§55. Ὁκόταν ἀλγήματα προγένηται, μελαίνης χολῆς καὶ δριμέων ῥευμάτων ἐπιῤῥύσιες γίγνονται· ἀλγέει δὲ τὰ ἐντὸς δακνόμενος·
5. 当疼痛先发时,黑胆汁及辛辣流体随之流入;患者因内部受刺激而痛苦。
δηχθεῖσαι δὲ καὶ λίην ξηραὶ γενόμεναι αἱ φλέβες ἐντείνονταί τε καὶ φλεγμαίνουσαι ἐπισπῶνται τὰ ἐπιῤῥέοντα·
血管受到刺激且极度干燥,因而紧绷并在发炎状态下吸入流入之物。
ὅθεν διαφθαρέντος τοῦ αἵματος, καὶ τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν, καταψύξιές τε γίγνονται ὑπὸ τῆς στάσιος, καὶ σκοτώσιες, καὶ ἀφωνίη, καὶ καρηβαρίη, καὶ σπασμοὶ, ἢν ἤδη ἐπὶ τὴν καρδίην ἢ τὸ ἧπαρ ἢ ἐπὶ τὴν φλέβα ἔλθῃ·
由此,血液变性,气无法在其中循常道运行,因停滞而产生厥冷、目眩、失语、头重及痉挛(若其已达心脏、肝脏或主静脉)。
ἔνθεν ἐπίληπτοι γίγνονται ἢ παραπλῆγες, ἢν ἐς τοὺς περιέχοντας τόπους ἐμπέσῃ τὰ ῥεύματα, καὶ ὑπὸ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ.
此后,若流体落入周围部位并因气无法通过而干枯,则演变为癫痫或偏瘫。
Ἀλλὰ χρὴ τοὺς τοιούτους προπυριῶντα φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώρων ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμάτων· εὐβοηθητότερα γάρ ἐστιν·
然对此类患者,当在病初首先行温热疗法后立即放血,乘所有致病之气与流体尚在浮游流动之际;因此时较易施治。
καὶ ἀναλαμβάνοντα, καὶ τὰς κρίσιας ἐπιθεωρέοντα, φαρμακεύειν, ἢν μὴ κουφίζηται, ἄνω· τὴν δὲ κάτω κοιλίην, ἢν μὴ ὑποχωρέῃ κλυσμῷ, ὄνου γάλα ἑφθὸν δίδου, καὶ πινέτω μὴ ἔλασσον δώδεκα κοτυλῶν· ἢν δὲ ῥώμη περιέχῃ, πλεῖον ἑκκαίδεκα.
此后当扶正祛邪,密切观察转机,若不减轻,则从上部施以药剂;至于下腹,若灌肠不通,则给予煮沸之驴乳,饮用不少于十二考提拉;若体力尚存,则给予十六考提拉以上。
§66. Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα πολυὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιῤῥυῇ, καὶ τὸ ῥεῦμα πλεῖον διὰ τὴν εὐρύτητα ἐπισπάσωνται·
6. 至于喉痹(咽喉炎),多于冬春之季,因头中有多量且粘稠之流体流入颈静脉而起,且静脉因其宽大而吸入更多流体。
ὁκόταν δὲ ψυχρόν τε ἐὸν καὶ κολλῶδες ἐμφράξηται, τοῦ πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος, καὶ ἀκίνητον καὶ στάσιμον ποιέει, φύσει ψυχρὸν ἐὸν καὶ ἐμφρακτικόν.
当此冷而粘稠之流体阻塞,截断气血之通路时,因其本性寒冷且具阻塞性,遂使邻近之血液凝固,呈静止停滞状态。
Διὰ τοῦτο πνίγονται, τῆς γλώσσης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν· τῆς γὰρ ὑποταμνομένης σταφυλῆς, ἢν δὴ κιονίδα καλεῦσιν, ἑκατέρωθεν φλὲψ παχείη.
因此患者窒息,乃因舌下静脉之故,致使舌色发青、变圆并向后卷曲;盖在被切除之口盖垂(彼等称之为小柱)两侧,均有粗大静脉通过。
Ὁκόταν οὖν πλήρεες αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζωνται ἀραιὴν ἐοῦσαν καὶ σπογγοειδέα, διὰ τὴν ξηρασίην ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν, ἐκ πλκτείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ὀξέως βοηθῇ.
故当此等静脉充盈并注入稀疏海绵状之舌部,且舌因干燥而强行吸收来自血管之液体时,舌即由平变圆,由红润变青黑,由柔软变坚硬,由灵活变僵直,以致若不迅速施救,立时窒息。
Φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων, καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτάμνων, καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι, καὶ ἀναγαργαρίζων θερμοῖσι, καὶ κεφαλὴν ὑποξυρῶν, καὶ κήρωμα κεφαλῇ καὶ τραχήλῳ περιτιθέναι, καὶ εἰρίοισι περιελίσσειν, καὶ σπόγγοισι μαλθακοῖσιν, ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα, πυριῇν· πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά· χυλὸν δε προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ.
此时当行双臂放血,切开舌下静脉,给予舐剂药物,用温液漱口,剃去头发,于头颈敷以蜡膏,以羊毛包裹,并用热水拧干之软海绵行温熨;饮水及蜂蜜水切勿冰冷;待度过危险期处于安全状态后,方可给予重粥。
Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῥεῦμα καταῤῥυῇ, καὶ νιτρῶδες ᾖ, ἅτε ὑπὸ τῆς ὥρης δριμὸ καὶ θερμὸν γεγενημένον, δάκνει τοιόνδε ἐὸν, καὶ ἑλκοῖ, καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθοπνοίη παραγίγνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι, καὶ ἡ φωνὴ ἀπέῤῥωγε, καὶ τὸ πνεῦμα σμικρὸν, καὶ ἡ ἐντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται.
若于夏秋之季,头中流下炽热且含碱质之流体,因季节之故变得辛辣炽热,此等流体刺激并致溃疡,且充斥气体,遂致端坐呼吸与极度干燥,外表所见之部显现消瘦,颈后筋腱拘急,状若角弓反张(破伤风),声音断绝,呼吸微弱,吸气频急而费力。
Οἱ τοιοίδε τὴν ἀρτηρίην ἑλκοῦνται, καὶ τὸν πλεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι.
此类患者气管溃烂,肺部胀满,无法吸入外气。
Τοῖσι τοιουτέοισι δὲ ἢν μὴ ἐς τὰ ἔξω μέρεα τοῦ τραχήλου έκουσίῃ ἀποφέρηται, δεινότερα καὶ ἀφυκτότερα ἐστὶ, καὶ διὰ τὴν ὥρην, καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.
对此等患者而言,若流体不自然宣泄于颈外侧,则病势更为险恶且无可遁逃,此既因时令所致,亦因流体炽热且辛辣之故。