Humanitext Reader

ヒポクラテス · 急性病の養生法について(付録) §18

食習慣の乱れによる不調と各種飲食物の効能

9 / 12 箇所 · ギリシア語

要旨

習慣に反した不規則な食生活が身体に及ぼす様々な不調やその対策を論じ、個々の飲み物、野菜、豆類、そして各種の肉類が消化器官や健康に与える具体的な影響と、それぞれの適切な調理法・摂取法を詳述する。

§1818. Ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος ὡς ἂν παρὰ τὸ ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει.
18. 他方、食事(食生活)から生じる諸症状は、大部分において、各人が習慣に反した養生をしたときに、最も顕著に現れる。
Καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστῇν, ἀριστήσωσιν, ὄγκος πουλὺς αὐτοῖσί· τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώῤη·
というのも、朝食をとる習慣がないのに朝食をとった者たちには、腹の大きなる膨満感、眠気、そして過満(充満感)が生じるからである。
ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται·
もしその上に夕食を食べるなら、腹(胃腸)が激しく乱される。
ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν·
このような者たちには、体をよく洗い流してから眠ることが有益である。
κοιμηθέντας· δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον·
そして眠った後に、ゆっくりと長い距離を散歩することが(有益である)。
κἢν μὲν λαπαχθῆ, δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον·
そして、もし腹が軽くなったなら、夕食をとり、より少量でかつより濃いワインを飲むのがよい。
ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ, καὶ ὑδαρέα οἶνον λευκὸν ἢ γλυκὺν, ἢν διψῇ, ἐπιπιόντα ἀναπαύεσθαι·
もし軽くなっていないなら、体に温かいものを軽く塗り、もし喉が渇くなら、水で薄めた白ワインか甘口ワインをその後に飲んで、安静にしているのがよい。
ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι·
もし眠れないなら、より長く安静にしているべきである。
τὰ δ᾿ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω.
その他の点については、二日酔いから回復する者たちと同様に養生せよ。
Τὰ δὲ ἀπὸ πομάτων, ὁκόσα μὲν ὑδαρέα, βραδυπορώτερά ἐστι, καὶ ἐγκυκλέεται, καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια, καὶ ἐς οὔρησιν οὐ κατατρέχει·
他方、飲み物から生じることについて言えば、水っぽいものはすべて、通過が遅く、体内で循環し、季肋部の周りに滞留し、尿へと流れ落ちていかない。
τοιούτου δὲ πόματος πληρωθεὶς, μηδὲν ἔργον ὀξέως διαπρήξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ ἢ τάχει πονέειν ξυμβαίνει·
このような飲み物で満たされているときは、体が緊張を強いられて、力ずくであるいは速さをもって労作することになるようないかなる仕事も、速やかに行うべきではない。
ὡς μάλιστα δὲ ἡσυχαζέτω, ἕως ἂν καταπεφθῇ μετὰ τῶν σιτίων.
むしろ、食物とともにそれが消化されるまで、できるだけ安静にしているべきである。
Ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει, τούτοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι, καὶ θερμόν τι ἐπιῤῥοφῇν, πρὸς ὅπερ μάλιστα ἡδίστως ἔχουσιν·
飲み物のうちで、より濃いものであるか、あるいはより渋いものは、体の中に震えを、頭の中に拍動を引き起こす。 これらに対しては、さらに眠り、何か温かいもの、自分が最も好むものをすすることが良い。
νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην.
断食することは、頭痛と二日酔いに対しては有害である。
Ὁκόσοι δὲ μονοσιτεῦσι, κενοὶ καὶ ἀδύνατοί εἰσι, καὶ οὐρέουσι θερμὸν, παρὰ τὸ ἔθος κενεαγγέοντες·
一日に一度しか食事をとらない者たちは、空で力なく、また尿は熱く、習慣に反して血管を空にしている。
γίγνεται δὲ καὶ τὸ στόμα ἁλυκὸν καὶ πικρὸν, καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ, καὶ κροτάφους ἐπιξυντείνονται, καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκως περ ἢν ἠριστηκότες ἔωσιν.
また、口の中が塩辛く苦くなり、あらゆる作業において震え、こめかみが張りつめ、朝食を食べたときと同じようには夕食を消化することができなくなる。
Τούτους δὲ χρὴ δειπνέειν ἔλασσον ἢ μεμαθήκασι, καὶ ὑγροτέρην μᾶζαν ἀντὶ ἄρτου, καὶ λαχάνων λάπαθον, ἢ μαλάχην, ἢ πτισάνην, ἢ σεῦτλα·
これらの者たちは、習慣としているよりも少なく夕食をとり、パンの代わりにより水分を含んだ大麦のパンを、また野菜としてはスイバ、あるいはゼニアオイ、あるいは大麦粥、あるいは不断草を食べるべきである。
πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον, ὁκόσον ξύμμετρον, καὶ ὑδαρέστερον, καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσῃ·
そして食事中に、適量で、より水で薄めたワインを飲み、夕食の後は、尿が下りて排尿するまで、少し散歩するべきである。
χρεέσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσιν.
また、煮た魚も用いるべきである。
Βρώματα δὲ μάλιστα ἐπισημαίνει·
食物はとりわけ顕著にその影響を示す。
σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα, καὶ κεφαλῆς βάρος, καὶ ἄσην, καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν·
ニンニクは、胸の周りにガスと熱を引き起こし、頭の重さ、吐き気をもたらし、また以前に生じる習慣のあった他のいかなる痛みをも悪化させうる。
οὐρητικὸν δὲ, καὶ τοῦτο ἔχει ἀγαθόν·
しかし、利尿作用があり、これは良い点である。
ἄριστον δὲ αὐτοῦ φαγέειν μέλλοντι ἐς πόσιν ἰέναι, ἢ μεθύοντι.
これを食べるのは、飲み会に行くつもりのある者、あるいは酔っている者にとって最も良い。
Τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἐξαψιν ποιέει, τό τ᾿ὠμὸν καὶ ἄπεπτον·
チーズは、ガス、便秘(収斂)、および食物の燃焼を引き起こし、生で未消化のものである。
κάκιστον δὲ ἐν ποτῷ φαγέειν πεπληρωμένοισιν.
満腹の状態で、お酒を飲んでいる最中にこれを食べるのは最悪である。
Ὄσπρια δὲ πάντα φυσώδεα, καὶ ὠμὰ, καὶ ἑφθὰ, καὶ πεφρυγμένα·
豆類はすべて、生であれ、煮たものであれ、炒ったものであれ、ガスを発生させる。
ἥκιστα δὲ βεβρεγμένα καὶ χλωρά·
浸水させたものや生のものは、最もその害が少ない。
τουτέοισι δὲ μὴ χρέεσθαι, ἢν μὴ μετὰ σιτίων.
これらは食物と一緒に食べるのでない限り、用いてはならない。
Ἔχει δὲ καὶ ἰδίας μοχθηρίας ἕκαστον αὐτέων.
また、それらのそれぞれが独自の欠点を持っている。
Ἐρέβινθος μὲν φῦσαν, ὠμὸς καὶ πεφρυγμένος, καὶ πόνον ἐμποιέει.
ひよこ豆は、生であれ炒ったものであれ、ガスと痛みを引き起こす。
Φακὸς δὲ στύφει, καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ.
レンズ豆は、収斂作用があり、皮がついたままであるなら、動揺を引き起こす。
Θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει.
ルピナス豆は、これらの中で最も害が少ない。
Σίλφιον δὲ καὶ ὀπὸς ἔστι μὲν οἷσι μάλιστα, τοῖσι δὲ ἀπείροισιν οὐ διέρχεται τῇ κοιλίῃ, ἀλλὰ καλέεται ξηρὴ χολέρη·
シルフィウムとその汁は、ある人々にとっては(極めてよく消化される)が、慣れていない人々にとっては腹を通り抜けず、いわゆる乾燥コレラを引き起こす。
μάλιστα δὲ γίγνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθῇ ἢ κρεηφαγίης βοείων κρεῶν.
これは、特に多量のチーズや牛肉の食事と混ざり合ったときに起こる。
Τὰ μὲν γὰρ μελαγχολικὰ παθήματα καὶ παροξυνθείη ἂν ὑπὸ βοείων κρεῶν·
というのも、黒胆汁性の疾患は牛肉によって悪化しうるからである。
ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτέων, καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι·
なぜなら、それらの性質は圧倒的であり、並みの胃腸が消化できるようなものではないからである。
βέλτιστα δ᾿ ἂν ἀπαλλάξαιεν, εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισιν.
もしそれらを用いるなら、十分に煮込んだもので、かつできるだけ古いものであるなら、最も良く切り抜けられるであろう。
Αἴγεια δὲ κρέα, ὅσα τε βοείοισιν ἔνι κακὰ, πάντα ἔχει, τήν τε ἀπεψίην, καὶ φυσωδέστερα καὶ ἐρευγματώδεα, καὶ χολέρης γεννητικά·
山羊の肉は、牛肉にある悪い点をすべて備えており、すなわち消化不良、およびよりガスを生じさせやすく、げっぷを出させ、コレラを引き起こしやすい。
ἔστι δὲ τὰ εὐωδέστατα, στερεὰ καὶ ἥδιστα, ταῦτα ἄριστα δίεφθα καὶ ψυχρά·
そして、最も香りが良く、身が締まっていて、最も美味しいものが、十分に煮込まれて冷まされたときに最も良い。
τὰ δὲ ἀηδέστατα, δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα, καὶ τὰ πρόσφατα·
逆に、最も不快で、臭く、硬いものは、最悪であり、新鮮なものも同様である。
βέλτιστα δέ ἐστι τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα.
夏季には最も良く、秋季には最悪である。
Χοίρου δὲ πονηρὰ, ὁκόταν ᾖ ἐνωμότερα ἢ περικαῆ·
豚(仔豚)の肉は、生焼けであるとき、あるいは表面が焦げすぎているときには有害である。
χολερώδεα δ᾿ ἂν εἴη καὶ ἐκταρακτικά.
それはコレラ的な症状を引き起こし、胃腸を乱すであろう。
Ὕεια δὲ βέλτιστα τῶν κρεῶν ἁπάντων·
他方、豚の肉は、すべての肉の中で最も良い。
κράτιστα δὲ τὰ μήτε ἰσχυρῶς πίονα, μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήτε ἡλικίην φέροντα παλαιοῦ ἱερείου·
とりわけ、極端に脂ぎっておらず、逆に極端に痩せてもおらず、また生贄にされた古い動物の年齢を帯びていないものが最上である。
ἐσθίειν δὲ ἄνευ τῆς φορίνης καὶ ὑπόψυχρα.
これらは皮を除いて、かつ少し冷ました状態で食べるのがよい。

語釈・文法注

  1. §18ὡς ἂν ... διαιτηθῇ — 接続詞 ὡς に ἄν と接続法(アオリスト中間態)が伴い、一般的な様態や条件を表す。「各人が〜養生するときはいつでも」の意。
  2. §18κοιμηθέντας δὲ περιπατῆσαι — 不定詞 περιπατῆσαι の意味上の主語として、対格分詞 κοιμηθέντας が置かれている。これは直前の ξυμφέρει の与格(τουτέοισιν ἐκλουσαμένοισι)から、不定詞の意味上の主語が一般的に対格をとるという規則に従って対格へと格変化したものである。
  3. §18ἔστι μὲν οἷσι μάλιστα — 関係代名詞を用いた慣用表現 ἔστιν οἷς(「〜な人々がいる」)の与格。ここでは後半の「不慣れな人々(τοῖσι δὲ ἀπείροισιν)」と対比されており、文脈上「シルフィウムが非常に良く通る(消化される)人々がいる」という省略が含意されている。
  4. §18οὐ τῆς τυχούσης κοιλίης — 述語的属格(所有・性質の属格)の用法で、不定詞 καταπέψαι が伴い、「普通の(並みの)胃腸が消化できるものではない」という意味を表す。分詞 τυχούσης は「たまたま出会う、並みの」を意味する。

この箇所を引用する

ヒポクラテス, 急性病の養生法について(付録) §18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。