Humanitext Reader

希波克拉底 · 论急性病摄生法(附录) §9

病期计算与身体各部位观察下的发热预后

第 5 段,共 12 段 · 希腊语

内容简介

本章论述了对患者病相及发热天数的观察、各身体部位的精查方法,并重点探讨了第三日与第四日的病势转化,以及排泄、痉挛等预后判断之征兆。

§99. Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων· διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεται τῶν προφασίων, μήτε τῶν κατὰ λογισμὸν, μήτε ὁκόσα ἐς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι·
9. 患者之病相甚多;故治疗者当留心,勿漏过任何病因,亦勿漏过推论所得之点,亦勿漏过必于偶数日或奇数日显现之诸事。
μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥοπέας ποιέουσι τοὺς κάμνοντας.
故尤当警戒奇数之日,盖此等日子使患者产生吉凶之转机。
Φυλάσσεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέρην, ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ διότι· ἡγέεται γὰρ τοῦτο πρῶτον εἰδῆσαι.
故当防范并注视患者开始生病之首日,察其起于何因、缘何而起;盖公认首当知此。
Ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ ταῦτα πάντα, πρῶτον μὲν κεφαλὴν ὅκως ἔχει, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχει ἐν ἑωυτῇ· ἔπειτα ὑποχόνδρια καὶ πλευρὰ, εἰ ἀνάλγητα· ὑποχόνδριον μὲν γὰρ, εἰ ἐπίπονόν ἐστιν ἢ ἐπηρμένον ἢ ἔχει τινὰ σκολιότητα ἢ κόρον, ἢ πλευροῦ ἀλγηδὼν ἐνείη, καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον, ᾖ στρόφος ἠ πόνος κοιλίης· ὅταν δέ τι τούτέων παρῇ, ἐν ὑποχονδρίῳ μὲν μάλιστα, λύειν τὴν κοιλίην κλυσμοῖσιν· πινέτω δὲ. μελίκρητον θερμὸν ἀφηψημένον.
当询问之并审察此一切时,首当察其头部如何,是否无痛且无沉重之感;次察胁下与胁部,是否无痛;盖就胁下而言,当察其是否有痛、肿胀、或有何畸形与饱胀,或是否有胁部疼痛,且伴此疼痛是否有微咳、腹绞痛或腹痛;当此等症状中之任一出现时,尤在胁下,当以灌肠导泻其腹;并令饮热之煮沸蜂蜜水。
Καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν εἰ λειποθυμέει, καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει, ἰδεῖν τε τὴν διαχώρησιν, μή τι μέλαν διεχώρησεν ἰσχυρῶς χρῶμα, καὶ εἰ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα, καὶ ὁ πυρετὸς ἐς τὴν τρίτην ἐπιπαροξυνόμενος· κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοιστ τριταίους, πρὸς ταάτην ἤδη καὶ τὰ ἄλλα συνορῇν· καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρῃ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τουτέων, κινδυνώδης ὁ κάμνων γίγνεται.
亦当察其起立时是否晕厥,呼吸是否顺畅,并察其排泄物,是否排出了色极黑之物,抑或清亮、如健康人之排泄物,以及发热是否在第三日加剧;在此类疾病中极仔细观察此类患者于第三日之病态后,当自此日起兼顾观察其他诸症;若第四日于此等相同症状中之任一与第三日相似,则患者至危。
Τὰ δὲ σημεῖα· ἡ μὲν μέλαινα διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι ὁκόταν πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον· ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ, ἢν ἀψυχίη ἐγγένηται, ταῦτα ὁκόταν προσῇ τῷ κάμνοντι ἢ τῇ καμνούσῃ κατ᾿ ἀρχὰς, παραφροσύνην οἴου ἐσομένην.
其征兆如下:黑便预示死亡,而若每日皆见类似于健康人之大便,则预示生还;然若对栓剂无反应,且呼吸顺畅,而起立至便座或在病榻上时发生晕厥——若此等症状于起病之初出现于男女患者,当料其将发狂。
Προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν· ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος ἐκ ῥινῶν ἐσομένην· ὁρῇν δὲ χρὴ καὶ τοὺς μυκτῆρας· ἢν ὁμοίως τὸ πνεῦμα δι᾿ ἀμφοτέρων ἕλκηται, καὶ ἢν πουλὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίγνεσθαι σπασμός· ἢν δὲ σπκσμὸς γένηται τῷ τοιῷδε, θάνατος προσδόκιμος, καὶ καλῶς ἔχει προλέγειν.
亦当留心其双手;盖若其双手发抖,当预料此类患者将出现鼻衄;亦当察其鼻孔:若两鼻孔吸气均匀,且自鼻孔排出甚多,则惯常发生痉挛;若此类患者发生痉挛,则死期将至,宜预先告知。

词汇与语法注释

  1. p.436ὅκως μὴ διαλήσεται τῶν προφασίων — ὅκως μὴ 后接将来直说动词(διαλήσεται,即 διαλανθάνω 的将来中动相),是由前文 προσεκτέον 引导的表示预防/努力的副词从句。此外,由于动词 διαλανθάνω 支配属格,因此 τῶν προφασίων 及后续成分皆用属格。
  2. p.438κεφαλὴν ὅκως ἔχει — 先行(prolepsis)宾格的例子。逻辑上本应作为间接疑问句 ὅκως ἔχει 主语的 κεφαλή,以宾格形式 κεφαλὴν 被提前置于句首作为审察对象。
  3. p.440κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοιστ τριταίους, πρὸς ταύτην ἤδη καὶ τὰ ἄλλα συνορῇν — 形容词 τριταίους 作状语使用,表示时间(“在第三日”)。πρὸς ταύτην 意为“以此日(第三日)为基准”或“结合此日”。不定式 συνορῇν 具有命令力量(命令式不定式)。
  4. p.440παραφροσύνην οἴου ἐσομένην — οἴου 是动词 οἴομαι(认为、预料)的现在时命令式第二人称单数。它支配一个宾格加分词结构,其中 παραφροσύνην 为宾格主语,将来时分词 ἐσομένην 作述语,用于间接引语(表示“料想谵妄将会发生”)。

引用这一段

希波克拉底, 论急性病摄生法(附录) §9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。