← ヒポクラテス

急性病の養生法について(付録)

§8

熱病の諸症状に対する養生法と尿による予後

熱病中の下腹部の緩さ、意識錯乱、尿の濁りなどの諸症状に応じた治療法、食事指導、薬物・浣腸の使用判断が論じられ、尿の観察による予後予測や、不安定な熱病への対処について述べられている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

​8. Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ, τουτέοισι1 διαφερόντως τοὺς πόδας θερμαίνων, καὶ περιστέλλων κηρώμασι, καὶ ταινιδίοισι περιελίσσων πρόσεχε, ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος· θερμοῖσι δὲ ἐοῦσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει ὅκως μὴ ψυχθήσονται· πόματι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ ὕδατι ψυχρῷ ἢ μελικρήτῳ. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη, οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκύδας ἀφαιρέουσι, καὶ τὰς ῥῖνας σκάλλουσι, καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ᾿ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον· δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι· ἢν δὲ τοιῶνδε ἐόντων2 ἡ κοιλίη ὑγρὴ ᾖ καὶ ξυντήκῃ, δοκέει μοι τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα προσφέρειν, καὶ τὰ πόματα στατικὰ καὶ οἰνωδέστερα ἢ καὶ στυπτικώτερα. Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε ἀπ᾿ ἀρχῆς καὶ σφυγμοὶ κεφαλῆς εἰσι καὶ οὖρα λεπτὰ, τουτέοισι προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαιμι δ᾿ ἂν οὐδ᾿ εἰ παραφρονήσειαν. Οἷσι δὲ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα καὶ παχέα, τοὺς τοιούσδε ὑποκαθαίρειν,3 ἢν καὶ τὰ ἄλλα ξυμφέρῃ· ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους, ἀλλ᾿ ἢν δοκέῃ, κλύσαι· τούτους ξυμφέρει οὕτω θεραπεύεσθαι, τῷ σώματι ἡσυχίην ἄγοντας, ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ, καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέρην· κοιλίην δὲ ὕπαγε κατ᾿ ἀρχὰς κλυσμῷ· φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν· ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ πεπαίνεται, ἀλλ᾿ ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται. Τὰ δὲ ῥοφήματα, ὁκόταν ἐγγὸς τῶν κρισίων ᾖ, μὴ δίδου, ἢν θορυβῆται, ἢν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· φυλάσσεσθαι δὲ χρὴ καὶ τῶν ἄλλων πυρετῶν τὰς κρίσιας, καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν. Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι,4 καὶ ἀποσκήμματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον· ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχειν μεταβολάς· ῥέει δὲ καὶ αἷμα ἐκ ῥινῶν, καὶ αἱ κοιλίαι τοῖσι τοιουτέοισιν ἐκταράσσονται· ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι, καὶ ὑποχόνδρια ξυντείνουσι, καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ, καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται· διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ, καὶ τὸ οὖρον πεπανθῇ· κατακλίνειν δέ ἐς ζοφερὰ οἰκήματα, καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα, καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούτους ὠφελέει. Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει, φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενος· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ἐν ὕδατι καὶ ἐλαίῳ. Τεκμαίρεσθαι δὲ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα· ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ νοσέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην. Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν, μέχρις ἂν στῶσιν, ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.

​8. 熱病において一貫して腹が緩い患者たちにとっては、特に足を温め、蝋軟膏で包み、包帯を巻くことに注意を向け、足が体の他の部分よりも冷たくならないようにせよ。足が温かいときには、いかなる温熱薬も施してはならず、ただ冷えないように見守れ。飲み物としては、冷たい水または蜂蜜水をできる限り少量用いるべきである。熱病において腹が緩く、意識が錯乱している患者たちにとっては、その多くが衣服のほつれ糸をむしり取り、鼻をほじり、尋ねられたことには短く答えるものの、自発的には一貫したことを何も話さない。それゆえ、このような症状は黒胆汁によるものと思われる。もし彼らがそのような状態にあるときに腹が緩く、かつ消耗しているなら、より冷たくより濃い重粥を施し、飲み物は下痢を止める、よりワインらしさのある、あるいはさらに渋みのあるものにするのがよいと私には思われる。熱病の当初からめまいと頭部の拍動があり、尿が薄い患者たちにとっては、危機の時期に向けて熱が激発することを予想せよ。彼らが正気を失ったとしても、私は驚かないだろう。当初に尿が雲のように混濁して濃い患者たちに対しては、他の状況も適しているならば、軽く瀉下せよ。しかし、当初に尿が薄い患者たちに対しては、薬物で瀉下してはならず、もし適当と思われるなら、クラシス(浣腸)をせよ。これらの人々は、体に安静を保たせ、全身を均等に油で摩り、包み込みながら、以下のように治療されるのが有益である。飲み物としては薄い蜂蜜水を用い、夕方に向けて重粥として大麦の煮汁を用いよ。腹は初めに浣腸によって緩めよ。しかし、薬物はこれらの人々に投与してはならない。というのも、もしあなたが腹を何か動かしてしまうなら、尿は成熟せず、むしろ、熱は無汗で、かつ危機の訪れないまま、長い間続くだろうからである。しかし、危機が近づいているとき、もし患者が不穏であるならば、重粥を与えてはならない。しかし、もし熱が和らぎ、快方に向かっているならば、与えよ。他の熱病の危機に対しても警戒し、この時期には重粥を差し控えるべきである。これらの熱病は長引く習性があり、もし下半身が冷たいなら、耳の周りや首の辺りに転移を生じる習性がある。しかし、もし冷たくないなら、他の変化を経る。また、鼻から出血することもあり、そのような患者たちにおいては腹が激しく乱れる。吐き気を伴う熱病であり、下肋部が張り、横たわっていても同じ場所に留まっているのに耐えられず、末端がすべて冷えている患者たちは、最大の配慮と注意を必要とする。これらの人々には、薄めた酸味蜂蜜水以外は何も与えずに過ごさせよ。重粥は熱が引いて尿が成熟するまでは、与えてはならない。暗い部屋に横たわらせ、できる限り柔らかい敷物の上に横たわらせておくこととし、同じ姿勢を長時間辛抱強く保たせ、できるだけ悶え動かないようにさせよ。これこそがこのような患者に最も有益だからである。また、下肋部には、水と油で煮た生温かい亜麻仁を塗って施し、それが施されるときに患者が寒気を感じないように注意せよ。これから起こることを尿から判断せよ。もし尿がより濃く黄色いなら、状況はより良く、より薄く黒いなら、より悪い。もし尿に変化があるなら、それは長期化を意味し、病人の不規則な状態が、悪化の方向にも、また改善の方向にも変化せざるを得ないことを示す。不安定な熱病は、それらが定まるまではそのままにしておき、定まったならば、自然の道理に従って観察しながら、適切な食事療法と治療をもって対処せよ。

構文注4 件
  1. 8Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ, τουτέοισι...

    文頭の Ὁκόσοισι (与格)は、後続の指示代名詞 τουτέοισι によって文法的に受け直され、主動詞 πρόσεχε (「注意を向けよ」) の支配を受ける。主題化された名詞句を与格で提示したのち、大名詞で受けるという懸垂構造(anakoluthon の一種)であり、ヒポクラテスの文体によく見られる。

  2. 8τοιῶνδε ἐόντων

    指示代名詞 τοιοῖσδε (「このような者たち」) の属格複数形を伴う独立属格 (genitive absolute) 構文。「彼らがこのような状態にあるときに」という背景条件を記述する。

  3. 8τοὺς τοιούσδε ὑποκαθαίρειν

    不定詞 ὑποκαθαίρειν (および本章の多くのアオリストまたは現在不定詞) は、命令のニュアンスを表す「命令的不定詞(infinitivus pro imperativo)」として用いられており、医師に対する指示としての役割を果たす。

  4. 8Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι

    動詞 μανθάνω の完了形 (μεμάθηκα) に不定詞が後続する慣用表現で、「〜する習性がある」「〜しがちである」を意味する。医学的言説において、特定の病状がたどる規則的な傾向や性質を客観的に記述するために用いられる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 2 件
urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:8