§55. Ὁκόταν ἀλγήματα προγένηται, μελαίνης χολῆς καὶ δριμέων ῥευμάτων ἐπιῤῥύσιες γίγνονται·
5. 痛みが先行するとき、黒胆汁および刺激性の流体の流入が生じている。
ἀλγέει δὲ τὰ ἐντὸς δακνόμενος·
そして患者は、内部を刺されるように痛む。
δηχθεῖσαι δὲ καὶ λίην ξηραὶ γενόμεναι αἱ φλέβες ἐντείνονταί τε καὶ φλεγμαίνουσαι ἐπισπῶνται τὰ ἐπιῤῥέοντα·
刺激され、また極度に乾燥した血管は緊張し、炎症を起こしながら、流れ込んでくるものを引き込む。
ὅθεν διαφθαρέντος τοῦ αἵματος, καὶ τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν, καταψύξιές τε γίγνονται ὑπὸ τῆς στάσιος, καὶ σκοτώσιες, καὶ ἀφωνίη, καὶ καρηβαρίη, καὶ σπασμοὶ, ἢν ἤδη ἐπὶ τὴν καρδίην ἢ τὸ ἧπαρ ἢ ἐπὶ τὴν φλέβα ἔλθῃ·
そのために血液が変質し、気がその中で自然な経路を進むことができなくなると、停滞によって冷えが生じ、また目眩、失語、頭重、痙攣が生じる。 もしそれらがすでに心臓や肝臓、あるいは主要な静脈へと至るならば。
ἔνθεν ἐπίληπτοι γίγνονται ἢ παραπλῆγες, ἢν ἐς τοὺς περιέχοντας τόπους ἐμπέσῃ τὰ ῥεύματα, καὶ ὑπὸ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ.
そこから、もし流体が周囲の部位に流れ込み、通り抜けることのできない気によって乾燥させられるならば、てんかん患者となるか、あるいは半身不随となる。
Ἀλλὰ χρὴ τοὺς τοιούτους προπυριῶντα φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώρων ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμάτων·
しかし、このような患者に対しては、初めに温熱療法を施した上で、直ちに病の初期に瀉血を行うべきである。 苦痛を与えているすべての気や流体が浮遊しているうちに。
εὐβοηθητότερα γάρ ἐστιν·
その方が治療しやすいからである。
καὶ ἀναλαμβάνοντα, καὶ τὰς κρίσιας ἐπιθεωρέοντα, φαρμακεύειν, ἢν μὴ κουφίζηται, ἄνω·
そして体力を回復させ、危急期を観察しつつ、もし症状が軽くならないならば、上部から薬物治療を施せ。
τὴν δὲ κάτω κοιλίην, ἢν μὴ ὑποχωρέῃ κλυσμῷ, ὄνου γάλα ἑφθὸν δίδου, καὶ πινέτω μὴ ἔλασσον δώδεκα κοτυλῶν·
下腹部については、もし浣腸によって下らないならば、沸かしたロバの乳を与え、それを12コチュレ以上飲ませるようにせよ。
ἢν δὲ ῥώμη περιέχῃ, πλεῖον ἑκκαίδεκα.
もし体力が十分にあるなら、16コチュレ以上を与えよ。
§66. Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα πολυὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιῤῥυῇ, καὶ τὸ ῥεῦμα πλεῖον διὰ τὴν εὐρύτητα ἐπισπάσωνται·
6. 咽頭炎は、冬季または春季に、頭部から多量で粘着性の流体が頸静脈へと流れ込み、またそれらの静脈がその広さのゆえにより多くの流体を引き込むときに生じる。
ὁκόταν δὲ ψυχρόν τε ἐὸν καὶ κολλῶδες ἐμφράξηται, τοῦ πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος, καὶ ἀκίνητον καὶ στάσιμον ποιέει, φύσει ψυχρὸν ἐὸν καὶ ἐμφρακτικόν.
そして、冷たく粘着性である流体が閉塞し、気と血液の通路を遮断するとき、それ自体が本性上冷たく閉塞性であるため、付近の血液を凝固させ、不活発で停滞した状態にする。
Διὰ τοῦτο πνίγονται, τῆς γλώσσης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν·
このために患者は窒息する。 舌の下の静脈のせいで、舌が青黒くなり、丸まり、反り返るからである。
τῆς γὰρ ὑποταμνομένης σταφυλῆς, ἢν δὴ κιονίδα καλεῦσιν, ἑκατέρωθεν φλὲψ παχείη.
というのも、切り取られる口蓋垂(これを彼らは「キオニス」と呼んでいるが)の両側には、太い静脈が走っているからである。
Ὁκόταν οὖν πλήρεες αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζωνται ἀραιὴν ἐοῦσαν καὶ σπογγοειδέα, διὰ τὴν ξηρασίην ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν, ἐκ πλκτείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ὀξέως βοηθῇ.
したがって、これらが満たされて、希薄で海綿状である舌へと送り込まれ、舌がその乾燥のために血管からの液体を無理やり受け取ると、舌は平らな形状から丸くなり、健康な色から青黒くなり、柔らかい状態から硬くなり、柔軟な状態から硬直してしまい、その結果、迅速に応急処置を施さなければ、たちまち窒息することになる。
Φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων, καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτάμνων, καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι, καὶ ἀναγαργαρίζων θερμοῖσι, καὶ κεφαλὴν ὑποξυρῶν, καὶ κήρωμα κεφαλῇ καὶ τραχήλῳ περιτιθέναι, καὶ εἰρίοισι περιελίσσειν, καὶ σπόγγοισι μαλθακοῖσιν, ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα, πυριῇν·
そこで、両腕から瀉血を行い、舌の下の静脈を切開し、舐め薬で薬物治療を施し、温かい液体でうがいをさせ、頭を剃り、頭と首に蝋湿布を当て、羊毛で包み、熱い湯を絞った柔らかい海綿で温罨法を施すべきである。
πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά· χυλὸν δε προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ.
また、冷たくない水や蜂蜜水を飲ませ、危急期を脱してすでに安全な状態になったときに、重粥を与えるべきである。
Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῥεῦμα καταῤῥυῇ, καὶ νιτρῶδες ᾖ, ἅτε ὑπὸ τῆς ὥρης δριμὸ καὶ θερμὸν γεγενημένον, δάκνει τοιόνδε ἐὸν, καὶ ἑλκοῖ, καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθοπνοίη παραγίγνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι, καὶ ἡ φωνὴ ἀπέῤῥωγε, καὶ τὸ πνεῦμα σμικρὸν, καὶ ἡ ἐντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται.
夏季または秋季に、頭部から熱い流体が流下し、それが炭酸ソーダ質であるとき、季節のせいで刺激的かつ熱くなっているため、それは刺激して潰瘍を作り、気で満たし、起立呼吸と激しい乾燥が生じ、外から見える部分は痩せて見え、首の後ろの腱が緊張し、破傷風が引き起こされたかのように思われ、声は途切れ、呼吸は浅くなり、息の吸い込みは頻繁かつ激しくなる。
Οἱ τοιοίδε τὴν ἀρτηρίην ἑλκοῦνται, καὶ τὸν πλεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι.
このような患者は気管に潰瘍が生じ、肺が腫張し、外部の空気を取り入れることができなくなる。
Τοῖσι τοιουτέοισι δὲ ἢν μὴ ἐς τὰ ἔξω μέρεα τοῦ τραχήλου έκουσίῃ ἀποφέρηται, δεινότερα καὶ ἀφυκτότερα ἐστὶ, καὶ διὰ τὴν ὥρην, καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.
しかし、このような患者において、もし流体が首の外側の部位へと自然に排出されないならば、季節のせいもあり、また熱く刺激的な流体に起因するがゆえに、病状はより深刻で、逃れがたいものとなる。