§1212. Δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ ἐπιφανῇ, ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχία στηρίξῃ ὀδύνη.
12. 赤痢は、終息したときに、発熱あるいは発汗、および濃厚で白い尿が現れるのでない限り、あるいは痛みが三日熱、静脈瘤、睾丸、脚、あるいは腰に留まるのでない限り、腫瘍あるいは何らかの腫れを生じさせるであろう。
§1313. Ἐν πυρετῷ χολώδεϊ πρὸ τῆς ἑβδόμης μετὰ ῥίγεος ἴκτερος ἐπιγενόμενος λύει τὸν πυρετόν·
13. 胆汁性の発熱において、7日目より前に悪寒を伴って黄疸が後に現れるならば、それは発熱を解退させる。
ἄνευ δὲ ῥίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον.
しかし、悪寒を伴わずに、あるいは適切な時期から外れて現れるならば、致命的である。
§1414. Τετάνου δὲ ὀσφύος, καὶ ἀπὸ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὁκόταν ἔωσι, φλεβοτομίη ῥύεται.
14. 腰の破傷風、および黒胆汁性の気によって静脈を通じて気が遮断されるときには、静脈切開が救いとなる。
Ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται, καὶ ἱδρῶτες περὶ τράχηλον καὶ πρόσωπον, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων τῶν οὐρωδέων, οἳ παχύτατοι τὴν ῥάχιν ξυνέχουσιν, ᾗ οἱ μέγιστοι ξύνδεσμοι καταπεφυκότες ἕως ἐς πόδας ἀποτελευτῶσι, τῷ τοιῷδε ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται, καὶ τὰ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες κριτικοὶ, πίνειν οἶνον κρητικὸν οἰνώδεα, καὶ ἄλητον ἑφθὸν ἐσθίειν, καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν·
しかし、腱によって前方に激しく引きつられ、首や顔の周りに汗をかき、脊椎を支える極めて太い、最も大きな靭帯が根を下ろして足まで終端しているところの、尿腱が痛みによって刺激され乾燥しているために、このような患者に対して、もし発熱と睡眠が後に現れず、それに伴う尿が成熟を示して現れず、危機の汗も現れないならば、濃いクレタ産ワインを飲ませ、ゆでた大麦粉を食べさせ、蝋軟膏を塗って擦り込ませよ。
τά τε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προβρέχων ἐν σκάφῃ, καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν, καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, λάσιον ἐγκηρώσας, ὅκως καὶ τὰ ἔξωθεν περιέξει, καὶ διαλιπὼν πυρία τοῖσιν ἀσκίοισι, θερμὸν ὕδωρ ἐγχέων, καὶ περιτείνων σινδόνιον, ἐπανάκλινε αὐτόν·
そして、脚を浴槽の温水で前もって濡らした上で、つま先まで包み、腕も指先まで包み、腰も首から臀部まで、毛深い布に蝋軟膏を塗って、外部からも包み込むようにし、間を置いて、温水を入れた革袋で温湿布をし、リンネルの布を張って、彼を横たわらせよ。
κοιλίην δὲ μὴ λύσῃς, ἢν μὴ βαλάνῳ, ἢν πουλὺς χρόνος ᾖ ἀδιαχωρήτῳ ἐούσῃ·
腹は、もし長期間排便がないのでなければ、座薬によるのでなければ下させてはならない。
καὶ ἢν μὲν ἐπιδιδῷ τί σοι, ἐπὶ τὸ βέλτιον·
そして、もしあなたに多少なりとも良い方向への変化が見られるなら、それは良い。
εἰ δὲ μὴ, τοῦ μόδου τῆς ῥίζης τρίβων ἐν οἴνῳ εὐώδει καὶ τοῦ δαύκου, πίνειν δίδου πρωΐ νήστει πρὸ τοῦ βρέχειν, καὶ ταχὺ ἐπὶ τουτέοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον, καὶ οἶνον, ὁκόταν βούληται, εὔκρητον ἐπιπινέτω·
もしそうでなければ、モドゥの根と人参を芳香のあるワインにすりつぶして、温湿布する前の朝、空腹時に飲ませよ。 そしてこれに続いてすぐに、ゆでた温かい麦粉をできるだけ多く食べさせ、彼が望むときにはいつでも、よく混ぜ合わされたワインをその後に飲ませよ。
καὶ ἢν μέν σοι ἐπιδιδῷ, ἐπὶ τὸ βέλτιον·
そして、もしあなたに良い変化が見られるなら、それは良い。
εἰ δὲ μὴ, προλέγειν.
もしそうでなければ、あらかじめ予後を告げよ。
§1515. Τὰ δὲ νουσήματα πάντα λύεται ἢ κατὰ στόμα ἢ κατα κοιλίην ἢ κατὰ κύστιν ἢ τινὸς ἄλλου τοιούτου ἄρθρου·
15. すべての疾患は、口、腹、膀胱、あるいは何か他のそのような通路のいずれかから解決される。
ἡ δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων.
しかし、汗の形態はすべてに共通である。
§16Ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα·
16. 頭から液が流れ落ちる者たちには、ヘレボルスを投与して清めるべきである。
ὁκόσοι δὲ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ δι᾿ ἀκρησίην ἢ δι᾿ ἄλλην τινὰ ἰσχυρὴν αἰτίην ἔμπυοι γίγνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν·
しかし、腫瘍、血管破裂、不摂生、あるいは他の何らかの強い原因によって膿をためている者たちには、ヘレボルスを与えてはならない。
οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξει εἶναι δ ἐλλέβορος·
なぜなら、何一つ益にならないばかりか、もし何かが起きれば、ヘレボルスがその原因であると思われるからである。
ἢν δὲ διαλύηται τὸ σῶμα, ἢ πόνος ἐν κεφαλῆ ᾖ, ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῥὶς, ἢ πτυελισμὸς, ἢ γουνάτων βάρος, ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν ξυμβαίνῃ μήτε ὑπὸ ποτῶν, μήτε ὑπὸ ἀφροδισίων, μήτε ὑπὸ λύπης, μήτε ὑπὸ φροντίδων, μήτε ὑπὸ ἀγρυπνιῶν· ἢν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείη.
しかし、もし身体が衰弱しているか、頭痛があるか、耳や鼻が詰まっているか、唾液分泌があるか、膝に重みがあるか、あるいは習慣に反して身体が不自然に腫れている場合で、これらのうち起こっていることが、飲酒、性交、悲しみ、心配、不眠のいずれによるものでもないなら、――もしこれらのいずれかに原因があるならば、それに対して治療を行うべきである。
§1717. Τὰ δὲ ἐκ πορείης ἀλγήματα, πλευρέων, νώτου, ὀσφύος, ἰσχίων, καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες, πολλάκις γὰρ μεμάθηκε φοιτῇν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέὡν ἀλγήματα ἐς ὀσφὺν καὶ ἐς ἰσχία, οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε δυσουρέεται, τουτέων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.
17. 歩行によって生じる脇腹、背中、腰、坐骨の痛み、および呼吸をするときに痛みを感じるような一切の症状は、それ自体原因を持っている。 というのも、二日酔いやガスを発生させる食物によって、腰や坐骨に痛みが通うようになることが、しばしばあるからである。 そして、これらの痛みのうちそのようなものがある者たちは尿が出にくくなるが、彼らの場合、歩行がその原因であり、また鼻カタルや嗄声の原因でもある。