§88. Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ, τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων, καὶ περιστέλλων κηρώμασι, καὶ ταινιδίοισι περιελίσσων πρόσεχε, ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος· θερμοῖσι δὲ ἐοῦσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει ὅκως μὴ ψυχθήσονται· πόμκτι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ ὕδατι ψυχρῷ ἢ μελικρήτῳ.
8. 对于在发热期间始终腹部呈泄泻状态者,当特别注意温暖其足,敷以蜡膏,并用绷带缠绕,切勿使其比身体其他部分寒冷;足部温暖时,则切勿施加任何温热敷剂,但当防其变冷;饮水则当用极少之冷水或蜂蜜水。
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη, οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκύδας ἀφαιρέουσι, καὶ τὰς ῥῖνας σκάλλουσι, καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ᾿ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον· δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι·
对于在发热中腹泻且神志错乱者,此类患者多有摸床衣角、抠鼻之举,虽能简短回答所问,但自身决无连贯之言;故在我看来,此类症状属黑胆汁质。
ἢν δὲ τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ ξυντήκῃ, δοκέει μοι τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα προσφέρειν, καὶ τὰ πόματα στατικὰ καὶ οἰνωδέστερα ἢ καὶ στυπτικώτερα.
若在此等状态下,其腹泻且身体消瘦,则在我看来,当给予更冷且更稠之重粥,其饮品则当用止泻、更具酒性或更带涩性者。
Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε ἀπ᾿ ἀρχῆς καὶ σφυγμοὶ κἑφαλῆς εἰσι καὶ οὖρα λεπτὰ, τουτέοισι προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαιμι δ᾿ ἂν οὐδ᾿ εἰ παραφρονήσειαν.
对于自热病之始即有眩晕、头部搏动且尿液清稀者,当预料其在危机期热势将加剧;即使其神志失常,我亦不感惊异。
Οἷσι δὲ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα καὶ παχέα, τοὺς τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τὰ ἄλλα ξυμφέρῃ· ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους, ἀλλ᾿ ἢν δοκέῃ, κλύσαι· τούτους ξυμφέρει οὕτω θεραπεύεσθαι, τῷ σώματι ἡσυχίην ἄγοντας, ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ, καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέρην· κοιλίην δὲ ὕπαγε κατ᾿ ἀρχὰς κλυσμῷ· φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν·
对于在开始时尿液呈云雾状且浓稠者,若其他情况亦相宜,当予以微泻;但对于在开始时尿液清稀者,切勿以药泻之,若似适宜,可用灌肠;此类患者宜如此治疗:使身体安静,均匀涂油并包裹;饮用稀释之蜂蜜水,至傍晚则给予大麦重粥之汁;开始时以灌肠导下其腹;但切勿对此类患者施用药物。
ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ πεπαίνεται, ἀλλ᾿ ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται.
盖若使腹部产生任何惊动,尿液即不得成熟,发热将长期无汗且无危机。
Τὰ δὲ ῥοφήματα, ὁκόταν ἐγγὸς τῶν κρισίων ᾖ, μὴ δίδου, ἢν θορυβῆται, ἢν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· φυλάσσεσθαι δὲ χρὴ καὶ τῶν ἄλλων πυρετῶν τὰς κρίσιας, καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν.
当临近危机期时,若患者烦躁,则切勿给予重粥;若热势缓解且呈好转之势,则可给予;亦当防范其他发热之危机,并在此期间撤去重粥。
Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι, καὶ ἀποσκήμματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον· ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχειν μεταβολάς· ῥέει δὲ καὶ αἷμα ἐκ ῥινῶν, καὶ αἱ κοιλίαι τοῖσι τοιουτέοισιν ἐκταράσσονται·
此类发热惯常变得持久,且若下部寒冷,则在耳周及颈部产生转移之脓肿;若下部不冷,则产生其他变化;且此类患者亦有鼻衄,腹部亦剧烈紊乱。
ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι, καὶ ὑποχόνδρια ξυντείνουσι, καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ, καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται· διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ, καὶ τὸ οὖρον πεπανθῇ· κατακλίνειν δέ ἐς ζοφερὰ οἰκήματα, καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα, καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούτους ὠφελέει.
对于发热伴恶心、胁下紧绷、卧而不耐静止于同处、且四肢末端皆冷者,需要极精密之照料与防范;除了稀释之酸蜜水外,切勿给予其他任何饮食以度日;重粥则切勿给予,直至热势衰退且尿液成熟;当使其卧于暗室,并卧于极柔软之床榻上,长久耐受同一姿势,尽可能减少辗转反侧;盖此举对此类患者最为有益。
Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει, φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενος· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ἐν ὕδατι καὶ ἐλαίῳ.
在胁下涂抹于水与油中煮熟之微温亚麻仁,防其在涂抹时产生寒战。
Τεκμαίρεσθαι δὲ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα· ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ νοσέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην.
当由尿液推测未来之病势:盖若尿液较稠且较黄,则病势较佳;若较稀且较黑,则较恶劣;若尿液多有变化,则预示病程持久,且病人之不规则状态势必向恶化或向好转转化。
Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν, μέχρις ἂν στῶσιν, ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.
对于不稳定的发热,当任其发展直至其稳定,一旦稳定,则当根据自然规律进行观察,并辅以相宜之饮食与治疗。