§88. Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ, τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων, καὶ περιστέλλων κηρώμασι, καὶ ταινιδίοισι περιελίσσων πρόσεχε, ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος·
8. 熱病において一貫して腹が緩い患者たちにとっては、特に足を温め、蝋軟膏で包み、包帯を巻くことに注意を向け、足が体の他の部分よりも冷たくならないようにせよ。
θερμοῖσι δὲ ἐοῦσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει ὅκως μὴ ψυχθήσονται·
足が温かいときには、いかなる温熱薬も施してはならず、ただ冷えないように見守れ。
πόμκτι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ ὕδατι ψυχρῷ ἢ μελικρήτῳ.
飲み物としては、冷たい水または蜂蜜水をできる限り少量用いるべきである。
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη, οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκύδας ἀφαιρέουσι, καὶ τὰς ῥῖνας σκάλλουσι, καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ᾿ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον·
熱病において腹が緩く、意識が錯乱している患者たちにとっては、その多くが衣服のほつれ糸をむしり取り、鼻をほじり、尋ねられたことには短く答えるものの、自発的には一貫したことを何も話さない。
δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι·
それゆえ、このような症状は黒胆汁によるものと思われる。
ἢν δὲ τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ ξυντήκῃ, δοκέει μοι τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα προσφέρειν, καὶ τὰ πόματα στατικὰ καὶ οἰνωδέστερα ἢ καὶ στυπτικώτερα.
もし彼らがそのような状態にあるときに腹が緩く、かつ消耗しているなら、より冷たくより濃い重粥を施し、飲み物は下痢を止める、よりワインらしさのある、あるいはさらに渋みのあるものにするのがよいと私には思われる。
Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε ἀπ᾿ ἀρχῆς καὶ σφυγμοὶ κἑφαλῆς εἰσι καὶ οὖρα λεπτὰ, τουτέοισι προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον τὸν πυρετόν·
熱病の当初からめまいと頭部の拍動があり、尿が薄い患者たちにとっては、危機の時期に向けて熱が激発することを予想せよ。
οὐ θαυμάσαιμι δ᾿ ἂν οὐδ᾿ εἰ παραφρονήσειαν.
彼らが正気を失ったとしても、私は驚かないだろう。
Οἷσι δὲ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα καὶ παχέα, τοὺς τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τὰ ἄλλα ξυμφέρῃ·
当初に尿が雲のように混濁して濃い患者たちに対しては、他の状況も適しているならば、軽く瀉下せよ。
ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους, ἀλλ᾿ ἢν δοκέῃ, κλύσαι·
しかし、当初に尿が薄い患者たちに対しては、薬物で瀉下してはならず、もし適当と思われるなら、クラシス(浣腸)をせよ。
τούτους ξυμφέρει οὕτω θεραπεύεσθαι, τῷ σώματι ἡσυχίην ἄγοντας, ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς·
これらの人々は、体に安静を保たせ、全身を均等に油で摩り、包み込みながら、以下のように治療されるのが有益である。
ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ, καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέρην·
飲み物としては薄い蜂蜜水を用い、夕方に向けて重粥として大麦の煮汁を用いよ。
κοιλίην δὲ ὕπαγε κατ᾿ ἀρχὰς κλυσμῷ·
腹は初めに浣腸によって緩めよ。
φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν·
しかし、薬物はこれらの人々に投与してはならない。
ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ πεπαίνεται, ἀλλ᾿ ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται.
というのも、もしあなたが腹を何か動かしてしまうなら、尿は成熟せず、むしろ、熱は無汗で、かつ危機の訪れないまま、長い間続くだろうからである。
Τὰ δὲ ῥοφήματα, ὁκόταν ἐγγὸς τῶν κρισίων ᾖ, μὴ δίδου, ἢν θορυβῆται, ἢν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον·
しかし、危機が近づいているとき、もし患者が不穏であるならば、重粥を与えてはならない。 しかし、もし熱が和らぎ、快方に向かっているならば、与えよ。
φυλάσσεσθαι δὲ χρὴ καὶ τῶν ἄλλων πυρετῶν τὰς κρίσιας, καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν.
他の熱病の危機に対しても警戒し、この時期には重粥を差し控えるべきである。
Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι, καὶ ἀποσκήμματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον·
これらの熱病は長引く習性があり、もし下半身が冷たいなら、耳の周りや首の辺りに転移を生じる習性がある。
ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχειν μεταβολάς·
しかし、もし冷たくないなら、他の変化を経る。
ῥέει δὲ καὶ αἷμα ἐκ ῥινῶν, καὶ αἱ κοιλίαι τοῖσι τοιουτέοισιν ἐκταράσσονται·
また、鼻から出血することもあり、そのような患者たちにおいては腹が激しく乱れる。
ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι, καὶ ὑποχόνδρια ξυντείνουσι, καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ, καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται·
吐き気を伴う熱病であり、下肋部が張り、横たわっていても同じ場所に留まっているのに耐えられず、末端がすべて冷えている患者たちは、最大の配慮と注意を必要とする。
διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές·
これらの人々には、薄めた酸味蜂蜜水以外は何も与えずに過ごさせよ。
ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ, καὶ τὸ οὖρον πεπανθῇ·
重粥は熱が引いて尿が成熟するまでは、与えてはならない。
κατακλίνειν δέ ἐς ζοφερὰ οἰκήματα, καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα, καὶ ὡς ἥκιστα ῥιπτάζειν·
暗い部屋に横たわらせ、できる限り柔らかい敷物の上に横たわらせておくこととし、同じ姿勢を長時間辛抱強く保たせ、できるだけ悶え動かないようにさせよ。
μάλιστα γὰρ τοῦτο τοὺς τοιούτους ὠφελέει.
これこそがこのような患者に最も有益だからである。
Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει, φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενος· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ἐν ὕδατι καὶ ἐλαίῳ.
また、下肋部には、水と油で煮た生温かい亜麻仁を塗って施し、それが施されるときに患者が寒気を感じないように注意せよ。
Τεκμαίρεσθαι δὲ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι·
これから起こることを尿から判断せよ。
ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα·
もし尿がより濃く黄色いなら、状況はより良く、より薄く黒いなら、より悪い。
ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ νοσέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην.
もし尿に変化があるなら、それは長期化を意味し、病人の不規則な状態が、悪化の方向にも、また改善の方向にも変化せざるを得ないことを示す。
Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν, μέχρις ἂν στῶσιν, ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.
不安定な熱病は、それらが定まるまではそのままにしておき、定まったならば、自然の道理に従って観察しながら、適切な食事療法と治療をもって対処せよ。