§77. Ἢν πυρετὸς λάβῃ παλαιῆς κόπρου ὑπεούσης, νεοβρῶτι ἐόντι, ἤν τε ξὺν ὀδύνῃ πλευροῦ, ἤν τε μὴ, ἡσυχίην ἄγεινιμέχρις οὗ καταβῇ τὰ σιτία πρῶτόν ἐς τὴν κάτω κοιλίην·
7. もし最近食事をとったばかりの患者に、古い糞便が残っている状態で熱が襲うならば、脇腹の痛みがあろうとなかろうと、まず食物が下腹部に下るまでは安静にさせるべきである。
πόματι δὲ χρεέσθω ὀξυμέλιτι·
そして飲み物としては酸味蜂蜜水を用いるようにせよ。
ὁκόταν δὲ ἐς τὴν ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ, ἢ καθᾶραι φαρμάκῳ·
腰に重苦しさを感じるようになったときは、浣腸によって下部を洗浄するか、あるいは薬物によって瀉下せよ。
ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῥοφήματι πρῶτον καὶ πόματι μελικρήτῳ· ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι καὶ οἴνῳ ὑδαρεῖ, ἐς νύκτα ὀλίγῳ·
排泄がなされたときは、まず重粥と蜂蜜水の飲み物によって養生させ、その後、食物と煮た魚、および水で薄めたワインを、夜に向けて少量与えよ。
ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον.
日中は水で薄めた蜂蜜水を与えよ。
Ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν, οὕτως ἢ βαλάνῳ ἢ κλυσμῷ·
もしガスが悪臭を放つならば、その時は坐薬か浣腸によって対処せよ。
εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίην, εἶθ᾿ οὕτω κλυσμῷ ὑπαγαγεῖν.
もしそうでなければ、酸味蜂蜜水を飲ませて控え、それが下腹部に下るまで待ち、その上でこのように浣腸によって排出させよ。
Ἢν δὲ λαπαρῷ ἐόντι καῦσος ἐπιγένηται, ἤν σοι δοκέῃ φαρμακεύειν ἐπιτηδείως ἔχειν, ἔσω τριῶν ἡμερέων μὴ φαρμακεύειν, ἀλλ᾿ ἢ τεταρταῖον.
もし、お腹が空っぽの状態であるときにカウソス(稽留熱)が生じ、薬物治療を施すのが適当であると思われるならば、三日以内には薬物を与えず、四日目になって初めて与えよ。
Ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσεις μελλόντων ἔσεσθαι τῶν πυρετῶν, ἀλλὰ ληγόντων, ἀλλὰ παυσαμένων, καὶ ὡς ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς.
薬物治療を施したときは、熱の激発に注意を払いながら重粥を用い、熱がまさに起ころうとしているときには決して与えず、熱が衰えているとき、あるいは治まったときに、そして発作の始まりからできるだけ遠ざけて与えるようにせよ。
Ποδῶν δὲ ψυχρῶν ἐόντων, μήτε ποτὸν μήτε ῥόφημα μήτ᾿ ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ᾿ εἶναι διαφυλάσσεσθαι, ἕως ἂν διάθερμοι σφόδρα γένωνται·
足が冷えているときは、飲み物も重粥も、その他そのようなものは一切与えてはならず、むしろ足が十分に温まるまでは、これを防ぐことを最大の肝要とみなせ。
εἶθ᾿ οὕτω τὸ ξυμφέρον πρόσφερε.
そうして、しかる後に有益なものを与えよ。
Ὡς γὰρ ἐπιτοπουλὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν·
というのも、多くの場合、足の冷えは熱が激発しようとしている兆候だからである。
εἰ δ᾿ ἐν τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις·
もしこのような時に食物等を与えるならば、あらゆる最大の過ちを犯すことになる。
τὸ γὰρ νούσημα αὐξήσεις οὐ σμικρῶς.
病気をごくわずかならず増大させてしまうからである。
Ὁκόταν δὲ ὁ πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίγνονται τοῦ ἄλλου σώματος·
熱が引くときは、反対に、足は体の他の部分よりも温かくなる。
αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἐκ τοῦ θώρηκος, ἐς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα·
というのも、熱は足を冷やしながら、胸部から燃え上がり、頭部へと炎を送り込むことで増大するからである。
ξυνδεδραμηκότος δὲ ἅλες τοῦ θερμοῦ ἅπκντος ἄνω, καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν, εἰκότως οἱ πόδες ψυχροὶ γίγνονται, ἄσαρκες καὶ νευρώδεες φύσει ἐόντες·
熱のすべてが上部へと一堂に集まり、頭部へと立ち上るとき、足は本性上、肉がなく腱が多いものであるため、当然冷たくなる。
ἔτι δὲ πουλὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται, ξυναθροιζομένου τοῦ θερμοῦ ἐς τὸν θώρηκα·
さらに、最も熱い部位から大きく離れているため、熱が胸部に集まるにつれて冷えていく。
καὶ πάλιν ἀνάλογον, λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου, ἐς τοὺς πόδας καταβαίνει·
そして逆に、熱が解けて分散するとき、それは足へと下っていく。
κατὰ δὲ τὸν χρόνον τοῦτον ἡ κεφαλὴ καὶ ὁ θώρηξ κατέψυκται.
この時間帯には、頭部と胸部は冷えている。
Τοῦ δ᾿εἵνεκα προσεκτέον, ὅτι, ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι, θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν, καὶ ὑποχόνδριον ἐντεταμένον, καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν, καὶ μετεωρισμὸν γνώμης, καὶ ἀλγήματα·
それゆえに注意すべきなのは、足が冷えているとき、腹部は必然的に熱く、激しい不快感に満ち、下肋部は緊張し、内部の乱れのために体を悶えさせ、意識の混濁や痛みが生じるということである。
καὶ ἕλκεται, καὶ ἐμέειν ἐθέλει, καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται·
そして腹部は刺激され、吐きたがり、もし有害なものを吐き出すなら苦痛を感じる。
θέρμης δὲ καταβάσης ἐς τοὺς πόδας, καὶ οὔρου διελθόντος, κἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ·
しかし、熱が足へと下り、尿が通り抜けたならば、たとえ汗をかかなくとも、すべての症状は和らぐ。
κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι τότε δὲ ὄλεθρος.
したがって、この時期にこそ重粥を与えるべきであり、あの時期に与えるのは破滅である。