Humanitext Reader

ヒポクラテス · 急性病の養生法について(付録) §1-4

カウソス熱の病態と急性熱病の初期治療方針

1 / 12 箇所 · ギリシア語

要旨

カウソス熱および各種の急性熱性疾患に対する初期治療の方針として、瀉血、浣腸、薬物療法の順序と重要性、さらに突発性の失声症に対する右腕からの瀉血治療とその随伴症状について論じる。

§1## ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ. 1. Καῦσος γίγνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑωυτά·
1. カウソス(燃焼熱)は、夏季に細静脈が乾燥し、刺激性のある胆汁質の体液を自らに引き込む時に生じる。
καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὡς ὑπὸ κόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει.
そして強い熱が生じ、身体は疲労に襲われたかのように倦怠感を覚え、痛む。
Γίγνεται δὲ ὡς ἐπιτοπουλὺ καὶ ἐκ πορείης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια δριμέα καὶ θερμὰ ῥεύματα ἐπισπάσηται.
また、これは大抵の場合、長旅や長時間の渇きからも生じる。 細静脈が乾燥して、刺激性のある熱い流れを引き込む時である。
Γίγνεται δὲ ἡ γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα·
舌は荒れて乾燥し、極めて黒くなる。
καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει·
そして患者は腹部の周りを刺されるように痛む。
τά τε ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται, καὶ δίψαι σφοδραὶ ἔνεισι, καὶ ἀγρυπνίη, ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν.
排泄物は非常に水分が多く黄色くなり、激しい渇きがあり、不眠があり、時には精神の錯乱も伴う。
Τῷ τοιῷδε δίδου πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν ὑδαρὲς ὁκόσον ἐθέλει·
このような患者には、水や、煮沸して薄めた蜂蜜水を、望むだけ飲むように与えよ。
κἂν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει, καὶ τὴν κοιλίην ὑποκλύσαι·
もし口の中が苦くなるならば、嘔吐させることが有益であり、また下腹部を洗浄することが有益である。
ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, γάλα ὄνου ἑψήσας κάθαιρε.
もしこれらによっても回復しないならば、ロバの乳を沸かして下しなさい。
Ἁλμυρὸν δὲ μηδὲν μηδὲ δριμὺ προσφέρειν, οὐ γὰρ ὒποίσει·
塩辛いものや刺激の強いものは何も与えてはならない。 耐えられないからである。
ῥοφήματα δὲ, ἕως ἂν ἔξω τῶν κρισίμων γένηται, μὴ δίδου.
また、危急期を脱するまでは、重粥を与えてはならない。
Κἢν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, λύεται τὸ πάθος, κἢν ἱδρῶτες ἐπιγένωνται κριτικοὶ γνήσιοι μετ᾿ οὔρων λευκῶν καὶ παχέων καὶ λείων ὑφισταμένων, κἢν ἀπόστημά που γένηται·
そして、もし鼻から出血があれば、病は解する。 あるいは、白く濃厚で滑らかな沈殿物を伴う尿とともに、真正の危機的な発汗が現れる場合や、どこかに膿瘍ができる場合にも(病は解する)。
ἢν δ᾿ ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤῥωστίης, ἢ ἰσχίων ἢ σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι.
しかし、もしこれらの兆候なしに回復するならば、再び疾病の再発が起こるか、あるいは腰や脚の痛みが起こるだろう。 そして、もし回復する見込みがあるなら、濃厚な痰を吐き出すだろう。
Καύσου γένος ἄλλο.
カウソスの別の種類。
Κοιλίη ὑπάγουσα, δίψης μεστὴ, γλῶσσα τρηχείη, ξηρὴ, ἁλυκώδης·
下痢気味であり、渇きに満ち、舌は荒れて乾燥し、塩気を帯びている。
οὔρων ἀπόληψις· ἀγρυπνίη· ἀκρωτήρια ἐψυγμένα.
尿の停止、不眠、四肢の冷え。
Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινῶν ῥυῇ, ἢ ἀπόστημα περὶ τράχηλον γένηται, ἢ σκελέων ἄλγημα, καὶ πτύσματα παχέα πτύσῃ (ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίγνεται, ἢ ἰσχίου ὀδύνη, ἢ αἰδοίου πελίωμα), οὐ κρίνεται·
このような患者において、もし鼻から出血しないか、あるいは首の周りに膿瘍ができないか、あるいは脚の痛みが起きて濃厚な痰を吐き出さないならば(なお、これらのことは便通が固まった時に生じるか、あるいは腰の痛み、あるいは陰部の青黒い鬱血が生じる)、(病は)解決しない。
καὶ ὄρχις ἐνταθεὶς κριτικόν.
また、睾丸の腫張も危急の兆候である。
Ῥοφήματα ἐπισπαστικὰ δίδου.
引き込みを促す重粥を与えよ。
§22. Τὰ δ᾿ ὀξέα πάθεα, φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται τὸ νούσημα, καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ, καὶ ῥώμη παρῇ αὐτέοισιν.
2. 急性疾患に対しては、もし病が強力であるように見え、患者が壮年期にあり、彼らに体力が備わっているならば、瀉血を行うべきである。
Ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεικτοῖσιν ἀνακάθαιρε, εἴτ᾿ ἄλλο τι τῶν πλευριτικῶν·
したがって、もし咽頭炎であれば、舐め薬によって浄化しなさい。 あるいは側胸部炎のいずれであっても同様である。
ἢν δὲ ἀσθενέστεροι φαίνωνται, ἢ καὶ πλείω τοῦ αἵματος ἀφέλῃς, κλυσμῷ κατὰ τὴν κοιλίην χρέεσθαι διὰ τρίτης ἡμέρης, ἕως ἂν ἐν ἀσφαλείῃ γένοιτο ὁ νοσέων, καὶ λιμῷ, εἰ χρῄζοι.
しかし、もし彼らがより虚弱に見えるか、あるいは多量の血液を抜き去ってしまっているならば、患者が安全な状態になるまで一日おきに腹部の浣腸を用い、必要ならば絶食を用いよ。
§33. Φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν ἐντάσιες, ἢ πνευμάτων προστάσιες, ὀρθοπνοίης ξηρῆς, οἷσι μὴ πῦον ὕπεστιν, ἀλλὰ ὑπὸ πνεύματος ἀπολήψιος τὰ παθήματα ταῦτα ὑπογίγνεται, μάλιστα δὲ ἥπατος περιωδυνίαι, καὶ σπληνὸς βαρέα, καὶ ἄλλαι φλεγμασίαι τε καὶ ὑπὲρ φρενῶν περιωδυνίαι, καὶ ξυστροφαὶ νουσημάτων, οὐ δύνανται λύεσθαι, ἤν τις πρῶτον ἐπιχειρέῃ φαρμακεύειν·
3. 気の閉塞によらない下肋部の炎症、横隔膜の緊張、あるいは気の鬱滞、乾性起立呼吸、これらには膿が下に隠れているのではなく、気の閉塞によってこれらの症状が生じているのだが、とりわけ肝臓の激しい痛み、脾臓の重苦しさ、および横隔膜の上部におけるその他の炎症や激しい痛み、および疾病の集積は、もし最初に薬物を投与しようとするならば、解決され得ない。
ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐστιν·
むしろ、このような症例においては瀉血が最優先されるべき治療である。
ἔπειτα δὲ ἐπὶ κλυσμὸν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν τὸ νούσημα ᾖ·
そして次に、病が大きく強力でないならば、浣腸へと進むべきである。
εἰ δὲ μὴ, καὶ ὕστερον φαρμακείης δεῖ·
そうでなければ、後になって薬物療法も必要となる。
δέεται δὲ ἀσφαλείης καὶ μετριότητος μετὰ φαρμακείης φλεβοτομίη.
しかし、薬物療法を伴う瀉血は、安全性と適度さを必要とする。
Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειρέουσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν·
病の初期に、炎症を起こしている部位をただちに薬物療法によって解決しようとする者たちは、緊張し炎症を起こしている部分からは何も取り除くことができない。
οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος·
なぜなら、病が未熟である間は、それは退かないからである。
τὰ δὲ ἀντέχοντα τῷ νουσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν·
それどころか、病気に抵抗している健康な部分を彼らは消耗させてしまう。
ἀσθενέος δὲ τοῦ σώματος γενομένου, τὸ νούσημα ἐπικρατέει·
そして、身体が衰弱すると、病が打ち勝つ。
ὁκόταν δὲ τὸ νούσημα ἐπικρατήσῃ τοῦ σώματος, τὸ τοιόνδε ἀνιήτως ἔχει.
病が身体を制覇してしまったときは、その状態は治療不可能となる。
§44 Τὸ δὲ ἄφωνον τινὰ ἐξαίφνης γενέσθαι, φλεβῶν ἀπολήψιες λυπέουσιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάσιος ἢ ἄλλης αἰτίης ἰσχυρῆς·
4. 人が突然に声を失うのは、もし健康な人に前兆や他の強い理由なしにこれが起こるなら、血管の閉塞が害をなしているのである。
φλεβοτομέειν οὖν χρὴ τὸν βραχίονα τὸν δεξιὸν τὴν ἔσω φλέβα, καὶ ἀφαιρέειν τοῦ αἵματος, κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλεῖον καὶ τὸ ἔλασσον.
したがって、右腕の内側の静脈から瀉血を行うべきであり、体格や年齢を考慮して、多量か少量かを判断した上で血液を抜き取るべきである。
Ξυμπίπτει δὲ τοῖσι πλείστοισιν αὐτέων τοιάδε·
そして、彼らの大部分には次のような症状が随伴する。
ἐρυθήματα προσώπου, ὀμμάτων στάσιες, χειρῶν διαστάσιες, ὀδόντων τρισμοὶ, σφυγμοὶ, σιηγόνων ξυναγωγὴ, καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας.
顔面の紅潮、目の凝視、手の突っ張り、歯の噛み合わせ、動悸、顎の引きつり、四肢の冷却、血管における気の閉塞である。

語釈・文法注

  1. p.396δακνόμενος — 受動相の現在分詞で、主格単数男性。「(腹部の周りを)刺されるような、噛まれるような感覚を覚えながら」を意味する。主語は文脈上、明示されていない「患者」である。
  2. p.396προσφέρειν — 不定法現在能動態。「与えるべきではない」という命令の意を表す(命令の不定法)。
  3. 2φλεβοτομήσεις — 女性名詞 φλεβοτομήσις(瀉血)の複数主格形。動詞を伴わない独立した主格語として、「瀉血を行うべきである」という名詞的命令・処方を示している。
  4. 3Φλεγμαίνοντα ὑποχόνδρια — 文頭から οὐ δύνανται λύεσθαι に至るまで、病態を示す様々な主語(中性複数、女性複数など)が並列されている。文全体の骨格は、これらの主語が οὐ δύνανται λύεσθαι(解決され得ない)の主語となり、 ἤν τις πρῶτον ἐπιχειρέῃ φαρμακεύειν(もし最初に薬物療法を企てるなら)という条件節がこれに係っている。
  5. p.404Τὸ δὲ ἄφωνον τινὰ ἐξαίφνης γενέσθαι — 冠詞付きの不定法句で、「人が突然に声を失うことについて」という提示的対格(あるいは話題提示の対格不定法)として機能しており、文全体の主題を提示している。主節の主語は φλεβῶν ἀπολήψιες(血管の閉塞)である。

この箇所を引用する

ヒポクラテス, 急性病の養生法について(付録) §1-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:1-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。