Humanitext Reader

ヒポクラテス · 急性病の養生法について(付録) §10

冬の熱病の危険な兆候と病勢の転移

6 / 12 箇所 · ギリシア語

要旨

冬の熱病、5日目・14日目の節目における重篤な兆候、腫脹の消退に伴う神経症状、急性期の鼻出血と病因物質の転移(沈着)による解決、および吃逆を伴う熱病の治療法について論じている。

§1010. Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ γλῶσσα τρηχείη γένηται καὶ ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ ἀλλ᾿ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει·
10. もし冬の熱病において舌が荒れ、失神が伴うならば、そのような患者には熱の緩和もしばしば起こる。 しかしそれでもなお、このような患者に対しては、絶食、水の飲用、蜂蜜水の飲用によって注意深く見守らねばならない。
καὶ χυλοῖσι παραφύλασσε, μηδὲν πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τοιάδε ἔχοντες σημεῖα, ἐπικίνδυνοί εἰσι θνήσκειν·
そして、熱の緩和を決して信用せず、穀物の煎じ汁によって注意深く見守れ。 なぜなら、このような兆候を持つ者は死ぬ危険があるからである。
ὁκόταν δὲ ταῦτα συνειδῇς, οὅτω προλέγειν, ἤν σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα.
これらをよく理解したなら、十分に観察した上で、もし君が望むならそのようにあらかじめ告知せよ。
Ὁκόταν δὲ πυρετοῖσε φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, ἡ κοιλίη ἐξαίφνης ὑγρὰ διαχωρήσῃ, καὶ ἀψυχίη γένηται, ἢ ἀφωνίη ἐπιλάβῃ, ἢ σπασμώδης γένηται ἢ λυγμώδης, ἐπὶ τούτοισιν ἀσώδεα φιλέει γίγνεσθαι, καὶ περὶ ὑποῤῥίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς·
もし5日目の熱病において、恐るべきことが起こり、腹が突然水様便を排出し、失神が生じるか、あるいは失声が襲うか、あるいは痙攣や吃逆が起こるなら、これらの症状に加えて吐き気が生じやすく、また鼻の下や額、そして頭の後ろの首に汗が流れやすい。
οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσιν οὐκ ἐς μακρὸν πνευματωθέντες.
これらを被る患者は、お腹にガスが溜まって間もなく死ぬ。
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν·
熱病において脚に腫物ができ、熱病が続いている間に時間が経ってもそれが成熟せず、さらに喉に窒息感が襲い、喉の周りが痩せ細っているのに成熟せず、むしろ消退してしまうような人々においては、そのような患者には鼻から血が出ることが多い。
κἄν μὲν πουλὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου·
そして、もし多く流れるなら、病気の解決を意味する。
ἢν δὲ μὴ, μακρήν·
もしそうでなければ、長期化を意味する。
ὁκόσῳ δ᾿ ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες·
流れる量が少なければ少ないほど、それだけ状態は悪く、長引く。
ἢν δὲ τἄλλα ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα·
しかし、もし他の点では極めて容易になるなら、そのような患者には足に痛みが及ぶことを予想せよ。
ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληἴδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι·
もし痛みが足にとりつき、非常に痛んで燃えるように熱い状態のまま留まり、それが解消しないなら、徐々に首、鎖骨、肩、胸、そして関節へと痛みがやって来て、これもまた腫れることになるであろう。
σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη·
しかし、これらが消退するときに、もし手が引きつるか、あるいは震えるなら、そのような患者を痙攣とせん妄が襲う。
ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ·
さらに、眉に小水疱や赤斑が生じ、一方の眼瞼が他方の眼瞼に対して異様に成長し、硬い炎症が支配し、眼がひどく腫れ、せん妄が大きく進行する。
αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην.
そして、せん妄に関しては、昼よりも夜の方がそれをより強く示す。
Τὰ δὲ σημεῖα μάλιστα γίγνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον·
兆候はとりわけ、奇数日あるいは偶数日に多く現れる。
ὁκοτέρῳ δ᾿ ἂν τούτων τῶν ἀριθμῶν γίγνηται, ὄλεθροι ἐπιγίγνονται.
これらいずれの日に現れるにせよ、破滅がそれに続く。
Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης, ἢν βορβορύζῃ ἡ κοιλίη·
このような患者に対して、もし最初から薬物治療をしようと望むなら、もし腹が鳴る場合は、5日目より前に行え。
εἰ δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι·
もしそうでなければ、薬物を与えずに放置せよ。
ἢν δὲ διαβορβορύζῃ, καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε μετρίως·
もし腹が鳴り続け、排泄物が胆汁質であるなら、スカモニウムで適度に下腹を浄化せよ。
τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν πόματα καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες.
その他の治療においては、飲み物や流動食をできるだけ少なく与えよ。 彼らが緩和された状態で14日目を越えない限り、その方が状態が良くなるからである。
Ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει ἥκειν λύσις ταχείη, οὐδ᾿ ἀπαλλαγὴ τοῦ νουσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει·
熱病の患者が14日目で失声が加わるとき、速やかな解決は訪れず、病気からの解放も起こらないのが常であり、むしろそのような患者には長期化を意味する。
ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει.
この日にそれが出現するとき、より長期に及ぶことになる。
Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ ἡ γλῶσσα ἐκτεταραγμένα διαλέγηται, καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέῃ ὑγρὰ, φιλέει παραληρέειν ὁ τοιόσδε·
4日目の熱病の患者において、舌がもつれて話し、腹が胆汁質の水様便を排出するとき、そのような患者はせん妄状態になることが多い。
ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσιν.
しかし、結果として起こる事柄に寄り添って、注意深く観察せねばならない。
Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης ξυντονίην καὶ πολλὴν θεραπείην κατὰ τὰς φλέβας δηλοῖ, καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας·
夏および秋の季節において、急性疾患の際に突然の鼻出血が起こることは、血管における緊張と多大な治療を、そして翌日には希薄な尿の出現を指し示す。
καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ, καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ, ἢ μελαγχολικὸς ᾖ, ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν·
そして、もし彼が人生の盛りにあり、体が運動や豊かな筋肉によってそのようになっており、あるいは憂鬱質であり、あるいは飲酒によって手が震えているなら、せん妄や痙攣をあらかじめ告知するのがよい。
κἢν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον, ἐν κρισίμῃσι δὲ ὀλέθριον·
そして、もしそれが偶数日に起こるならより良く、決定的な日に起こるなら破滅的である。
ἢν μὲν πουλὺ ἀλὲς ἀποσυθὲν αἷμα ἐξόδους ποιήσηται, τῆς πλεονεξίης κατὰ ῥῖνας, ἢ κατὰ ἕδρην ἐμπλησθείσης, ἀπόστασιν, ἢ πόνους ἐν ὑποχονδρίῳ, ἢ ἐς ὄρχιας, ἢ ἐς σκέλεα·
もし多量の血液が一塊となって流出し、鼻から、あるいは満ち溢れた過剰によって肛門から排出を遂げるなら、転移を引き起こすか、あるいは下肋部、精巣、脚における痛みの解決をもたらす。
λυθέντων δὲ τουτέων, ἔξοδοι γίγνονται πτυσμῶν παχέων, οὔρων λείων, λευκῶν.
これらが解決すると、粘り気のある痰や、滑らかで白い尿の排出が起こる。
Πυρετῷ λυγγώδει, ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου, καὶ χαλβάνην ἐν μέλιτι, καὶ κύμινον ἐκλεικτικὸν, καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν·
吃逆を伴う熱病に対しては、シルフィウムの搾り汁、酸蜜、野生のニンジンをすり潰して、飲むように与えよ。 また、蜂蜜に混ぜたガルバヌムや、舐め剤としてのクミンを与え、さらにこれらに加えて大麦の煎じ汁をすすらせよ。
ἄφυκτος δὲ ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται, καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ, ἢ ἐς ἀπόστασιν στηρίξῃ·
もし決定的な発汗と穏やかな睡眠が続かず、また濃厚で刺激的な尿が流れず、あるいは転移に定着しないなら、そのような患者は死を免れない。
κόκκαλος καὶ σμύρνα ἐκλεικτόν·
松の実と没薬を舐め剤として与えよ。
πίνειν δὲ τούτοισι διδόναι ὀξύμελι ὡς ἐλάχιστον·
そして、これらの者には酸蜜を極めて少量飲ませよ。
ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος.
もし非常に喉が渇くなら、大麦の水を与えよ。

語釈・文法注

  1. p.444τὸν τοιόνδε παραφυλάσσειν — 不定詞 `παραφυλάσσειν` は、義務(〜せねばならない)または命令の意味で使われており、対格の主語 `τὸν τοιόνδε`(このような患者を)を伴っている。
  2. p.448ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες — `ἢν μὴ...` は「14日目を緩和した状態で(分詞 `ἐπανέντες`)越えるのでない限り」という条件を表す。病勢が和らがないまま長引く場合、治療方針の有効性が試されることを意味する。
  3. p.452ἀπόστασιν — 動詞 `ποιήσηται`(〜を行う、〜をもたらす)の目的語、または文脈上の結果として、病巣の「転移」や他部位での「痛みの解消」をもたらすことを指す。ギリシア医学における `ἀπόστασις` は、病因が特定の局所に移動・沈着して解決に向かうプロセスを表す。

この箇所を引用する

ヒポクラテス, 急性病の養生法について(付録) §10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。