呼吸が楽であるかどうかを観察し、また便を見て、非常に黒い色の便が排出されていないか、それとも健康な人の便のように澄んでいるか、そして熱が三日目にさらに激発するかどうかを確かめよ。これらの病気において、このような患者たちの三日目の状態を非常によく観察した上で、すでにこの日に照らして他のすべてのことも合わせて観察せよ。そしてもし四日目が、これらと同じ症状のいずれかにおいて三日目と類似しているなら、病者は危険な状態に陥る。その兆候は以下の通りである。黒い便は死を意味し、他方、健康な人の便に似たものがすべての日において見られるなら、救命を意味する。しかし、坐薬に反応がないのに、呼吸は楽であり、便座へ、あるいはその場ベッドの上で起き上がるときに、もし気が遠くなることが起こるなら、これらが病み始めに男女の病者に伴うとき、せん妄が起こるものと思え。また、手にも注意を払わねばならない。というのも、もし手が震えているなら、そのような患者には鼻からの出血が起こることを予想せよ。また、鼻孔も観察しなければならない。もし息が両方の鼻孔から均等に吸い込まれ、かつ鼻孔から多くが運び出されるなら、痙攣が起こりやすい。そして、もしそのような患者に痙攣が起こるなら、死が予想されるのであり、あらかじめ告げておくのがよい。
- 9ὅκως μὴ διαλήσεται τῶν προφασίων
ὅκως μὴ に未来直説法(διαλήσεται, διαλανθάνω の未来中間相)が続く、前節の προσεκτέον から導かれる懸念・予防を示す副詞節。他方で διαλανθάνω は属格を支配するため、τῶν προφασίων 以下の属格がこれに係っている。
- 9κεφαλὴν ὅκως ἔχει
先取り(prolepsis)の対格。間接疑問節 ὅκως ἔχει の本来の主語(κεφαλή)が、主節の検討対象(対格 κεφαλὴν)として前置されている。
- 9κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοιστ τριταίους, πρὸς ταύτην ἤδη καὶ τὰ ἄλλα συνορῇν
形容詞 τριταίους は「三日目に」という時間関係を表す副詞的用法。πρὸς ταύτην は「この日(三日目)に照らして/この日を基準にして」を意味する。不定詞 συνορῇν は命令の機能(命令法的不定詞)を果たしている。
- 9παραφροσύνην οἴου ἐσομένην
οἴου は οἴομαι(思う、予期する)の命令法現在二人称単数。その目的語として、対格の主語 παραφροσύνην と未来分詞 ἐσομένην(εἶναι の未来分詞で、間接話法における「〜が起こるであろうこと」を表す述語)を伴う「対格と分詞」の構文である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 原文 1 件
